Αλλαγή γραμματοσειράς

www.gpeppas.gr

Δημιουργία νέου θέματοςΓράψτε το σχόλιο σας Σελίδα 2 από 2   [ 20 Δημοσιεύσεις ]
Μετάβαση στην σελίδα Προηγούμενη  1, 2
Συγγραφέας Μήνυμα
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Παρ Αύγ 27, 2010 7:26 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Ο Ασκληπιόδοτος έζησε ίσως τον 1 ον αιώνα π.Χ. (περίπου 110-40)
και υπήρξε μαθητής του στωικού Ποσειδώνιου. Για τη ζωή του δεν είναι γνωστό σχεδόν τίποτα.
Έχει κατά καιρούς υποστηριχτεί ότι καταγόταν από τον Πειραιά, τη Νίκαια ή τη Ρώμη.
Το στρατιωτικό του σύγγραμα "Τακτικά" χωρίζεται σε 12 κεφάλαια
και από το γεγονός ότι τα είχε χρησιμοποιήσει ο Αιλιανός συμπεραίνουμε ότι γράφτηκαν
πριν από τον 2 ο αι. π.Χ. κατά μίμηση αντίστοιχου έργου του Ποσειδώνιου.
Το έργο του αποτελεί την παλαιότερη σωζόμενη μαρτυρία για τον τρόπο σχηματισμού
της αρχαίας ελληνικής και μακεδονικής φάλαγγας
.

ΑΣΚΛΗΠΙΟΔΟΤΟΥ ΦΙΛΟΣΟΦΟΥ, ΤΑΚΤΙΚΑ ΚΕΦΑΛΑΙΑ
α. Περὶ τῆς φαλάγγων διαφορᾶς.
β. Περὶ τοῦ ἀριθμοῦ καὶ τῆς ὀνομασίας τῶν μερῶν τῆς φάλαγγος τῶν ὁπλιτῶν.
γ. Περὶ διατάξεως τῶν ἀνδρῶν τῆς τε καθ΄ ὅλην τὴν φάλαγγα καὶ τῆς κατὰ μέρη.
δ. Περὶ διαστημάτων αὐτῶν.
ε. Περὶ τῶν ὅπλων τῆς τε συμμετρίας καὶ τοῦ εἴδους.
στ. Περὶ τῆς τῶν ψιλῶν τε καὶ πελταστῶν φάλαγγος καὶ τῆς τῶν μερῶν τάξεώς τε καὶ ὀνομασίας.
ζ. Περὶ τῆς τῶν ἱππέων φάλαγγος καὶ τῶν ὀνομασιῶν τῆς τε ὅλης καὶ τῶν μερῶν.
η. Περὶ ἁρμάτων.
θ. Περὶ ἐλεφάντων.
ι. Περὶ τῶν κοινῇ κατὰ τὴν κίνησιν ὀνομασιῶν.
ια. Περὶ τῶν ἐν ταῖς πορείαις σχηματισμῶν τῶν κατὰ συντάγματα.
ιβ. Περὶ τῶν κατὰ τὴν κίνησιν αὐτῶν προσταγμάτων.

Εικόνα



ΤΕΧΝΗ ΤΑΚΤΙΚΗ
1.Περὶ τῆς φαλάγγων διαφορᾶς
Τῆς τελείας παρασκευῆς πρὸς πόλεμον διττῆς οὔσης͵ χερσαίας τε καὶ ναυτικῆς͵ περὶ τῆς χερσαίας τὰ νῦν λεκτέον. ταύτης τοίνυν τὸ μέν ἐστι μάχιμον͵ τὸ δ΄ εἰς τὴν τούτου χρείαν ὑπηρετοῦν͵ οἷον ἰατρῶν καὶ σκευοφόρων καὶ τῶν ὁμοίων. Τοῦ δὲ μαχίμου τὸ μέν ἐστι πεζόν͵ τὸ δ΄ ὀχηματικόν· τὸ μὲν γὰρ ποσὶ χρῆται πρὸς τὴν μάχην͵ τὸ δ΄ ἐπί τινος ὀχεῖται.
Τοῦ δὲ δὴ πεζοῦ τὸ μέν ἐστιν ὁπλιτῶν σύστημα͵ τὸ δὲ πελταστῶν͵ τὸ δὲ τῶν καλουμένων ψιλῶν. τὸ μὲν οὖν τῶν ὁπλιτῶν ἅτε ἐγγύθεν μαχόμενον βαρυτάτῃ κέχρηται σκευῇ ἀσπίσι τε γὰρ μεγίσταις καὶ θώραξι καὶ ταῖς κνημῖσι σκέπεταικαὶ δόρασι μακροῖς κατὰ τὸν ῥηθησόμενον Μακεδόνιον τρόπον· τὸ δὲ τῶν ψιλῶν τούτοις ἀπ΄ ἐναντίας κουφοτάτῃ κέχρηται τῇ σκευῇ διὰ τὸ πόρρωθεν βάλλειν͵ οὔτε προκνημῖσιν οὔτε θώραξι κεκοσμημένον͵ ἀκοντίοις δὲ καὶ σφενδόναις καὶ ὅλως τοῖς ἐξ ἀποστήματος λεγομένοις τοξεύμασιν. τούτων δ΄ ἐν μέσῳ πώς ἐστι τὸ πελταστικὸν σύστημα· ἥ τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ κούφη͵ τά τε δόρατα πολὺ τῶν ὁπλιτῶν μεγέθει λειπόμενα.
Κατὰ τὰ αὐτὰ δὴ καὶ τῆς ὀχηματικῆς δυνάμεως τρεῖς εἰσι διαφοραί· ἡ μὲν γάρ ἐστιν ἱππική͵ ἡ δὲ δι΄ ἁρμάτων ἐπιτελεῖται͵ ἡ τρίτη δὲ δι΄ ἐλεφάντων· ἀλλ΄ ἁρμάτων τε πέρι καὶ ἐλεφάντων ὡς οὐκ εὐφυῶν εἰς μάχην ὁ λόγος εἰς ὕστερον ἀναβεβλήσθω· τὴν δὲ ἱππικὴν ὡς πολλὴν καὶ παρὰ πολλοῖς καιροῖς χρησιμωτέραν ταῖς μάχαις νῦν διελοῦμεν· ἔστι γὰρ αὐτῆς εἴδη τρία͵ τὸ μὲν τὸ ἐγγύθεν μαχόμενον͵ τὸ δὲ πόρρωθεν͵ τὸ δὲ μέσον. καὶ τὸ μὲν ἐγγύθεν ὁμοίως βαρυτάτῃ κέχρηται σκευῇ͵ τούς τε ἵππους καὶ τοὺς ἄνδρας πανταχόθεν θώραξι περισκέπον͵ μακροῖς μέντοι χρώμενον καὶ αὐτὸ τοῖς δόρασιν͵ δι΄ ὃ καὶ δορατοφόρον τοῦτο καὶ ξυστοφόρον προσαγορεύεται͵ ἢ καὶ θυρεοφόρον͵ ὅτ΄ ἂν καὶ ἀσπίδας ἔνιοι φορῶσι παραμήκεις διὰ τὸ συνεπισκέπεσθαι καὶ τὸν ἵππον. τὸ δὲ πόρρωθεν μαχόμενον τοξοτῶν τε καὶ Σκυθῶν λέγεται· μέσον δὲ τὸ τῶν καλουμένων ἀκροβολιστῶν͵ οἳ δὴ τοῖς ἄκροις ἐπικοινωνοῦντες οἱ μὲν τόξοις͵ οἱ δὲ ἀκοντίοις μάχονται͵ καὶ τῇ ἄλλῃ χρώμενοι σκευῇ οἱ μὲν οὕτως͵ οἱ δὲ ἐκείνως· ὧν μὲν ἔνιοι μετὰ τὴν ἀκόντισιν ἐγγύθεν μάχονται͵ οὓς ἰδίως ἐλαφροὺς ὀνομάζουσιν· ὅτ΄ ἂν δὲ πόρρωθεν ἀκοντίζωσι μόνον͵ Ταραντίνους.
Εἰσὶν οὖν αἱ πᾶσαι τῶν τάξεων διαφοραὶ αἵδε͵ ὧν ἑκάστη φάλαγξ προσαγορεύεται περιέχουσα συστήματα κατὰ ἀριθμὸν ἐπιτήδειον καὶ ἡγεμόνας αὐτῶν πρὸς τὸ ῥᾳδίως ποιεῖν τὰ παρακελευόμενα πρὸς τὴν ἐφήμερον γυμνασίαν τε καὶ ἄσκησιν τῆς πορείας καὶ στρατοπεδεύσεως καὶ παρατάξεως καὶ πρὸς τοὺς ἐπ΄ ἀληθείας ἀγῶνας.

2 Περὶ μερῶν τῆς φάλαγγος τῶν ὁπλιτῶν τῆς τε ὀνομασίας αὐτῶν καὶ τοῦ ἀριθμοῦ
Ἀναγκαῖον δὲ πρῶτον τὴν φάλαγγα καταλοχίσαι· τοῦτο δέ ἐστι καταμερίσαι εἰς λόχους. ὁ δὲ λόχος ἐστὶν ἀριθμὸς ἀνδρῶν εἰς σύμμετρα διαιρῶν τὴν φάλαγγα· σύμμετρα δέ ἐστι τὰ τιθέμενα μέρη͵ ἃ μηδὲν τὴν φάλαγγα πρὸς τὴν μάχην λυμαίνεται· δι΄ ὃ τὸν ἀριθμὸν τοῦ λόχου οἱ μὲν ὀκτώ͵ οἱ δὲ δέκα͵ οἱ δὲ δυοκαίδεκα ἀνδρῶν πεποιήκασιν͵ ἕτεροι δὲ ἑξκαίδεκα πρὸς τὸ συμμέτρως ἔχειν τὴν φάλαγγα εἴς τε τὸ διπλασιάσαι πρὸς τὰς ῥηθησομένας χρείας ἐπὶ δύο καὶ τριάκοντα ἄνδρα καὶ εἰς τὸ συναιρεῖσθαι εἰς ἥμισυ ἐπ΄ ἄνδρας ὀκτώ· οὐδὲν γὰρ ἔμποδον ἔσται τοῖς ὄπισθεν μαχομένοις ψιλοῖς ἀκοντίζουσιν ἢ σφενδονῶσιν ἢ καὶ τοξεύουσιν· ὑπερβήσονται γὰρ τὸ τῆς φάλαγγος βάθος.
Ἐκαλεῖτο δὲ ὁ λόχος πάλαι καὶ στίχος καὶ συνωμοτία καὶ δεκανία͵ καὶ ὁ μὲν ἄριστος καὶ ἡγεμὼν τοῦ στίχου λοχαγός͵ ὁ δὲ ἔσχατος οὐραγός· ὕστερον δὲ μεταταχθεὶς ὁ στίχος διαφόρους ἔσχεν τῶν μερῶν ἐπωνυμίας· τό τε γὰρ ἥμισυ ἡμιλόχιον ὠνόμασται καὶ διμοιρία͵ τὸ μὲν ὡς πρὸς τὸ τῶν δεκαὲξ ἀνδρῶν πλῆθος͵ τὸ δὲ ὡς πρὸς τὸ τῶν δώδεκα͵ καὶ ὁ ἡγεμὼν ἡμιλοχίτης καὶ διμοιρίτης͵ καὶ τὸ τέταρτον ἐνωμοτία καὶ ἐνωμοτάρχης ὁ ἡγούμενος.
Ὁ δὲ ἡγούμενος ὠνόμασται καὶ πρωτοστάτης͵ ἐπιστάτης δὲ ὁ ἑπόμενος͵ ὥστε καθ΄ ὅλον τὸν στίχον εἶναι πρῶτον πρωτοστάτην͵ εἶτα ἐπιστάτην͵ εἶθ΄ ἑξῆς πρωτοστάτην͵ εἶτα ἐπιστάτην͵ καὶ τοῦτο παρ΄ ἕνα μέχρις οὐραγοῦ͵ καθ΄ ἃ ὑπογέγραπται·
Ὅτ΄ ἂν δὲ λόχῳ λόχος παρατεθῇ͵ ὥστε λοχαγὸν λοχαγῷ καὶ οὐραγὸν οὐραγῷ καὶ τοὺς μεταξὺ τοῖς ὁμοζύγοις παρίστασθαι͵ συλλοχισμὸς ἔσται τὸ τοιοῦτον͵ οἱ δὲ ὁμόζυγοι τῶν λόχων πρωτοστάται ἢ ἐπιστάται διὰ τὸ παραλλήλους ἵστασθαι παραστάται κεκλήσονται.
Ὁ δὲ ἐκ πάντων συλλοχισμὸς φάλαγξ͵ ἧς τὸ τῶν λοχαγῶν τάγμα μέτωπον καὶ μῆκος καὶ πρόσωπον καὶ στόμα καὶ παράταξις καὶ πρωτολοχία καλεῖται καὶ πρῶτον ζυγόν· ὁ δὲ κατόπιν κείμενος μετὰ τοῦτον στίχος τῶν ἐπιστατῶν κατὰ μῆκος τῆς φάλαγγος δεύτερον ζυγόν͵ καὶ ὁ τούτῳ παράλληλος ὑπ΄ αὐτὸν τρίτον͵ καὶ τέταρτόν ἐστι τὸ ὑπὸ τοῦτον ζυγὸν καὶ πέμπτον ὡς αὔτως καὶ ἕκτον καὶ ἑξῆς μέχρις οὐραγοῦ· κοινῶς δὲ πᾶν τὸ μετὰ τὸ μέτωπον τῆς φάλαγγος βάθος ἐπονομάζεται καὶ ὁ ἀπὸ λοχαγοῦ ἐπ΄ οὐραγὸν στίχος κατὰ βάθος.
Καὶ οἱ μὲν τούτῳ ἐπ΄ εὐθείας κείμενοι στοιχεῖν λέγονται͵ οἱ δὲ τῷ κατὰ μῆκος στίχῳ ζυγεῖν· διαιρεθείσης δὲ τῆς φάλαγγος δίχα κατὰ τὸ μῆκος τὸ μὲν ἥμισυ κέρας προσαγορεύεται δεξιόν τε καὶ λαιόν͵ αὕτη δὲ ἡ διχοτομία ὀμφαλός τε καὶ ἀραρός.
Ὁπόσον δὲ δεῖ τὸ πλῆθος εἶναι τῆς φάλαγγος οὐκ εὔλογον διορίζειν· πρὸς γὰρ ἣν ἕκαστος ἔχει παρασκευὴν τοῦ πλήθους καὶ τὸν ἀριθμὸν διοριστέον͵ πλὴν ἐπιτήδειον ἑκάστοτε εἶναι δεῖ πρὸς τοὺς μετασχηματισμοὺς τῶν ταγμάτων͵ λέγω δὲ τὰς συναιρέσεις ἤτ΄ αὐξήσεις· δι΄ ὃ τοὺς ἀρτιάκις ἀρτίους μᾶλλον ἐκλεκτέον ὡς μέχρι μονάδος διαιρεῖσθαι δυναμένους· καὶ τούς γε πλείονας τῶν τακτικῶν εὑρήσεις πεποιηκότας τὴν φάλαγγα τῶν ὁπλιτῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων͵ ὡς δίχα διαιρουμένην μέχρι μονάδος͵ ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν. ὑποκείσθω δ΄ οὖν καὶ ἡμῖν τοσούτων ἀνδρῶν εἶναι τὴν φάλαγγα͵ τὸν δὲ λόχον ἑξκαίδεκα.
Ἔσονται δὴ οἱ μὲν δύο λόχοι διλοχία καὶ ὁ ἐπ΄ αὐτοῖς ἄρχων διλοχίτης͵ οἱ δὲ τούτων διπλάσιοι τετραρχία καὶ ὁ ἐπ΄ αὐτοῖς τετράρχης͵ οἱ δὲ ἔτι τούτων διπλάσιοι τάξις καὶ ὁ ἡγεμὼν ταξίαρχος μὲν πάλαι͵ νῦν δὲ καὶ ἑκατοντάρχης͵ οἱ δὲ τῆς τάξεως διπλάσιοι σύνταγμα καὶ ὁ ἐπὶ τούτοις συνταγματάρχης.
Τοὺς δὲ ἐκτάκτους τὸ μὲν παλαιὸν ἡ τάξις εἶχεν͵ ὡς καὶ τοὔνομα σημαίνει͵ δι΄ ὅτι τῆς τάξεως ἐξάριθμοι ὑπῆρχον͵ στρατοκήρυκα͵ σημειοφόρον͵ σαλπιγκτήν͵ ὑπηρέτην͵ οὐραγόν· τὸν μέν͵ ὅπως τῇ φωνῇ σημαίνοι τὸ προσταττόμενον͵ τὸν δὲ σημείῳ͵ εἰ μὴ φωνῆς κατακούειν ἐνδέχοιτο διὰ θόρυβον͵ τὸν δὲ τῇ σάλπιγγι͵ ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορτόν͵ καὶ τὸν ὑπηρέτην͵ ὥστε τι παρακομίσαι τῶν εἰς τὴν χρείαν͵ τόν γε μὴν ἔκτακτον οὐραγὸν πρὸς τὸ ἐπανάγειν τὸν ἀπολειπόμενον ἐν τῇ τάξει. ὀκτὼ γὰρ ἀνδρῶν ὄντος τοῦ λόχου ὀκταλοχία τὸ τετράγωνον ἐποίει σχῆμα͵ ὅπερ διὰ τὴν πανταχόθεν ἰσότητα μόνον τῶν μερῶν τῆς φάλαγγος ὁμοίως κατακούειν τῶν προσταττομένων δυνάμενον εὐλόγως τάξις ἐπωνόμαστο· διπλασιασθέντος δ΄ ὕστερον τοῦ λόχου ἡ συνταξιαρχία τὸ τετράγωνον ἀπετέλεσεν͵ δι΄ ἃ εἰς ταύτην μετῆλθον οἱ ἔκτακτοι.
Τὸ διπλάσιον δὲ τοῦ συντάγματος πεντακοσιαρχίαν καὶ τὸν ἐπὶ τούτῳ πεντακοσιάρχην ὠνόμασαν͵ τὸ δὲ τούτου διπλάσιον χιλιαρχίαν καὶ τὸν ἡγεμόνα χιλιάρχην͵ τὰς δὲ δύο χιλιαρχίας πάλαι μὲν κέρας καὶ τέλος καὶ τελάρχην τὸν ἡγούμενον͵ ὕστερον δὲ μεραρχίαν καὶ μεράρχην· δι΄ ὃ καὶ τὸ τούτου διπλάσιον φαλαγγαρχία καὶ νῦν ἔτι καλεῖται͵ πλὴν καὶ ἀποτομὴ κέρατος͵ καὶ ὁ ἡγεμὼν πάλαι μὲν στρατηγός͵ νῦν δὲ φαλαγγάρχης· τὸ δὲ τῆς φαλαγγαρχίας ἤτοι ἀποτομῆς διπλοῦν διφαλαγγία καὶ κέρας καὶ ὁ ἐπ΄ αὐτῇ κεράρχης͵ αὐτὸ δὲ τὸ ἐκ τῶν δυεῖν κεράτων ἡ φάλαγξ͵ ἐφ΄ ᾗ ὁ στρατηγός͵ κέρατα ἔχουσα δύο͵ φαλαγγαρχίας ἤτοι ἀποτομὰς δ͵ μεραρχίας η͵ χιλιαρχίας ι͵ πεντακοσιαρχίας λβ͵ συνταξιαρχίας ξδ͵ ταξιαρχίας ρκη͵ τετραρχίας σν͵ διλοχίας φιβ͵ λόχους ακδ.
β κέρας ξδ συνταξιαρχία δ ἀποτομή ρκη τάξις η μεραρχία σν τετραρχία ι χιλιαρχία φιβ διλοχία λβ πεντακοσιαρχία ακδ λόχος.

3 Περὶ διατάξεως τῶν ἀνδρῶν καθ΄ ὅλην τε τὴν φάλαγγα ἢ κατὰ τὰ μέρη
Διατέτακται δὲ ἥ τε ὅλη φάλαγξ καὶ τὰ μέρη κατὰ τετράδα͵ ὥστε τῶν τεσσάρων ἀποτομῶν τὴν μὲν ἀρίστην κατ΄ ἀρετὴν τοῦ δεξιοῦ κέρατος τετάχθαι δεξιάν͵ τὴν δὲ δευτέραν ἀριστερὰν τοῦ λαιοῦ καὶ δεξιὰν τὴν τρίτην͵ τὴν δὲ τετάρτην τοῦ δεξιοῦ λαιάν. οὕτω γὰρ διατεταγμένων ἴσον εἶναι συμβήσεται κατὰ δύναμιν τὸ δεξιὸν κέρας τῷ λαιῷ· τὸ γὰρ ὑπὸ πρώτου καὶ τετάρτου͵ φασὶ γεωμέτριοι͵ ἴσον ἔσται τῷ ὑπὸ δευτέρου καὶ τρίτου͵ ἐὰν τὰ τέσσαρα ἀνὰ λόγον ᾖ.
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἑκάστην ἀποτομὴν ἤτοι φαλαγγαρχίαν διακοσμήσομεν· ἐπεὶ γὰρ ἥμισυ μὲν αὐτῆς ἐστιν ἡ μεραρχία͵ τέταρτον δὲ ἡ χιλιαρχία· τὴν μὲν ἀρίστην χιλιαρχίαν τῆς δεξιᾶς μεραρχίας τάξομεν δεξιάν͵ τὴν δὲ δευτέραν κατ΄ ἀρετὴν τῆς λαιᾶς ἀριστεράν͵ δεξιὰν δὲ τὴν τρίτην͵ τὴν δὲ ὑπολειπομένην λαιὰν τῆς δεξιᾶς. οὕτω γὰρ ἰσοσθενήσουσι καὶ αἱ μεραρχίαι.
Καὶ τὰς χιλιαρχίας δὲ ὡς αὔτως διαθήσομεν. καὶ γὰρ τούτων ἥμισυ μέν ἐστιν ἡ πεντακοσιαρχία͵ τέταρτον δὲ ἡ συνταξιαρχία· οὐκοῦν τὴν μὲν πρώτην καὶ τετάρτην συνταξιαρχίαν τῇ δεξιᾷ πεντακοσιαρχίᾳ νεμοῦμεν τὴν πρώτην ἐν τοῖς δεξιοῖς αὐτῆς μέρισι τιθέντες͵ δευτέραν δὲ καὶ τρίτην συνταξιαρχίαν τῇ λαιᾷ πεντακοσιαρχίᾳ προσνεμοῦμεν κατὰ τὸ ἴσον μέρος αὐτῆς τιθέντες.
Τὴν δὲ πάλιν συνταξιαρχίαν ἑκάστην ἥμισυ μὲν ἔχουσαν τὴν ταξιαρχίαν͵ τέταρτον δὲ τὴν τετραρχίαν κατὰ τὸν αὐτὸν λόγον διαθήσομεν͵ ὥστε τὰς ἐν αὐτῇ ταξιαρχίας ἰσοσθενεῖν. τὸ δ΄ ὅμοιον γέγονεν καὶ ἐπὶ τῆς τετραρχίας· καὶ γὰρ ταύτης ἥμισυ μὲν ἡ διλοχία͵ τέταρτον δὲ ὁ λόχος.
Τὸν μέντοι γε λόχον οὐ κατὰ ταὐτὰ διατάξομεν͵ ἀλλὰ τοὺς μὲν πρόσω τῶν ἀνδρῶν κατὰ τὴν ῥώμην͵ τοὺς δ΄ ὀπίσω κατὰ τὴν φρόνησιν διαφέροντας͵ αὐτῶν δὲ τῶν πρόσω τοὺς λοχαγοὺς μεγέθει τε καὶ ῥώμῃ καὶ ἐμπειρίᾳ προὔχοντας τῶν ἄλλων· τοῦτο γὰρ τὸ ζυγὸν συνέχει τὴν φάλαγγα καὶ οἷον τῆς μαχαίρας ἐστὶ τὸ στόμα͵ ὅθεν καὶ ἀμφιστόμους καλοῦσι τὰς ἀμφοτέρωθεν λοχαγοῖς συνεχομένας τάξεις.
Δεῖ δὲ καὶ τὸ δεύτερον ζυγὸν μὴ πάνυ χεῖρον εἶναι͵ ἵνα πεσόντος τοῦ λοχαγοῦ ὁ παρεδρεύων προελθὼν εἰς τὸ πρόσω συνέχῃ τὴν φάλαγγα. οἱ δὲ οὐραγοὶ οἵ τ΄ ἐν τοῖς λόχοις καὶ οἱ ἔκτακτοι συνέσει τῶν ἄλλων διαφερέτωσαν͵ οἱ μέν͵ ἵνα τοὺς ἰδίους κατευθύνωσι λόχους͵ οἱ δ΄ ὅπως στοιχῶσί τε τὰ συντάγματα καὶ ζυγῶσιν ἀλλήλοις τούς τε λειποτακτοῦντας διὰ δειλίαν εἰς τάξιν ἐπανάγοιεν καὶ ἐν τοῖς συνασπισμοῖς συνεδρεύειν ἀναγκάζοιεν.

4 Περὶ διαστημάτων
Τοῦτον δὴ τὸν τρόπον ἐξομοιωθέντων τῷ ὅλῳ τῶν μορίων ἑξῆς ἂν εἴη ῥητέον περὶ διαστημάτων κατά τε μῆκος καὶ βάθος· τριττὰ γὰρ ἐξηύρηται πρὸς τὰς τῶν πολεμίων χρείας͵ τό τε ἀραιότατον͵ καθ΄ ὃ ἀλλήλων ἀπέχουσι κατά τε μῆκος καὶ βάθος ἕκαστοι πήχεις τέσσαρας͵ καὶ τὸ πυκνότατον͵ καθ΄ ὃ συνησπικὼς ἕκαστος ἀπὸ τῶν ἄλλων πανταχόθεν διέστηκεν πηχυαῖον διάστημα͵ τό τε μέσον͵ ὃ καὶ πύκνωσιν ἐπονομάζουσιν͵ ᾧ διεστήκασι πανταχόθεν δύο πήχεις ἀπ΄ ἀλλήλων.
Γίνεται δὲ μεταβολὴ κατὰ τὰς χρείας ἔκ τινος τούτων εἴς τι τῶν λοιπῶν͵ καὶ ἤτοι κατὰ μῆκος μόνον͵ ὃ καὶ ζυγεῖν ἔφαμεν λέγεσθαι͵ ἢ κατὰ βάθος͵ τὸ καὶ στοιχεῖν͵ ἢ κατ΄ ἄμφω͵ ὅπερ ὀνομάζεται κατὰ παραστάτην καὶ ἐπιστάτην.
Δοκεῖ δὲ τὸ τετράπηχυ κατὰ φύσιν εἶναι͵ ὅθεν οὐδὲ κεῖται ἐπ΄ αὐτῷ ὄνομα· ἀναγκαῖον δὲ τὸ δίπηχυ καὶ ἔτι μᾶλλον τὸ πηχυαῖον. τούτων δὲ τὸ μὲν δίπηχυ κατὰ πύκνωσιν͵ ἔφην͵ ἐπωνόμασται͵ τὸ δὲ πηχυαῖον κατὰ συνασπισμόν. γίνεται δὲ ἡ μὲν πύκνωσις͵ ὅτ΄ ἂν ἡμεῖς τοῖς πολεμίοις τὴν φάλαγγα ἐπάγωμεν͵ ὁ δὲ συνασπισμός͵ ὅτ΄ ἂν οἱ πολέμιοι ἡμῖν ἐπάγωνται.
Ἐπεὶ οὖν χίλιοι εἴκοσι τέσσαρές εἰσιν οἱ κατὰ μέτωπον τῆς φάλαγγος ἀφωρισμένοι λοχαγοί͵ δῆλον ὅτι τεταγμένοι μὲν ἐφέξουσι πήχεις ἓξ καὶ ἐνενήκοντα καὶ τετρακισχιλίους͵ ὅπερ ἐστὶ στάδια δέκα καὶ πήχεις ἐνενήκοντα ἕξ͵ πεπυκνωκότες δὲ σταδίους πέντε καὶ πήχεις μη͵ συνησπικότες δὲ σταδίους δύο καὶ ἥμισυ καὶ πήχεις εἴκοσι τέσσαρας͵ πρὸς ὅσε δεήσει καὶ τῶν χωρίων τὰς ἐκλογὰς ποιεῖσθαι.

5 Περὶ ὅπλων ἰδέας τε καὶ συμμετρίας
Τῶν δὲ φάλαγγος ἀσπίδων ἀρίστη ἡ Μακεδονικὴ χαλκῆ ὀκτωπάλαιστος͵ οὐ λίαν κοίλη· δόρυ δὲ αὖ οὐκ ἔλαττον δεκαπήχεος͵ ὥστε τὸ προπῖπτον αὐτοῦ εἶναι οὐκ ἔλαττον ἢ ὀκτάπηχυ͵ οὐ μὴν οὐδὲ μεῖζον ἐτέλεσαν δύο καὶ δέκα πηχέων͵ ὥστε τὴν πρόπτωσιν εἶναι δεκάπηχυν͵ ᾧ δὴ καὶ ἡ Μακεδονικὴ φάλαγξ χρωμένη ἐν καταπύκνῳ στάσει ἀνύποιστος εἶναι ἐδόκει τοῖς πολεμίοις. εὔδηλον γάρ͵ ὅτι τῶν μέχρι τοῦ πέμπτου ζυγοῦ τὰ δόρατα προπίπτει τοῦ μετώπου· οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ ζυγῷ πήχεσι δυσὶν ὑποβεβηκότες ὀκτὼ πηχέων τὴν τοῦ μετώπου ποιοῦνται πρόπτωσιν͵ ἓξ δὲ οἱ ἐν τῷ τρίτῳ ζυγῷ͵ οἱ δ΄ ἐν τῷ τετάρτῳ τεσσάρων͵ δύο δὲ οἱ ἐν τῷ πέμπτῳ͵ προβεβλημέναι δὲ τοῦ πρώτου ζυγοῦ πέντε σάρισσαι. καὶ Μακεδόνες μὲν οὕτω τῷ στοίχῳ͵ φασί͵ τῶν δοράτων οὐ μόνον τῇ ὄψει τοὺς πολεμίους ἐκπλήττουσιν͵ ἀλλὰ καὶ τῶν λοχαγῶν ἕκαστον παραθαρσύνουσι πέντε δυνάμεσι πεφρουρημένον· οἱ δὲ μετὰ τὸ πέμπτον ζυγόν͵ εἰ καὶ μὴ τὰς σαρίσσας προάγουσι τοῦ μετώπου͵ ἀλλὰ τοῖς γε σώμασιν ἐπιβρίθοντες ἀνελπιστίαν τοῖς πρωτοστάταις φυγῆς παρέχονται. ἔνιοι δὲ τὰς τοῦ μετώπου προπιπτούσας ἀκμὰς ἐξισοῦσθαι βουλόμενοι τὰ δόρατα τῶν ὀπίσω ζυγῶν αὔξουσιν.

6 Περὶ ψιλῶν τε καὶ πελταστῶν
Οἱ δὲ ψιλοί τε καὶ πελτασταὶ πρὸς τὰς ἁρμοζούσας χρείας ὑπὸ τοῦ στρατηγοῦ ταγήσονται τοτὲ μὲν πρὸ τῆς φάλαγγος͵ τοτὲ δὲ ὑπὸ τῇ φάλαγγι͵ ἄλλοτε δὲ κατὰ δεξιά τε καὶ ἀριστερά· ὀνομάζεται δὲ τὸ μὲν πρόταξις͵ τὸ δ΄ ὑπόταξις͵ τὸ δὲ προσένταξις· ἔστι δ΄ ὅτε καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παρ΄ ἄνδρα τάττονται· λέγεται δὲ καὶ τοῦτο παρένταξις͵ δι΄ ὅτι ἀνομοίων ἐστὶ παρένθεσις͵ οἷον ψιλῶν παρ΄ ὁπλίτας· τὴν γοῦν τῶν ὁμοίων παρένθεσιν͵ οἷον ὁπλιτῶν παρ΄ ὁπλίτας ἢ ψιλῶν παρὰ ψιλούς ῥηθήσεται γὰρ καὶ ἡ τούτων χρεία͵ παρένταξιν μὲν οὐκέτι͵ παρεμβολὴν δὲ ἐπονομάζουσι.
Λόχους μὲν δὴ καὶ οὗτοι τέσσαρας καὶ εἴκοσι καὶ χιλίους ἕξουσιν͵ εἰ μέλλουσι συμπαρεκτείνεσθαι τῇ φάλαγγι τῶν ὁπλιτῶν ὑποταττόμενοι͵ οὐ μὴν ἀπὸ ἑξκαίδεκα ἀνδρῶν ἥμισυ γὰρ αὐτῶν ἐστι τὸ πλῆθος͵ ἀλλ΄ ἐξ ὀκτὼ δηλονότι.
Ἔσται δὲ κἀπὶ τούτων τὸ μὲν ἐκ δ λόχων σύστασις ἔτι δὲ ἐκ δυεῖν συστάσεων πεντηκονταρχία͵ τὸ δὲ τούτου διπλάσιον ἑκατονταρχία͵ ἐφ΄ ἧς ἔσονται οἱ ἔκτακτοι͵ πέντε τὸν ἀριθμόν͵ στρατοκῆρύξ τε καὶ σημειοφόρος καὶ σαλπιγκτής͵ ὑπηρέτης τε καὶ οὐραγός· τὸ δὲ τῆς ἑκατονταρχίας διπλάσιον ψιλαγία͵ τὸ δὲ τούτου διπλάσιον ξεναγία͵ ἧς τὸ διπλάσιον σύστρεμμα͵ τούτου δὲ τὸ διπλοῦν ἐπιξεναγία͵ ἧς πάλιν τὸ διπλάσιον στῖφος͵ οὗ δὴ συντεθέντος ἡ τῶν ψιλῶν γίνεται φάλαγξ͵ ἣν καὶ ἐπίταγμα καλοῦσιν ἔνιοι. ταύτης δὲ ἔκτακτοι ἄνδρες ὀκτώ͵ ἐπιξεναγοὶ μὲν τέσσαρες͵ συστρεμματάρχαι δὲ οἱ λοιποί.

7 Περὶ τῶν ἱππέων
Οἱ δέ γε ἱππεῖς͵ ὥσπερ καὶ οἱ ψιλοί͵ πρὸς τὰς παρακολουθούσας χρείας τὴν τάξιν λαμβάνουσιν͵ καὶ μάλιστα αὐτῶν οἱ ἀκροβολισταί· οὗτοι γὰρ οἱ ἐπιτηδειότατοι πρὸς τὸ κατάρξαι τραυμάτων καὶ ἐκκαλέσασθαι πρὸς μάχην καὶ τὰς τάξεις διαλῦσαι καὶ ἵππον ἀνακρούσασθαι καὶ τόπους ἀμείνους προκαταλαβεῖν καὶ τοὺς προκατειλημμένους ἀναλαβεῖν καὶ τοὺς ὑπόπτους ἐρευνῆσαι καὶ ἐνέδρας παρασκευάσαι καὶ τὸ ὅλον προαγωνίσασθαί τε καὶ συναγωνίσασθαι· πολλὰ γὰρ δι΄ ὀξύτητα καὶ μεγάλα κατεργάζονται περὶ τὰς μάχας.
Τὰς δὲ τάξεις αὐτῶν κατὰ σχῆμα οἱ μὲν τε τράγωνον πεποίηνται͵ οἱ δὲ ἑτερόμηκες͵ ἄλλοι δὲ ῥομβοειδές͵ καὶ ἕτεροι σφηνοειδὲς ἤτοι ἐμβολοειδές. κοινῶς δὲ ἅπαντες εἴλην καλοῦσι τὸ σύστημα τοῦ σχήματος. τῇ μὲν οὖν ῥομβοειδεῖ τῶν εἰλῶν δοκοῦσι Θετταλοὶ κεχρῆσθαι πρῶτοι ἐν ἱππικῇ πολὺ δυνηθέντες͵ πρός τε τὰς ἀποστροφὰς καὶ τὰς ἐπιστροφὰς τῶν ἵππων͵ ὅπως μὴ συνταράττοιντο πρὸς πάσας τὰς πλευρὰς στρέφεσθαι δυνάμενοι· τοὺς γὰρ ἀρίστους τῶν ἱππέων κατὰ τὰς πλευρὰς ἔταττον͵ πάλιν τοὺς ἐξέχοντας ἀρετῇ κατὰ τὰς γωνίας· ἐκάλουν δὲ τὸν μὲν κατὰ τὴν πρόσω γωνίαν ἰλάρχην͵ τὸν δὲ κατὰ τὴν ὀπίσω οὐραγόν͵ τοὺς δὲ κατὰ τὴν δεξιὰν καὶ λαιὰν πλαγιοφύλακες.
Τὰς δ΄ ἐμβολοειδεῖς Σκύθας ἐξευρεῖν καὶ Θρᾷκας λέγεται͵ ὕστερον δὲ χρήσασθαι καὶ Μακεδόνας ταύταις͵ ὡς εὐχρηστοτέραις τῶν τετραγώνων· τὸ γὰρ μέτωπον τῶν ἐμβόλων βραχὺ γινόμενον ὥσπερ κἀπὶ τῶν ῥομβοειδῶν͵ ὧνπερ ἥμισύ ἐστι τὸ ἐμβολοειδές͵ ῥᾴστην ἐποίει τὴν διίππευσιν͵ μετὰ τοῦ καὶ τοὺς ἡγεμόνας προβεβλῆσθαι τῶν ἄλλων· καὶ τὰς ἀναστροφὰς εὐμαρεστέρας τῶν τετραγώνων ἐπὶ τούτων γίνεσθαι͵ πρὸς ἕνα τὸν ἰλάρχην ἀποβλεπόντων ἁπάντων͵ ὡς καὶ ἐπὶ τῆς τῶν γεράνων πτήσεως γίνεται.
Ταῖς δὲ τετραγώνοις Πέρσαι τε καὶ Σικελοὶ καὶ Ἕλληνες ἐχρῶντο διὰ τὸ ἐν τούτοις δύνασθαι ζυγεῖν τε ἅμα καὶ στοιχεῖν τὰς εἴλας. πλὴν Ἕλληνες ἑτερομήκει τῷ πλήθει τὴν εἴλην ἐναλλάττοντες τῇ ὄψει τὸ σχῆμα τετράγωνον ἀπεδίδοσαν. δέκα γὰρ ἓξ κατὰ μῆκος͵ ὀκτὼ δὲ κατὰ βάθος ἄνδρας ἔταττον͵ ἀλλ΄ ἐν διπλασίοις διαστήμασι διὰ τὰ τῶν ἵππων μεγέθη. ἔνιοι δὲ τριπλάσιον τὸ μῆκος τοῦ βάθους κατ΄ ἀριθμὸν ποιήσαντες τριπλάσιον διάστημα κατὰ βάθος ἀπέδοσαν͵ ὥστ΄ εἶναι πάλιν τὸ σχῆμα τετράγωνον͵ ὀρθότερον οὗτοι διανοηθέντες͵ οἶμαι· οὐδὲ γὰρ τὸ ἱππικὸν βάθος τῷ πεζῷ τὴν αὐτὴν ὠφελίαν παρέχει προσερεῖδόν τε καὶ συνέχον τὴν εἴλην͵ ἀλλὰ γὰρ καὶ βλάβην ἐμποιεῖν οἶδε πλείω τῶν πολεμίων· ἐπιβάλλοντες γὰρ ἀλλήλοις ἐκταράττουσι τοὺς ἵππους͵ ὅθεν τετραγώνου μὲν ὄντος τοῦ ἀριθμοῦ δεήσει τὸ σχῆμα ποιεῖν ἑτερόμηκες͵ ἑτερομήκους δὲ ὄντος͵ ἐὰν δέῃ ποιεῖν τετράγωνον͵ τριῶν ἢ τεττάρων ἱπποτῶν εἶναι δεήσει τὸ βάθος καὶ πρὸς τοῦτό γε τὸ μῆκος ἐξισοῦσθαι.
Πλὴν ἔδοξε τὸ ῥομβοειδὲς ἀναγκαιότερον εἶναι πρὸς τὰς μεταγωγὰς διὰ τὴν πρὸς ἡγεμόνα νεῦσιν͵ καὶ δι΄ ὅτι ὁμοίως τῷ τετραγώνῳ καὶ ζυγεῖν δύναται καὶ στοιχεῖν͵ ὅθεν οἱ μὲν οὕτως αὐτὸ συνέταξαν͵ ὥστε φροντίσαι τοῦ συναμφοτέρου͵ ὅπως ἂν καὶ ζυγῇ καὶ στοιχῇ͵ οἱ δὲ οὔτε τοῦ ζυγεῖν οὔτε τοῦ στοιχεῖν ἐφρόντισαν͵ ἔνιοι δὲ τοῦ ζυγεῖν͵ οὐ μέντοι τοῦ στοιχεῖν͵ ἔνιοι δὲ ἀνάπαλιν.
Τοῖς μέντοι ζυγεῖν ἅμα καὶ στοιχεῖν αὐτὸ προελομένοις τέτακται τὸ μέγιστον ζυγὸν κατὰ μέσον ἐκ περιττοῦ ἀριθμοῦ οἷον δέκα καὶ ἑνάς͵ οἷόν ἐστι τὸ ἐκ τῶν αα ἐν τῇ ὑποκειμένῃ διαγραφῇ· εἶτ΄ ἐφ΄ ἑκάτερα τοῦδε δύο ζυγὰ δυάδι αὐτοῦ λειπόμενα͵ πρόσω μὲν ὡς τὸ ἐκ τῶν ββ συγκείμενον͵ ὀπίσω δὲ ὡς τὸ ἐκ τῶν γγ͵ ὥσθ΄ ἕκαστον τῶν β καὶ γ στοιχεῖν ἑκάστῳ τῶν α πλὴν τῶν ἄκρων α καὶ α· ἔπειτα ἑξῆς μετὰ μὲν τὸ β ζυγὸν τὸ ἐκ τῶν δδ δυάδι αὐτοῦ λειπόμενον͵ μετὰ δὲ τὸ γ τὸ ἐκ τῶν εε καὶ τοῦτο δυάδι τοῦ γ λειπόμενον͵ ὥστε ἕκαστόν τε τῶν δδ ἑκάστῳ τῶν ββ παρὰ τοὺς ἄκρους στοιχεῖν͵ καὶ ἕκαστον τῶν εε ἑκάστῳ τῶν γγ παρὰ τοὺς ἐσχάτους. ἔσονται δὴ τὰ μὲν κατὰ β καὶ γ ζυγὰ ἀπὸ ἐννέα ἀνδρῶν͵ τὰ δὲ κατὰ δ καὶ ε ἀπὸ ζ͵ ὁμοίως δὲ τούτοις τὰ μὲν ἐφ΄ ἑκάτερα͵ οἷον τὸ ἐκ τῶν ζζ καὶ ηη ἔσται ἀπὸ πεντάδος͵ τὰ δ΄ ἔτι ἑξῆς ὡς τὸ ἐκ τῶν θ καὶ τὸ ἐκ τῶν κ ἀπὸ τριάδος. μονάδος δὲ λειπομένης ἔστω ὁ πρόσω κατὰ τὸ λ ἰλάρχης͵ ὁ δὲ ὄπιθεν καὶ κατὰ τὸ μ οὐραγός· πλαγιοφύλακες δὲ οἱ ἄκροι τοῦ α ζυγοῦ͵ ὥσθ΄ εἶναι τὸ τῆς εἴλης πλῆθος ἀνδρῶν ἑνὸς καὶ ἑξήκοντα. τὸ δὲ ἀπὸ τοῦ α μέσου ζυγοῦ ἐπὶ τὸν ἰλάρχην τρίγωνον σχῆμα ἔμβολόν τε καὶ σφηνοειδὲς ὀνομάζεται· ὑπογέγραπται δὲ οὕτως·
Ὅσοις δ΄ ἤρεσε τὴν εἴλην ζυγεῖν μέν͵ οὐκέτι δὲ καὶ στοιχεῖν͵ τὸ μέγιστον καὶ μέσον ζυγὸν ἐκ περιττῶν ἀνδρῶν ὥσπερ καὶ τὸ πρότερον πεποιηκότες͵ οἷον τὸ αβγδεζη͵ τὰ ἐφ΄ ἑκάτερα μονάδι λειπόμενα τάττουσιν͵ ὥσπερ τὸ θικλμν ζυγόν͵ ὥστε τὸ θ μήτε τῷ α μήτε τῷ β στοιχεῖν͵ ἀλλ΄ ἐν τῷ μεταξὺ αὐτῶν κεῖσθαι εἰς τοὔμπροσθεν͵ ὡς αὔτως δὲ καὶ τῶν βγ τὸ ι καὶ τῶν γδ τὸ κ καὶ τὸ λ τῶν δε͵ τὸ δὲ μ τῶν εζ καὶ τῶν ξη τὸ ν. οὕτω γὰρ κειμένων οὐδὲ εἷς τῶν ἐν τῷ θικλμν ζυγῷ οὐδενὶ τῶν ἐν τῷ αβγδεζη στοιχήσει. ὁμοίως δὲ καὶ τὸ ξοπρ ζυγὸν ἔμπροσθεν τοῦ θικλμν τάσσουσιν͵ ὥστε τὸ ξ μήτε τῷ θ μήτε τῷ ι ἐπ΄ εὐθείας εἶναι͵ ἀλλ΄ ἐν τῷ μεταξὺ τόπῳ καὶ κατὰ τὸ β τοῦ πρώτου ζυγοῦ͵ καὶ τὸ ο μεταξὺ τοῦ ικ ὡς κατὰ τὸ γ͵ καὶ τὸ π μεταξὺ τῶν κλ ὡς κατὰ τὸ δ͵ τὸ δὲ ρ μεταξὺ τῶν λμ ὡς κατὰ τὸ ε͵ καὶ τὸ μεταξὺ τῶν μν κατὰ τὸ ζ. οὕτω γὰρ τὸ ξοπρ ζυγὸν οὐδενὶ τῶν ἐν τῷ παρεδρεύοντι ζυγῷ στοιχήσει͵ οἷον τῷ θικλμν͵ ἀλλὰ τῷ παρ΄ ἕν͵ οἷον τῷ αβγδεζη. ἔσται τοίνυν καὶ τὸ ἑξῆς ζυγὸν οἷον τὸ τυφχ τῷ μὲν πρὸ αὐτοῦ μὴ στοιχοῦν τῷ ξοπρ͵ τῷ δὲ παρ΄ ἕν͵ οἷον τῷ θικλμν͵ καὶ τὸ ψω τῷ μὲν τυφχ οὐ στοιχήσει͵ τῷ δὲ παρὰ τοῦτο ξοπρ͵ τὸ δὲ 561561 οὐ στοιχήσει τῷ ψω͵ τῷ δὲ παρὰ τοῦτο τυφχ· ὁ δὲ α ἰλάρχης μεταξὺ μὲν ἔσται τῶν 561561͵ ἐπ΄ εὐθείας δέ τινι τῶν ἐν τῷ ψω. καὶ τούτῳ δὲ τῷ ἐμβόλῳ καὶ τὸν ὄπισθεν ἴσον τάξαντες συμπληροῦσι τὴν εἴλην͵ ἧς ὁ μὲν α ἔσται ἰλάρχης͵ οὐραγὸς δὲ α ὁ ἔσχατος τῶν δυεῖν ἐμβόλων͵ οἱ δὲ αη πλαγιοφύλακες. καὶ φανερόν͵ ὅτι τῆς τοιαύτης εἴλης εἰ καὶ μὴ τὰ συνεχῆ ζυγὰ στοιχεῖ͵ ἀλλὰ τὰ ἓν παρ΄ ἓν κείμενα.
Ἐπεὶ δὲ συνέβη ζυγεῖν μέν͵ οὐ στοιχεῖν δέ͵ τοῦτο ἡμῶν φροντιζόντων͵ στοιχεῖν λέγεται εἴ γε μόνως ἐν τῇ τάξει φροντίζομεν πρώτου τοῦ κατὰ τὸν ἰλάρχην τε καὶ οὐραγὸν στίχου͵ οἷον τοῦ αωπδπωα καὶ τῶν ἐφ΄ ἑκάτερα͵ οἷον 561υκκυ561 καὶ 561φλλφ561͵ ἔπειτα τῶν μετὰ τούσδε͵ οἷον τοῦ τε ψογοψ καὶ τοῦ ρερ͵ εἶτα τῶν ἐφεξῆς͵ τοῦτ΄ ἔστι τοῦ τε τιιτ καὶ τοῦ χμμχ͵ καὶ τῶν μετὰ τούτους ξβξ καὶ σζ͵ καὶ ἔτι τῶν παρὰ τούτους τοῦ τε θθ καὶ τοῦ νν καὶ τελευταίων τῶν κατὰ τοὺς πλαγιοφύλακες͵ καὶ οὐδὲν μὲν διοίσει κατὰ τὴν θέσιν τοῦ ζυγοῦντος μέν͵ μὴ στοιχοῦντος δέ͵ τῇ δ΄ ἡμετέρᾳ λήψει τῆς τάξεως καὶ τῇ φροντίδι στοιχήσει μέν͵ δι΄ ὅτι οἱ τεταγμένοι κατὰ στοῖχον ἀλλήλους συνέχουσιν͵ οὐ ζυγήσει δέ͵ ὅτι ὁ πρῶτος τοῦ πρώτου στοίχου͵ οἷον ὁ α͵ τῷ τοῦ δευτέρου πρώτῳ͵ οἷον τῷ 561͵ οὐκ ἐπ΄ εὐθείας ἐστὶν κατὰ τὸ ζυγεῖν.
Ἀλλὰ καὶ ὅσοι μήτε ζυγεῖν μήτε στοιχεῖν μᾶλλον τὴν εἴλην προὐθυμήθησαν͵ ἄλλον τρόπον εἰς ταύτην ἐπῄνεσαν τὴν θέσιν· τάσσουσι γὰρ πρῶτον τῆς εἴλης πρόσωπον καὶ οἷον ζυγὸν τὰς εἰς τοὔμπροσθεν δύο πλευρὰς τοῦ ῥομβοειδοῦς͵ οἷον αθξτψ561α561χσνη͵ λαβδοειδὲς σχῆμα͵ εἶθ΄ ἑξῆς ὑπὸ τοῦτο δυάδι αὐτοῦ λειπόμενον τὸ θβιουω φρμζν͵ εἶτα ξιγκπλεμ δυάδι καὶ τοῦτο τοῦ πρὸ αὐτοῦ λειπόμενον͵ ζυγαρχοῦντος τοῦ ἐν τῇ κατὰ τὸ μέσον γωνίᾳ͵ οἷον τῶν αωπ͵ ἑξῆς δὲ τούτῳ τὸ τοκδλρχ͵ οὗ ζυγάρχης ὁ δ͵ καὶ ὑπὸ τοῦτο τὸ ψυπφ͵ ὑφ΄ ὃ τὸ 561ω561͵ καὶ ἔσχατος οὐραγὸς ὁ α. φανερὸν οὖν ὅτι θέσει μὲν οὐδὲν διοίσει τῶν προτέρων͵ λήψει δὲ μόνον͵ ὡς ἐκ τῆς ὑπογραφῆς δῆλον ἔσται.
Τάττουσι δὲ τὰς εἴλας͵ ὥσπερ καὶ τὰ ψιλά͵ τοτὲ μὲν πρὸ τῆς φάλαγγος͵ τοτὲ δὲ ὑπὸ τῇ φάλαγγι͵ ἄλλοτε δ΄ ἐκ πλαγίων͵ ὅθεν καὶ τούτων τὸ πλῆθος φάλαγγα μὲν οὐ καλοῦσιν͵ ἐπίταγμα δέ͵ ὥσπερ καὶ τὸ τῶν ψιλῶν͵ δι΄ ὅτι ἐπὶ τῇ φάλαγγι τάττονται πρὸς τὰς παρακαλούσας αὐτὴν χρείας.
Τὰς μὲν οὖν δύο εἴλας ἐπιλαρχίαν ὠνόμασαν͵ τὰς δὲ δύο ἐπιλαρχίας Ταραντιναρχίαν͵ τὰς δὲ δύο Ταραντιναρχίας ἱππαρχίαν͵ τὰς δὲ δύο ἱππαρχίας ἐφιππαρχίαν͵ τὸ δὲ διπλοῦν τῆς ἐφιππαρχίας τέλος ἀνάλογον τῷ κέρατι τῆς φάλαγγος. ἀπὸ γοῦν τῶν δύο τελῶν τὸ ὅλον ἐπίταγμα γίνεται ἀνάλογον τῇ φάλαγγι.

8 Περὶ ἁρμάτων
Τῶν δὲ ἁρμάτων καὶ ἐλεφάντων εἰ καὶ τὴν χρῆσιν σπανίζουσαν εὑρίσκομεν͵ ἀλλ΄ ὁμῶς πρὸς τὸ τέλειον τῆς γραφῆς τὰς ὀνομασίας ἐκθησόμεθα. κάλουσι τοίνυν τὰ μὲν δύο ἅρματα ζυγαρχίαν͵ τὰς δὲ δύο ζυγαρχίας συζυγίαν͵ δύο δὲ συζυγίας ἐπισυζυγίαν͵ δύο δὲ ἐπισυζυγίας ἁρματαρχίαν͵ καὶ τὸ ἐκ τῶν ἁρματαρχιῶν κέρας͵ οὗ τὸ διπλάσιον φάλαγγα. πλείοσι δὲ φάλαγξι ἁρμάτων χρώμενον ἔξεστι ταῖς αὐταῖς ὀνομασίαις συγκεχρῆσθαι. ἔστι δὲ τῶν ἁρμάτων τὰ μὲν ψιλά͵ τὰ δὲ δρεπανηφόρα κατὰ τοὺς ἄξονας.

9 Περὶ ἐλεφάντων
Ἐπὶ δὲ τῶν ἐλεφάντων ὁ μὲν ἑνὸς ἐλέφαντος ἄρχων ζῴαρχος ὀνομάζεται͵ ὁ δὲ δυεῖν θήραρχος καὶ τὸ σύστημα θηραρχία͵ ὁ δὲ τεσσάρων ἐπιθήραρχος καὶ ἐπιθηραρχία τὸ σύστημα͵ ὁ δὲ τῶν ὀκτὼ ἰλάρχης͵ τῶν δὲ ἑξκαίδεκα ἐλεφαντάρχης͵ κεράρχης δὲ ὁ τῶν δύο καὶ τριάκοντα͵ ὁ δὲ τῶν διπλασιόνων φαλαγγάρχης͵ καὶ ὁμωνύμως τὸ σύστημα καθ΄ ἑκάστην ἀρχὴν κεκλήσεται.

10 Περὶ τῶν κατὰ τὴν κίνησιν ὀνομασιῶν
Τὰ μὲν οὖν εἴδη τῆς τελείας δυνάμεως καὶ τὰ ὀνόματα τῶν ἐν αὐτῇ ταγμάτων εἴρηται· ἑξῆς δὲ περὶ τῶν ὀνομάτων ἀκόλουθον λέγειν͵ οἷς χρώμενοι μεταρρυθμίζουσιν οἱ στρατηγοὶ τὰς φάλαγγας· φασὶ γὰρ τὸ μέν τι κλίσιν ἐπὶ δόρυ ἢ ἐπ΄ ἀσπίδα͵ τὸ δὲ μεταβολὴν καὶ ἐπιστροφήν͵ ἄλλο καὶ ἀναστροφήν͵ ἕτερον καὶ περισπασμὸν καὶ ἐκπερισπασμόν͵ ἀποκατάστασίν τε καὶ ἐπικατάστασιν͵ στοιχεῖν τε καὶ ζυγεῖν καὶ εἰς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασιάζειν· φασὶ δέ τι καὶ ἐπαγωγὴν καὶ παραγωγὴν δεξιὰν ἢ λαιὰν καὶ πλαγίαν φάλαγγα καὶ ὀρθίαν καὶ λοξήν͵ καὶ παρεμβολὴν καὶ παρένθεσιν͵ πρόταξίν τε καὶ ὑπόταξιν καὶ ἐπίταξιν͵ ὧν ἕκαστον ὅτι σημαίνει͵ δηλῶσαι διὰ βραχέων πειρασόμεθα.
Κλίσις μὲν οὖν ἐστιν ἡ κατ΄ ἄνδρα κίνησις͵ ἐπὶ δόρυ μὲν ἡ ἐπὶ δεξιά͵ ἐπ΄ ἀσπίδα δὲ ἡ ἐπ΄ ἀριστερά͵ ἐπὶ δὲ τῶν ἱπποτῶν ἐφ΄ ἡνίαν· γίνεται δὲ κατὰ τὰς ἐκ πλαγίων ἐφόδους τῶν πολεμίων ἀντιπορίας χάριν ἢ ὑπερκεράσεως ὅπερ ἐστὶν ὑπερβαλέσθαι τὸ κέρας τῶν πολεμίων.
Ἡ δὲ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου τὰς τῶν ὁπλιτῶν ὄψεις μετατιθεῖσα καλεῖται μεταβολή͵ ἧς δύο διαφοραί͵ ἡ μὲν ἀπὸ τῶν πολεμίων͵ ἣν καὶ ἐπ΄ οὐρὰν ἐπονομάζουσιν͵ ἡ δ΄ ἐπὶ τοὺς πολεμίους ἀπ΄ οὐρᾶς καλουμένη.
Ἐπιστροφὴ δέ ἐστιν͵ ὅτ΄ ἂν πυκνώσαντες ὅλον τὸ σύνταγμα κατὰ λόχον τε καὶ ζυγὸν ὡς ἑνὸς ἀνδρὸς σῶμα κλίνωμεν͵ ὡς ἂν περὶ κέντρον περὶ τὸν πρῶτον λοχαγόν͵ εἰ μὲν ἐπὶ δόρυ͵ τὸν δεξιόν͵ εἰ δὲ ἐπ΄ ἀσπίδα͵ τὸν ἀριστερὸν ὅλου τοῦ συντάγματος περιενεχθέντος καὶ μεταλαβόντος τὸν ἔμπροσθεν τόπον καὶ ἐπιφάνειαν͵ ἐπὶ δόρυ μὲν τὴν ἐκ δεξιῶν͵ ἐπ΄ ἀσπίδα δὲ τὴν ἐπὶ λαιάν.
Οἷον ἔστω σύνταγμα τὸ αβγδ͵ λοχαγῶν δ΄ ἐν αὐτῷ ζυγὸν τὸ αβ· δῆλον δέ͵ ὅτι δεξιὸς μὲν ἔσται λοχαγὸς ὁ κατὰ τὸ β͵ λαιὸς δὲ ὁ κατὰ τὸ α͵ καὶ ἐπὶ δόρυ μὲν τὰ κατὰ τὸ β μέρη͵ ἐπ΄ ἀσπίδα δὲ τὰ κατὰ τὸ α· μένοντος τοίνυν τοῦ β͵ εἰ ἐπιστρέφομεν ὅλον τὸ αβγδ σύνταγμα ἐπὶ δόρυ͵ τὸ κατὰ τὴν αβ ζυγὸν μεταστήσεται ἐπὶ τὴν πρὸς ὀρθὰς αὐτῷ θέσιν τὴν βε καὶ ὅλον τὸ βαδγ ἔσται ὡς τὸ βεζη ἐπεστραμμένον ἐπὶ δόρυ καὶ κατειληφὸς τόπον μὲν τὸν ἔμπροσθεν͵ ἐπιφάνειαν δὲ τὴν δεξιάν.
Ἀναστροφὴ δέ ἐστιν ἀποκατάστασις τῆς ἐπι στροφῆς εἰς ὃν προκατεῖχε τὸ σύνταγμα τόπον͵ οἷον τὸν κατὰ τὸ αβγδ.
Περισπασμὸς δέ ἐστιν ἡ ἐκ δυεῖν ἐπιστροφῶν τοῦ συντάγματος κίνησις κατὰ τὸ αὐτὸ μέρος ὡς τὸ βθκλ· τῆς μὲν γὰρ πρώτης ἐπιστροφῆς τῆς κατὰ τὸ βεζη ἐπέχει τόπον μὲν τὸν ἔμπροσθεν͵ ἐπιφάνειαν δὲ τὴν δεξιάν͵ τῆς δ΄ ἐξ ἀρχῆς θέσεως τῆς αβγδ εἰς τοὐπίσω βλέπει.
Ἐκπερισπασμὸς δέ ἐστιν͵ ὅτ΄ ἂν ἐκ τριῶν ἐπιστροφῶν ἐπὶ τὰ αὐτὰ συνεχῶν κινῆται τὰ συντάγματα εἰς τὸν ὄπιθεν τόπον καὶ τὴν εἰς λαιὸν ἐπιφάνειαν͵ καθάπερ ἔχει τὸ βμνξ͵ τοῦ μὲν βθκλ εἰς τοὔμπροσθεν κατὰ τὴν δεξιὰν κείμενον ἐπιφάνειαν͵ τοῦ δὲ κατὰ τὴν ἐξ ἀρχῆς θέσιν βαδγ εἰς τοὔπισθέν τε μεταπεσὸν καὶ τὴν ἀριστερὰν βλέπον ἐπιφάνειαν.
Καὶ φανερόν͵ ὅτι τὸν ἐκπερισπασμὸν οὐ κατὰ ἀναστροφὴν ἀποκαθιστάνειν προσήκει δεησόμεθα γὰρ τριῶν ἀναστροφῶν͵ ἵνα ἀποκαταστῇ͵ τῆς τε ἐπὶ τὸ βθκλ καὶ τῆς ἐπὶ τὸ βεζη καὶ ἔτι τῆς ἐπὶ τὸ βαδγ͵ ἀλλὰ κατ΄ ἐπιστροφὴν μίαν τὴν ἐπὶ τὸ δόρυ͵ δι΄ ὅτι τὸ βαδγ τοῦ βμνξ τόπον μὲν ἔχει τὸν ἔμπροσθεν͵ ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν. καλεῖται δὲ ἡ κατ΄ ἐπιστροφὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασις ἐπικατάστασις.
Ἡ μὲν οὖν πρώτη ἐπιστροφὴ καὶ ἡ τρίτη καλουμένη ἐκπερισπασμὸς μοναχῶς ἀποκαθίστανται͵ ἡ μὲν κατὰ ἀναστροφὴν μόνως ἡ βεζη͵ ἡ δὲ κατ΄ ἐπιστροφὴν μόνως ἡ βμνξ· ἡ δὲ δὴ μέση τούτων ἡ βθκλ͵ ἣν καὶ περισπασμὸν καλοῦμεν͵ διχῶς ἀποκαθίσταται͵ δι΄ ὅτι ἡ κατὰ ἀναστροφὴν κίνησις αὐτῆς ἴση ἐστὶ τῇ κατ΄ ἐπιστροφήν· δύο γὰρ ἀναστροφαῖς ἀποκαταστήσεται τῇ τε εἰς τὸ βεζη καὶ τῇ εἰς τὸ βαδγ͵ καὶ δύο ἐπιστροφαῖς ἐπικαταστήσεται͵ τῇ τε εἰς τὸ βμνξ καὶ τῇ εἰς τὸ βαδγ.
Εἰ δ΄ ἐπ΄ ἀσπίδα ποιοίμεθα τὴν ἐπιστροφήν͵ τόπον ἐφέξει τὸ σύνταγμα καὶ οὕτω τὸν ἔμπροσθεν͵ ἐπιφάνειαν δὲ ἐναντίαν τὴν κατ΄ ἀριστεράν· μεταταχθὲν γὰρ τὸ αβγδ περὶ μένοντα τὸν α λοχαγὸν θέσιν ἕξει τὴν αοπρ κατὰ πρώτην ἐπι στροφήν͵ κατὰ δὲ περισπασμὸν τὴν αστυ͵ ἐκπερισπασθεῖσα δὲ τὴν αφχψ καὶ ἐπικατασταθεῖσα τὴν αβγδ. ἡ δὲ τῶν ἀποκαταστάσεων διαφορὰ ὁμοία ταῖς ἐπὶ δόρυσοι νοείσθω. Ταῦτα δὲ γίνεται ὁπότ΄ ἂν οἱ πολέμιοι παραφαίνωνται κατὰ πλευρὰν τῆς φάλαγγος.
Εἰς ὀρθὸν δέ ἐστιν ἀποδοῦναι τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι ἄνδρα ἕκαστον ὥστε͵ εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων κελεύοιντο εἶτα αὖθις ἐπ΄ ὀρθὸν ἀποδοῦναι͵ δεήσει ἐπὶ τοὺς πολεμίους πάλιν τρέπεσθαι.
Ἐξελιγμὸς δὲ γίνεται τριχῶς͵ Μακεδονικός τε καὶ Λακωνικὸς καὶ ἔτι Κρητικὸς ἤτοι Περσικός· τοῦτο δὲ γίνεται διχῶς͵ ἢ κατὰ στοῖχον ἢ κατὰ ζυγόν. Μακεδονικὸς μὲν οὖν ἐστιν ἐξελιγμός͵ ὅτ΄ ἂν τοῦ λοχαγοῦντος ζυγοῦ τὸν οἰκεῖον τόπον ἐπέχοντος τὰ ὀπίσω ζυγὰ τὸν ἔμπροσθεν καταλάβῃ τόπον μεθισταμένων μέχρις οὐραγοῦ͵ εἶτα κατ΄ ἄνδρα μεταβαλλόντων· οἷον εἰ τοῦ αβγδε ζυγοῦ λοχαγοῦντος καὶ μένοντος ἐπὶ ταὐτοῦ τὰ εἰς τοὐπίσω τὸ ζηθικ καὶ τὸ λμνξο εἰς τὸ πρόσω καθίστηται͵ ἤτοι κατὰ ζυγόν͵ ὥστε τὸ ζηθικ μεταστῆναι πρότερον καὶ γενέσθαι κατὰ τὸ πρστυ͵ ἔπειτα τὸ λμνξο κατὰ τὸ φχψω͵ ἢ κατὰ στοῖχον͵ ὥστε τὰ μὲν κο γενέσθαι κατὰ τὰ υ͵ τὰ δὲ ιξ κατὰ τὰ τω καὶ τὰ ἑξῆς͵ οἷον τὰ θν κατὰ τὰ σψ καὶ τὰ ημ κατὰ τὰ ρχ καὶ τὰ ζλ κατὰ τὰ πφ· εἶτα καὶ κατ΄ ἄνδρα μεταβάλωσιν ἀπὸ οὐραγοῦ͵ τόδε ἐστὶν ἀπεστράφθαι μὲν τὰ πρστυ καὶ τὰ φχψω μέρη͵ βλέπειν δὲ κατὰ τὰ αβγδε διὰ τὸ ὄπιθεν ὀφθῆναι τοὺς πολεμίους. φανερὸν δὲ ὅτι κατὰ τοῦτον τὸν ἐξελιγμὸν ἡ φάλαγξ δόξειεν ἂν ὑποχωρεῖν τοῦ οἰκείου τόπου καὶ φυγῇ παραπλήσιον ποιεῖν͵ ὃ δὴ θαρραλεωτέρους μὲν ποιεῖ τοὺς πολεμίους͵ ἀσθενεστέρους δὲ τοὺς ἐξελίσσοντας.
Ὁ δὲ Λακωνικὸς ἐξελιγμὸς τὸν ἐναντίον τούτῳ μεταλαμβάνει τόπον· μεταβάλλει γὰρ ἕκαστος ἐπ΄ οὐράν͵ μένοντος τοῦ οὐραγοῦντος ζυγοῦ οἷον τοῦ λμνξο· τὰ γὰρ λοιπά͵ τό τε ζηθικ καὶ τὸ αβγδε μεθίσταται ἐφ΄ ἑκάτερα τοῦ οὐραγοῦντος͵ διχῶς δῆλον ὅτι͵ ἤτοι κατὰ στοῖχον ἢ κατὰ ζυγόν͵ καὶ θέσιν ἔχει τὸ μὲν ζηθικ τὴν τοῦ ΖΗΘΙΚ͵ τὸ δὲ αβγδε τὴν τοῦ ΑΒΓΔΕ. τοῦτο δὴ ποιῶν ὁ Λακωνικὸς ἐξελιγμὸς τὴν ἐναντίαν κατὰ τὸν Μακεδονικὸν τοῖς πολεμίοις παρέχεται δόξαν· ἐφορμᾶν γὰρ καὶ ἐπιέναι δόξειεν ἂν ὄπιθεν παραφανεῖσιν͵ ὥστε καταπλῆξαι αὐτοὺς καὶ δειλίαν ἐκ τοῦδε γενέσθαι.
Ὁ Κρητικὸς δὲ καὶ Περσικὸς καλούμενος μέσος ἐστὶν ἀμφοῖν· οὐ γὰρ τὸν ὄπιθεν τῆς φάλαγγος μεταλαμβάνει τόπον͵ ὡς ὁ Μακεδονικός͵ οὔτε τὸν ἔμπροσθεν͵ ὡς ὁ Λακωνικός͵ ἀλλ΄ ἐπὶ τοῦ αὐτοῦ χωρίου ὁ μὲν λοχαγὸς τοῦ οὐραγοῦ τὸν τόπον μεταλαμβάνει καὶ οἱ κατὰ τὸ ἑξῆς ἐπιστάται καὶ πρωτοστάται καὶ παραπορευόμενοι κἀνταῦθα διχῶς ἢ κατὰ λόχον ἢ κατὰ ζυγόν͵ ἄχρις ἂν ὁ οὐραγὸς τὸν τοῦ λοχαγοῦ τόπον ἀντιμεταλάβῃ͵ οἷον λοχαγοῦντος τοῦ αβγδε καὶ ἑξῆς ἐπιστατοῦντος τοῦ ζηθικ καὶ ἐφ΄ ἑξῆς τοῦ λμνξο͵ καὶ μετὰ τοῦτο τοῦ πρστυ ἔστω δὲ τοῦτο οὐραγοῦνὅτ΄ ἂν τὸ μὲν αβγδε τὸν τοῦ πρστυ τόπον μεταλαμβάνῃ͵ τὸ δὲ ζηθικ τὸν τοῦ λμνξο͵ τὸ δὲ λμνξο τὸν τοῦ ζηθικ͵ τὸ δὲ πρστυ τὸν τοῦ αβγδε. οὕτω γὰρ ὁ ἐξελιγμὸς οὐκ ἀποστήσει τοῦ αὐτοῦ χωρίου τὴν φάλαγγα͵ ὅπερ ἡμῖν ἔσται χρήσιμον͵ ὁπότ΄ ἂν ὦσιν οἱ ἑκατέρωθεν τόποι φαυλότεροι.
Γίνονται δὲ κατὰ ζυγὸν ἐξελιγμοί͵ ὅτ΄ ἂν τὰ κέρατα μεθίστηται τῶν ἀποτομῶν· διὰ ταῦτα γὰρ ἰσχυρὰ ποιεῖται τὰ μέσα τῆς φάλαγγος. ἐνίοτε δὲ κατὰ ἀποτομὰς οὐκ ἐγχωρεῖ τοὺς ἐξελιγμοὺς ποιήσασθαι͵ ὅτ΄ ἂν ἐγγὺς ὦσιν οἱ πολέμιοι͵ ἀλλὰ κατὰ σύνταγμα͵ ὥστε τὸ τοῦ συντάγματος δεξιὸν ἀντιμεταλαμβάνειν τὰ λαιὰ καὶ ἀνάπαλιν.
Διπλασιάσαι δὲ λέγεται διχῶς· ἢ γὰρ τόπον͵ ἐν ᾧ ἡ φάλαγξ͵ μένοντος τοῦ πλήθους τῶν ἀνδρῶν͵ ἢ τὸν ἀριθμὸν αὐτῶν· γίνεται δὲ ἑκάτερον διχῶς κατὰ λόχον ἢ κατὰ ζυγόν͵ ταὐτὸν δὲ εἰπεῖν κατὰ βάθος ἢ κατὰ μῆκος. κατὰ μῆκος μὲν οὖν γίνεται διπλασιασμὸς ἀνδρῶν͵ ὅτ΄ ἂν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλους αὐτοῖς ἰσαρίθμους τὸ μῆκος τῆς φάλαγγος φυλάττοντες͵ ὥστε πύκνωσιν γενέσθαι μόνην ἐκ τῆς τῶν ἀνδρῶν διπλασιάσεως· κατὰ βάθος δέ͵ ὅτ΄ ἂν μεταξὺ τῶν προϋπαρχόντων ζυγῶν ἄλλα αὐτοῖς ἰσάριθμα παρεμβάλωμεν ὥστε κατὰ βάθος εἶναι πύκνωσιν μόνην· τί δὲ διενήνοχε παρεμβολὴ παρεμπλοκῆς͵ εἴρηται πρότερον.
Τόπου δὲ γίνεται διπλασιασμὸς κατὰ μῆκος μέν͵ ὅτ΄ ἂν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετατάττωμεν͵ ἢ οἱ παρεντεθέντες ἐξελίζωσι κατὰ μῆκος πρὸς τὸ μὴ ὑπερκερασθῆναι ὑπὸ τῶν πολεμίων ἢ ὅτ΄ ἂν ὑπερκεράσαι βουλώμεθα τοὺς πολεμίους· τὸ δ΄ ὑπερκεράσαι ἐστὶν τὸ τῷ κέρατι τῷ ἑτέρῳ ὑπερβαλέσθαι τὸ ἐκείνων κέρας τοῦτο δὲ γίνεται ἐνίοτε καὶ τοῦ ἑτέρου ἐλλείποντος δι΄ ὀλιγότητα ἀνδρῶν͵ ὡς͵ ὅτ΄ ἄν γε καθ΄ ἑκάτερον κέρας ὑπερβάλλωσιν͵ ὑπερφαλαγγεῖν λέγεται.
Κατὰ βάθος δὲ γίνεται τόπου διπλασιασμός͵ ὅτ΄ ἂν τὴν προειρημένην κατὰ βάθος πύκνωσιν μανότητι μετατάττομεν ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ βάθος.
Ἀποκαταστῆσαι δὲ ὅτ΄ ἂν βουλώμεθα ἐπὶ τὰ ἐξ ἀρχῆς͵ παραγγελοῦμεν ἐξελίσσειν τοὺς μετατεταγμένους εἰς οὓς προεῖχον τόπους. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσιν καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων͵ ἐφ΄ ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασμοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν.
Γίνεται δὲ ἐκ τῶν τοιούτων σχηματισμῶν φάλαγξ τοτὲ μὲν τετράγωνος͵ τοτὲ δὲ παραμήκης καὶ ἤτοι πλαγία͵ ὅτ΄ ἂν τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ᾖ͵ ἢ ὀρθία ὅτ΄ ἂν ἀνάπαλιν τὸ βάθος τοῦ μήκους· τούτων δ΄ ἀνὰ μέσον ἡ λοξή͵ ἡ θἄτερον κέρας πλησίον ἔχουσα τῶν πολεμίων καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη͵ θἄτερον δ΄ ἐν ἀποστάσει δι΄ ὑποστολῆς ἔχουσα͵ δεξιὰ μὲν ἡ τὸ δεξιὸν προβεβλημένη͵ λαιὰ δὲ ἡ τὸ λαιόν.
Πολλὰ δὲ καὶ ἄλλα σχήματα οὐ μόνον ἐν ταῖς μάχαις͵ ἀλλὰ κἀν ταῖς πορείαις ἴσχει πρὸς τὰς ἐξαίφνης τῶν πολεμίων ἐφόδους· καταδιαιρεῖται γὰρ εἰς τὰ μέρη τοτὲ μὲν τὰ μείζω͵ τοτὲ δὲ τὰ ἐλάττω͵ οἷον κέρατα καὶ ἀποτομάς͵ ὥστ΄ ἐν τῇ συζεύξει τὰς μοίρας τοτὲ μὲν ἀντιστόμους γενέσθαι͵ τοτὲ δὲ ἀμφιστόμους͵ ἄλλοτε δὲ ὁμοιοστόμους ἢ ἑτεροστόμους. ῍Η γὰρ ἐξ ἑνὸς μέρους ὑφορῶνται τοὺς πολεμίους ἢ ἐκ δυεῖν ἢ τριῶν ἢ πανταχόθεν͵ περὶ ὧν ἑξῆς εἴρηται.

11 Περὶ πορειῶν
Παραγωγὴ καλεῖται ἡ τῆς φάλαγγος ἤτοι καθ΄ ὅλην ἢ κατὰ μέρη καί͵ εἰ καθ΄ ὅλην͵ ἢ πλαγία λέγεται͵ ὅτ΄ ἂν κατὰ τὴν πλαγίαν θέσιν βαδίζῃ͵ ἢ ὀρθία͵ ὅτ΄ ἂν κατὰ τὴν ὀρθίαν· καὶ εἰ πλαγία πορεύοιτο͵ ἤτοι κατ΄ ὀρθόν͵ ὅτ΄ ἂν κατὰ τοὺς λοχαγούς͵ ἢ ἐπ΄ οὐράν͵ ὅτ΄ ἂν κατὰ τοὺς οὐραγούς· ὀρθία δὲ εἰ φέροιτο καὶ τὸ λοχαγοῦν ζυγόν͵ ὃ δὴ καὶ στόμα λέγεται͵ δεξιὸν ἔχει͵ δεξιὰ καλεῖται͵ εἰ δὲ λαιόν͵ ἀριστερά· λοξὴ δὲ ὡς αὔτως λαιά τε καὶ δεξιὰ ἡ τὸ προὖχον ἔχουσα κέρας ὁμώνυμον͵ κυρτὴ δὲ καὶ κοίλη καὶ ἐπικάμπιος εἰς τοὐπίσω ἢ καὶ πρόσω ἡ τὸ στόμα κοῖλον ἢ κυρτὸν ἢ εἰς τοὐπίσω ἢ καὶ πρόσω ἐπικεκαμμένον ἔχουσα͵ ὡς ἔχει τὰ ὑπογεγραμμένα.
Τὸ δ΄ ὄρθιον τοῦτο καὶ πλάγιον οὐ μόνον ἐπὶ τῆς ὅλης φάλαγγος ἐκδέχεσθαι δεῖ͵ ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν μερῶν· εἰ γὰρ κατὰ κέρατα βαδίζοι ἡ φάλαγξ͵ ἢ κατ΄ ὄρθια ἢ πλάγια͵ καί͵ εἴτε κατ΄ ὄρθια εἴτε πλάγια͵ ἢ κατ΄ ἐπαγωγὴν ἤτοι σύζευξιν· ἔστι δὲ κατ΄ ἐπαγωγὴν μέν͵ ὅτ΄ ἂν τὸ δεύτερον ἕπηται τῷ προτέρῳ͵ κατὰ σύζευξιν δέ͵ ὅτ΄ ἂν μηδ΄ ἕτερον θἀτέρου προηγῆται.
Τοῦ δ΄ ὀρθίου κατὰ σύζευξιν εἴδη τέσσαρα· ἢ γὰρ δεξιά ἐστιν ἄμφω τὰ στόματα ἢ λαιὰ καὶ καλεῖται ἡ φάλαγξ ὁμοιόστομος͵ ἡ μὲν δεξιά͵ ἡ δὲ λαιά͵ ἢ ἐναντίως ἔχει τὰ στόματα͵ καὶ εἰ μὲν κατὰ ταῦτα συνάπτοιεν ἀλλήλοις͵ ἀντίστομος ἐπονομάζεται͵ εἰ δὲ κατὰ τοὺς οὐραγούς͵ ἀμφίστομος.
Τῶν δὲ κατ΄ ἐπαγωγὴν πορευομένων ποιεῖν ἔστιν ὄρθια ἑτεροστόμως μόνον͵ ὥστε τὸ μὲν ἔχει δεξιόν͵ τὸ δὲ λαιὸν στόμα· οὐ γὰρ οἷόν τε ἐπὶ τὰ αὐτὰ ἔχειν ἄμφω͵ οὐδὲν γὰρ διοίσει τῆς ὅλης τὰ κέρατα͵ δι΄ ὃ καὶ τὰ πλάγια οὕτως μόνον συζευχθήσονται· κατ΄ ἐπαγωγὴν γὰρ τὰ πλάγια ἢ ὁμοιοστόμως συντεθήσονται ἢ ἀμφιστόμως· τοῖς γὰρ οὐραγοῖς τοῦ ἡγουμένου τοτὲ μὲν οἱ λοχαγοί͵ τοτὲ δὲ οἱ οὐραγοὶ τοῦ ἑπομένου μετα ταγήσονται.
Καὶ τὰ λοξὰ δὲ συντιθέμενα διττὰς ἔχουσι διαφοράς· ἢ γὰρ λαιὸν ἐν λαιῷ τάττεται μέρει καὶ δεξιὸν ἐν δεξιῷ καὶ καλεῖται ἡ ὅλη κοιλέμβολος͵ ἢ ἀνάπαλιν καὶ λέγεται ἔμβολος͵ ὡς τὰ ὑποτεταγμένα σχήματα.
Ἔστι δ΄ ὅτε καὶ τετραμερίᾳ πορεύονται κατὰ ἀποτομὰς παντοχόθεν φυλαττόμενοι τοὺς πολεμίους καὶ γίνεται τετράπλευρον περίστομον τοτὲ μὲν ἑτερόμηκες͵ τοτὲ δὲ τετράγωνον͵ πανταχόθεν ἔχον στόματα ὡς τὸ ὑπογεγραμμένον.
Ὅτ΄ ἂν δὲ κατὰ πλείω μέρη πορεύωνται͵ ἢ ἐσπαρμένα συντάγματα πορεύσεται ἢ πεπλεγμένα· πεπλεγμένα δέ ἐστιν ὅτ΄ ἂν λοξὰ πορεύηται ὐοειδῆ τὴν ὅλην ποιοῦντα φάλαγγα· ἐσπαρμένα δὲ ὁπότ΄ ἂν κατὰ παραλληλόγραμμα μόναις ταῖς γωνίαις συνάπτοντα ἀλλήλοις͵ τοῖς δὲ πλευραῖς ἐπὶ τὸ πρόσω βλέποντα. καὶ ὁ τούτων δὲ τύπος ἐκ τῆς ὑπογραφῆς ἔσται φανερός· γένοιτο δ΄ ἂν κατὰ τὸ εἰκὸς καὶ ἕτερα σχήματα πρὸς τὰς ἀνακυπτούσας ἁρμόζοντα χρείας.
Ἀναγκαιοτάτη δ΄ οὖσα καὶ ἡ τῶν σκευοφόρων ἀγωγὴ ἡγεμόνος δεομένη κατὰ τρόπους γίνεται πέντε· ἢ γὰρ προάγειν δεῖ τῆς φάλαγγος͵ ὅτ΄ ἂν ἐκ πολεμίων ἀπίῃ͵ ἢ ἐπακολουθεῖν͵ ὅτ΄ ἂν εἰς πολεμίους ἐμβάλλῃ͵ ἢ παρὰ τὴν φάλαγγα κατὰ λαιὰ ἢ δεξιὰ εἶναι͵ ὁπότ΄ ἂν φοβῆται τἀναντία μέρη͵ ἢ τό γε λειπόμενον ἀγόμενα ἐντὸς κοίλῃ τῇ φάλαγγι περιέχεσθαι πανταχόθεν ὄντος τοῦ δέους.

12 Περὶ τῶν κατὰ τὰς κινήσεις προσταγμάτων
Τοσούτων δὲ ὄντων καὶ τοιούτων σχηματισμῶν ἑπόμενον ἂν εἴη τοῖς περὶ αὐτῶν ἐπιέναι προστάγμασι͵ καθ΄ ἃ σχηματίζειν τε αὐτὰ καὶ κινεῖν δυνησόμεθα καὶ ἀποκαθιστάνειν εἰς τὴν προϋπάρχουσαν τάξιν. τοῦτο γὰρ ἦν ἔτι λειπόμενον.
Ὅτ΄ ἂν μὲν οὖν ἐπὶ δόρυ τὰ συντάγματα ἐπιστρέφειν βουλώμεθα͵ παραγγελοῦμεν τὸν ἐπὶ τοῦ δεξιοῦ λόχον ἡσυχίαν ἄγειν͵ ἕκαστον δὲ τῶν ἐν τοῖς ἄλλοις λόχοις ἐπὶ δόρυ κλῖναι͵ προσάγειν τε ἐπὶ τὸ δεξιόν͵ εἶτα εἰς ὀρθὸν ἀποδοῦναι͵ ἔπειτα προσάγειν τὰ ὀπίσω ζυγά͵ καὶ ταύτης γενομένης τῆς πυκνώσεως ἐπιστρέφειν ἐπὶ δόρυ͵ καὶ ἔσται τὸ σύνταγμα ἐπεστραμμένον.
Ἐὰν δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι βουλώμεθα͵ ἐπ΄ ἀσπίδα μεταβάλλεσθαι παραγγελοῦμεν ἡ δὲ μεταβολὴ τί σημαίνει πρότερον εἴρηται͵ εἶτ΄ ἀναστρέφειν ὅλον τὸ σύνταγμα͵ ἔπειτα ἐξ ἀρχῆς τῶν λοχαγῶν ἠρεμούντων οἱ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν͵ ἔπειτα μεταβαλλέσθωσαν͵ ἐφ΄ ἃ ἐξ ἀρχῆς ἔνευον· ἔπειτα ὁ δεξιὸς ἠρεμείτω λόχος͵ οἱ δὲ λοιποὶ ἐπ΄ ἀσπίδα κλινέτωσαν καὶ προάγοντες ἀποκαθιστάθωσαν. οὕτω γὰρ τὴν τάξιν͵ ἣν πρότερον εἶχεν͵ ἕκαστος ἀπολήψεται.
Εἰ δ΄ ἐπ΄ ἀσπίδα βουλοίμεθα ἐπιστρέφειν͵ παραγγελοῦμεν ἑκάστου συντάγματος τὸν λαιὸν λόχον ἠρεμεῖν͵ τῶν δὲ ἄλλων ἕκαστον ἐπ΄ ἀσπίδα κλῖναι καὶ προσάγειν εἰς τὰ λαιά͵ εἶτα εἰς ὀρθὸν ἀποδοῦναι͵ ἔπειτα προσάγειν τὰ ὀπίσω ζυγά͵ καὶ γενομένης τῆς πυκνώσεως ἐπ΄ ἀσπίδα ἐπιστρέφειν περὶ τὸν λαιὸν λοχαγόν͵ καὶ γέγονε τὸ παραγγελθέν.
Ἀποκαταστῆσαι δὲ βουλόμενοι ἕκαστον μεταβαλοῦμεν͵ εἶτα σύνταγμα ἀναστρεψάτω͵ εἶτα οἱ λοχαγοὶ ἠρεμείτωσαν͵ οἱ δὲ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν͵ ἔπειτα μεταβαλλέσθωσαν ἐφ΄ ἃ ἐξ ἀρχῆς ἔνευον͵ ἔπειτα ὁ λαιὸς λόχος ἠρεμείτω͵ οἱ δὲ λοιποὶ ἐπὶ δόρυ κλίναντες προαγέτωσαν͵ ἕως ἂν ἀποκαταστῇ τὰ διαστήματα͵ εἶτα εἰς ὀρθὸν ἀποδότωσαν͵ καὶ πάντες ἕξουσι τὴν τάξιν ἣν πρότερον εἶχον.
Ἐὰν δὲ ἐπὶ δόρυ περισπᾶν βουλώμεθα͵ δύο ἐπιστροφὰς ἐπὶ τὸ αὐτὸ ποιῆσαι παραγγελοῦμεν· ἀποκαταστῆσαι δὲ βουλόμενοι παραγγελοῦμεν ἔτι ἐπὶ δόρυ περισπᾶν ἐκ τεσσάρων γὰρ ἐπιστροφῶν εἰς τὸ αὐτὸ πάλιν ἀποκαθίσταται͵ τούτων δὲ γενομένων ἔτι παραγγελοῦμεν τοὺς λοχαγοὺς ἠρεμεῖν͵ τοὺς δὲ λοιποὺς μεταβάλλεσθαι καὶ ἀπιέναι τὰ ὀπίσω ζυγά͵ εἶτα πάλιν μεταβάλλεσθαι͵ τὸν δεξιὸν δὲ λόχον ἠρεμεῖν καὶ τοὺς λοιποὺς ἐπ΄ ἀσπίδα κλίναντες προάγειν καὶ ἀποκαθιστάνειν εἰς τὸ ἐξ ἀρχῆς διάστημα͵ εἶτα εἰς ὀρθὸν ἀποδοῦναι͵ καὶ οὕτως ἔσται εἰς τὸ ἐξ ἀρχῆς καθεστῶτα.
Εἰ δὲ ἐπ΄ ἀσπίδα βουλόμεθα περισπᾶν͵ τοῖς ἐναντίοις παραγγελοῦμεν ἐπ΄ ἀσπίδα δὶς ἐπιστρέφειν͵ ἀλλὰ μὴ ἐπὶ δόρυ͵ καὶ ταῖς ὁμοίαις ἀγωγαῖς χρήσασθαι. ὁμοίως δὲ καὶ ἐκπερισπάσαι βουλόμενοι τρὶς ἐπιστρέψομεν τὰ συντάγματα.
Ἐὰν δὲ κατὰ κέρας τὴν φάλαγγα πυκνῶσαι δέῃ͵ παραγγελοῦμεν ἐπὶ τοῦ δεξιοῦ τὸν δεξιὸν λόχον ἠρεμεῖν͵ τοὺς δὲ λοιποὺς ἐπὶ δόρυ κλίναντας προσάγειν ἐπὶ τὸ δεξιόν͵ ἔπειτα εἰς ὀρθὸν ἀποδιδόναι͵ καὶ προσάγειν τὰ ὀπίσω ζυγά. ἀποκαταστῆσαι δὲ προαιρούμενοι παραγγελοῦμεν τὸ μὲν λοχαγοῦν ζυγὸν ἠρεμεῖν͵ τὰ δ΄ ὀπίσω ζυγὰ μεταβαλλόμενα ἀνιέναι͵ εἶτα πάλιν μεταβάλλεσθαι͵ ἔπειτα τοῦ δεξιοῦ λόχου ἠρεμοῦντος οἱ λοιποὶ ἐπ΄ ἀσπίδα κλίναντες προαγέτωσαν͵ ἕως ἂν τὰ ἐξ ἀρχῆς διαστήματα συντηρήσαντες εἰς ὀρθὸν ἀποδῶσιν.
Εἰ δὲ τὸ λαιὸν κέρας πυκνῶσαι δέῃ͵ τἀναντία παραγγελοῦμεν͵ εἰ δὲ τὸ μέσον τῆς φάλαγγος͵ τὴν δεξιὰν ἀποτομὴν ἐπ΄ ἀσπίδα κλίναντες͵ τὴν δὲ λαιὰν ἐπὶ δόρυ͵ εἶτα προσάγειν κελεύοντες ἐπὶ τὸν ὀμφαλὸν τῆς φάλαγγος͵ ἔπειτα εἰς ὀρθὸν ἀποδοῦναι καὶ προσάγειν τὰ ὀπίσω ζυγά͵ ἕξομεν ὃ προαιρούμεθα. ἀποκαταστῆσαι δὲ βουλόμενοι μεταβάλλεσθαι παραγγελοῦμεν καὶ προάγειν κατὰ ζυγὰ χωρὶς τοῦ πρώτου͵ ἔπειτα πάλιν μεταβάλλεσθαι͵ καὶ τὴν μὲν δεξιὰν διφαλαγγίαν ἐπὶ δόρυ͵ τὴν δὲ λαιὰν ἐπ΄ ἀσπίδα κλῖναι͵ εἶτα κατὰ λόχους ἀκολουθεῖν τοῖς ἡγουμένοις͵ ἄχρις ἂν τὰ ἐξ ἀρχῆς λάβωσι διαστήματα͵ εἶτα εἰς ὀρθὸν ἀποδοῦναι. Δεῖ δὲ ἄνω τὰ δόρατα εἶναι ἐν ταῖς πυκνώσεσι πρὸς τὸ μὴ ἐμποδὼν ταῖς κλίσεσι γίνεσθαι.
Ταῖς δ΄ αὐταῖς ἀγωγαῖς χρησίμαις οὔσαις πρὸς τὰς τῶν πολεμίων αἰφνιδίους ἐπιφανείας καὶ τοὺς ψιλοὺς ἀσκήσομεν. τὰ μὲν φωνῇ͵ τὰ δὲ διὰ σημείων ὁρατῶν͵ ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος. σαφέστατα μὲν γάρ ἐστι τὰ διὰ φωνῆς δηλούμενα οὐ μὴν πάντοτε δυνατὸν διὰ κτύπον τῶν ὅπλων ἢ διὰ πνευμάτων σφοδρῶν ἐμβολάς͵ ἀθορυβώτερα δὲ τὰ διὰ τῶν σημείων· ἀλλ΄ ἐνίοτε καὶ τούτοις ἐπιπροσθοίη ἢ ἡλίου ἀνταύγεια ἢ παχύτης ἀέρος καὶ κονιορτοῦ ἢ καὶ ὄμβρου πλῆθος͵ δι΄ ὃ οὐ ῥᾴδιον πρὸς πάσας τὰς ἀνακυπτούσας χρείας εὐπορῆσαι σημείων͵ οἷς προσήθισται ἡ φάλαγξ͵ ἀλλ΄ ἐνίοτε πρὸς τοὺς καιροὺς ἀνάγκη καινὰ προσευρίσκειν͵ πλὴν ἀδύνατον ἅπαντα συμπεσεῖν͵ ὥστ΄ ἄδηλον εἶναι καὶ σάλπιγγι καὶ φωνῇ καὶ σημείῳ τὸ παράγγελμα.
Τὰ μέντοι διὰ φωνῆς σύντομά τε εἶναι δεῖ καὶ ἀναμφίβολα. τοῦτο ἂν γένοιτο͵ εἰ τὰ ἰδικὰ τῶν γενῶν τε καὶ κοινῶν προτάττοιμεν· ἀμφίβολα γὰρ τὰ κοινά· οἷον οὐκ ἂν φήσαιμεν κλῖναι ἐπὶ δόρυ͵ ἀλλ΄ ἐπὶ δόρυ κλῖναι͵ ἵνα μὴ διὰ τὴν προθυμίαν οἱ μὲν ἐπ΄ ἄλλο͵ οἱ δὲ ἐπ΄ ἄλλο τῆς κλίσεως προειρημένης νεύσωσιν͵ ἀλλ΄ ὁμοῦ τὸ αὐτὸ ποιήσωσιν· ὡς δὲ οὐδὲ μεταβάλλου ἐπὶ δόρυ͵ ἀλλ΄ ἐπὶ δόρυ μεταβάλλου φήσαιμεν͵ οὐδ΄ ἐξέλισσε τὸν Λάκωνα͵ ἀλλ΄ ἀνάπαλιν τὸν Λάκωνα ἐξέλισσε καὶ παράστηθι ἐπὶ τὰ ὅπλα. ὁ σκευοφόρος ἀποχωρείτω τῆς φάλαγγος. ἡσυχία δὲ ἔστω καὶ προσέχετε τῷ παραγγέλματι. ὑπόλαβε τὴν σκευήν· ἀνάλαβε. διάστηθι. ἀνάλαβε τὸ δόρυ. στοίχει͵ ζύγει͵ παρόρα ἐπὶ τὸν ἡγούμενον. ὁ οὐραγὸς ἀπευθυνέτω τὸν ἴδιον λόχον. συντήρει τὰ ἐξ ἀρχῆς διαστήματα. ἐπὶ δόρυ κλῖνον͵ πρόαγε͵ ἔχου οὕτως. τὸ βάθος διπλασίαζε͵ ἀποκατάστησον. τὸ βάθος ἡμισίαζε͵ ἀποκατάστησον. τὸ μῆκος διπλασίαζε͵ ἀποκατάστησον. τὸν Λάκωνα ἐξέλισσε͵ ἀποκατάστησον. ἐπίστρεφε͵ ἀποκατάστησον. ἐπὶ δόρυ περίσπα͵ ἀποκατάστησον ἢ ἐπικατάστησον͵ κατὰ τὰ αὐτὰ καὶ ἐπ΄ ἀσπίδα.
Αὗται διὰ βραχέων αἱ τοῦ τακτικοῦ καθηγήσεις͵ τοῖς μὲν χρωμένοις σωτηρίαν πορίζουσαι͵ τοῖς δ΄ ἐναντίοις κινδύνους ἐπάγουσαι.

_________________
Aquila non capit muscas


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Σάβ Αύγ 28, 2010 7:44 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Ο Κορνούτος Λεύκιος Ανναίος ήταν στωικός φιλόσοφος του 1ου αι. μ.Χ.,
καταγόταν από την Λέπη της Λιβύης και ήταν δάσκαλος του Πέρσιου και του Λουκιανού.
Το 66 ή 68 π.Χ. εξορίσθηκε από τον Νέρωνα και αργότερα θανατώθηκε μαζί με τον επίσης στωικό φιλόσοφο Μουσώνιο Ρούφο.
Από τα έργα του Κορνούτου σώθηκε μόνο το γραμμένο στα ελληνικά «Επιδρομή των κατά την Ελληνικήν μυθολογίαν παραδεδομένων»,
στο οποίο εξετάζεται η αλληγορική ερμηνεία των θεών με βάση την στωική φυσική.
Από αυτό παραθέτω το σημείο που εξηγεί τις διάφορες ονομασίες του Απόλλωνα και της Άρτεμης…

ΚΟΡΝΟΥΤΟΥ: ΕΠΙΔΡΟΜΗ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΕΛΛΗΝΙΚΗΝ ΜΥΘΟΛΟΓΙΑΝ ΠΑΡΑΔΙΔΟΜΕΝΩΝ
Ἐχομένως τοίνυν͵ ὦ τέκνον͵ ἈΠΟΛΛΩΝ ὁ ἥλιός ἐστιν͵ Ἄρτεμις δὲ ἡ σελήνη·
διὰ τοῦτο γὰρ καὶ τοξότας αὐτοὺς ἀμφοτέρους παρήγαγον͵ τὴν ὡσανεὶ ἄφεσιν πόρρω τῶν ἀκτίνων αἰνιττόμενοι.
καλοῦνται δὲ ὁ μὲν [ἥλιος] ἕκατος [διὰ τοῦτο]͵ ἡ δὲ ἑκάτη τῷ ἕκαθεν δεῦρο ἀφιέναι καὶ ἀποστέλλειν τὸ φῶς͵
ὥστε παρακειμένως καὶ ἑκατηβόλους αὐτοὺς προσηγορεύκασιν.
ἔνιοι δὲ τὸν Ἕκατον καὶ τὴν Ἑκάτην ἄλλως ἐτυμολογοῦσιν͵ ὡς τῶν τεθειμένων αὐτοῖς τὰ ὀνόματα ταῦτα ἑκὰς αὐτοὺς εἶναι
εὐχομένων καὶ τὴν ἐξ αὐτῶν βλάβην μὴ προσπελάζειν αὐτοῖς· δοκοῦσι γὰρ καὶ φθείρειν ἔσθ΄ ὅτε τὸν ἀέρα καὶ τῶν λοιμικῶν
καταστάσεων αἴτιοι γίνεσθαι· διὸ καὶ τοὺς ὀξεῖς θανάτους αὐτοῖς ἀνετίθεσαν οἱ πάλαι͵ καὶ ὁ ποιητὴς ὡς ἐμφανές τι ἐν τῷ λοιμῷ
παρεισάγει τὸν Ἀχιλλέα λέγοντα ὅτι ζητητέος μάντις͵ ὅς κ΄ εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων.
τούτου δ΄ ἕνεκεν οἴονται κατ΄ εὐφημισμὸν τὴν μὲν Ἄρτεμιν ἀπὸ τοῦ ἀρτεμεῖς ποιεῖν͵ ὅ ἐστιν ὑγιεῖς͵ ὠνομάσθαι͵
τὸν δ΄ Ἀπόλλωνα ὡς ἀπολύονθ΄ ἡμᾶς τῶν νόσων ἢ ἀπελαύνοντα ἀφ΄ ἡμῶν αὐτὰς [ἢ ἀπολλύντα]
ταύτης τετευχέναι τῆς προσηγορίας͵ καθ΄ ἣν ἔννοιαν καὶ παιήων ἐκλήθη καὶ ἰατρὸς ἔδοξεν εἶναι.
τινὲς δὲ αὐτόθεν Ἀπόλλωνα αὐτὸν ἀπὸ τοῦ ἀπολλύναι φασὶν εἰρῆσθαι·
καὶ γὰρ τὸν ἀπολλύντα ταύτην τὴν διακόσμησιν τοῦτον εἶναι διὰ τοῦ διατμίζειν ἀδιαλείπτως
πάντοθεν αὐτῆς τὸ ὑγρὸν καὶ τῷ αἰθέρι προσκατατάττειν·
τάχα δ΄ ἂν καὶ ἀπὸ τοῦ ἁπλοῦν καὶ λύειν τὸ συνεστὸς τῆς οὐσίας ἢ καὶ τὸ σκότος ὡσὰν ἁπλῶν εἰρημένος εἴη.
οἰκείως δὲ καὶ ἀδελφοὺς αὐτοὺς παρεισήγαγον ἐμφερεῖς ἀλλήλοις ὄντας καὶ ὁμοειδῆ κίνησιν κινουμένους
καὶ δύναμιν παραπλησίαν ἐν τοῖς ὅλοις ἔχοντας καὶ τρέφοντας ὁμοίως τὰ ἐπὶ γῆς.
εἶθ΄ ὁ μὲν Ἀπόλλων ἄρρην ἀνεπλάσθη͵ θερμότερον ὢν πῦρ καὶ δραστικώτερον͵
ἡ δ΄ Ἄρτεμις θήλεια͵ ἀμβλυτέραν καὶ ἀσθενῆ τὴν δύναμιν ἔχουσα.
βούπαιδος δ΄ ἡλικίαν ὁ Ἀπόλλων ἔχει͵ καθ΄ ἣν καὶ οἱ ἄνθρωποι εὐειδέστατοι ἑαυτῶν φαίνονται·
κάλλιστος γὰρ ὀφθῆναι καὶ νεαρώτατός ἐστιν ὁ ἥλιος.
μετὰ δὲ ταῦτα Φοῖβος μὲν λέγεται διὰ τὸ καθαρὸς εἶναι καὶ λαμπρός·
[ἐπιθέτοις ἄλλοις εἰς αὐτὸν χρῶνται͵ χρυσοκόμαν καὶ ἀκειρεκόμαν προσαγορεύοντες͵
ἐπειδὴ χρυσωπός ἐστι καὶ ἔξω πένθους καθεστὼς διὰ τὴν ἁγνότητα]·
Δήλιον δὲ αὐτὸν ὠνόμασαν καὶ Φαναῖον ἀπὸ τοῦ δηλοῦσθαι δι΄ αὐτοῦ τὰ ὄντα καὶ φωτίζεσθαι τὸν κόσμον͵
ὡς καὶ Ἀναφαίου Ἀπόλλωνος ἱερὸν ἱδρύσαντο͵ τοῦ ἀναφαίνοντος πάντα·
τούτῳ δ΄ ἠκολούθησε καὶ τὸ τὴν Δῆλον καὶ Ἀνάφην ἱερὰς αὐτοῦ νομισθῆναι.
διὰ δὲ τὸν εἰρημένον σαφηνισμὸν τῶν πραγμάτων καὶ τὴν μαντικὴν αὐτῷ προσῆψαν
καὶ εὑρεθέντος τοῦ ἐν Δελφοῖς μαντείου τὸν Ἀπόλλωνα προσωνόμασαν Πύθιον ἀπὸ τοῦ δεῦρο ἐρχομένους
τοὺς ἀνθρώπους πυνθάνεσθαι τὰ καθ΄ ἑαυτούς· ἐλέχθη δὲ καὶ ὁ τόπος ὀμφαλὸς τῆς γῆς οὐχ ὡς μεσαίτατος ὢν αὐτῆς͵
ἀλλ΄ ἀπὸ τῆς ἀναδιδομένης ἐν αὐτῷ ὀμφῆς͵ ἥτις ἐστὶ θεία φωνή.
λοξῶν δὲ καὶ περισκελῶν ὄντων τῶν χρησμῶν͵ οὓς δίδωσι͵ λοξίας ὠνόμασται
[ἢ ἀπὸ τῆς λοξότητος τῆς πορείας͵ ἣν ποιεῖται διὰ τοῦ ζῳδιακοῦ κύκλου].
μουσικὸς δὲ καὶ κιθαριστὴς παρεισῆκται τῷ κρούειν ἐναρμονίως πᾶν μέρος τοῦ κόσμου
καὶ συνῳδὸν αὐτὸ πᾶσι τοῖς ἄλλοις μέρεσι ποιεῖν͵ μηδεμιᾶς [αὐτῶν] ἐκμελείας ἐν τοῖς οὖσι θεωρουμένης͵
ἀλλὰ καὶ τὴν τῶν χρόνων πρὸς ἀλλήλους συμμετρίαν ἐπ΄ ἄκρον
ὡς ἐν ῥυθμοῖς τηροῦντος αὐτοῦ καὶ τὰς τῶν ζῴων φωνὰς καὶ ὡσαύτως τοὺς τῶν ἄλλων σωμάτων ψόφους͵
οἳ διὰ τὸ ξηραίνεσθαι χρησίμως ὑπὸ τὸν ἀέρα ἀποδίδονται͵ δαιμονίως ἡρμόσθαι πρὸς τὰς ἀκοὰς ποιοῦντος.
ἀπὸ ταύτης δὲ τῆς ἀρχῆς καὶ Μουσηγέτης ἐκλήθη καὶ ἐπίσκοπος καὶ αὐτὸς παίζειν μετὰ τῶν Μουσῶν ἐνομίσθη·
ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ βασιλῆες φησὶν ὁ Ἡσίοδος.
διὰ τοῦτο γὰρ καὶ ἱερὸς αὐτοῦ ὁ κύκνος τῷ μουσικώτατον καὶ λευκότατον ἅμα εἶναι τῶν ὀρνέων͵
ὁ δὲ κόραξ ἀλλότριος διά τε τὸ μιαρὸς εἶναι καὶ διὰ τὴν χροιάν.
ἡ δὲ δάφνη καίπερ δαφοινή τις οὖσα στέμμα αὐτοῦ ἐστιν͵ ἐπειδὴ εὐερνές τε καὶ ἀειθαλὲς φυτόν ἐστι·
τυγχάνει δὲ καὶ εὐέκκαυστος οὖσα καὶ πρὸς τὰς καθάρσεις οἰκεῖόν τι ἔχουσα͵
ὥστε μὴ ἀλλοτρίως ἀνακεῖσθαι τῷ καθαρωτάτῳ καὶ καυστικωτάτῳ θεῷ. τάχα δὲ καὶ τὸ ὄνομα αὐτῆς͵
προστρέχον πως τῷ διαφαίνειν͵ ἐπιτηδείαν αὐτὴν ἐποίησε πρὸς τὰς μαντείας εἶναι δοκεῖν.
ὁ δὲ τρίπους διὰ τελειότητα τοῦ τῶν τριῶν ἀριθμοῦ δέδοται αὐτῷ· δύναται δὲ καὶ ἀπὸ τῶν τριῶν παραλλήλων κύκλων͵
ὧν ἕνα μὲν τέμνει κινούμενος τὴν ἐνιαύσιον κίνησιν ὁ ἥλιος͵ δυοῖν δ΄ ἐφάπτεται.
ἐπεὶ δ΄ ἐν τοῖς λοιμοῖς ὡς ἐπίπαν δοκεῖ τὰ θρέμματα πημαίνεσθαι πρῶτον καὶ συνεχέστερον
ἢ καθ΄ αὑτὰ φθείρεσθαι [λοιμικῶς]͵ κατὰ τοῦτο καὶ τὴν τῶν ποιμνίων ἐπιμέλειαν ἀνέθηκαν αὐτῷ͵
νόμιον καὶ λύκιον καὶ λυκοκτόνον προσαγορεύοντες.
ἀγυιεὺς δ΄ ἐκλήθη δεόντως ἱδρυθεὶς ἐν ταῖς ἀγυιαῖς·
καταυγάζει γὰρ ταύτας καὶ πληροῖ φωτὸς ἀνατέλλων͵ ὡς ἐκ τῶν ἐναντίων εἴρηται τὸ δύσετο τ΄ ἠέλιος σκιόων τό τε πᾶσαι ἀγυιαί.
καὶ λεσχηνόριον δ΄ αὐτὸν προσηγόρευσαν διὰ τὸ τὰς ἡμέρας ταῖς λέσχαις καὶ τῷ ὁμιλεῖν ἀλλήλοις συνέχεσθαι τοὺς ἀνθρώπους͵
τὰς δὲ νύκτας καθ΄ ἑαυτοὺς ἀναπαύεσθαι.
παιᾶνα δ΄ αὐτὸν ἐκάλεσαν εἴτουν κατ΄ ἀντίφρασιν καὶ ἐξιλαστικῶς͵ ἵνα μὴ νόσους αὐτοῖς ἐπιπέμπῃ μηδὲ φθείρῃ
τὸν ἀναπνεόμενον ὑπ΄ αὐτῶν ἀέρα͵ εἴτε καὶ ὡς τῷ ὄντι τοῦ αὐτοῦ ὑγιείας τῷ σώματι αἰτίου γινομένου διὰ τῆς τοῦ περιέχοντος εὐκρασίας.

Ἡ δ΄ Ἄρτεμις φωσφόρος μὲν ἐπωνομάσθη διὰ τὸ καὶ αὐτὴ σέλας βάλλειν καὶ φωτίζειν ποσῶς τὸ περιέχον͵
ὁπόταν μάλιστα πανσέληνος ᾖ͵ δίκτυννα δ΄ ἀπὸ τοῦ βάλλειν τὰς ἀκτῖνας δίκειν γὰρ τὸ βάλλειν
ἢ ἀπὸ τοῦ διικνεῖσθαι τὴν δύναμιν αὐτῆς εἰς πάντα τὰ ἐπὶ γῆς ὡς διικτύννης αὐτῆς οὔσης.
κυνηγέτιν δ΄ αὐτὴν καὶ θηροκτόνον καὶ ἐλαφηβόλον καὶ ὀρεσίφοιτον παρεισήγαγον
ἤτοι τρέπειν εἰς τὰ ἄγρια βουλόμενοι τὴν ἐξ αὐτῆς βλάβην ἢ ἐπειδὴ μάλιστα νυκτὸς καταφαίνεται͵
πολλὴ δ΄ ἐν τῇ νυκτὶ ἡσυχία πανταχοῦ καθάπερ ἐν ταῖς ὕλαις καὶ ταῖς ἐρήμοις ἐστίν͵
ὥστε ἐν τοιούτοις τισὶ χωρίοις αὐτὴν πλάζεσθαι δοκεῖν͵
ἔξωθεν ἤδη τούτῳ προσπεπλασμένου τοῦ κυνηγετεῖν αὐτὴν τοξότιν οὖσαν.
συνῳδὸν δὲ τούτῳ καὶ τὸ τοὺς κύνας ἱεροὺς αὐτῆς νομισθῆναι πρός τε τὰς θήρας
ἔχοντας ἐπιτηδείως καὶ ἀγρυπνεῖν ἐν ταῖς νυξὶ καὶ ὑλακτεῖν πεφυκότας.
κυνηγίᾳ δ΄ ἔοικε καὶ τὸ μὴ διαλείπειν αὐτὴν ὁτὲ μὲν διώκουσαν τὸν ἥλιον ὁτὲ δὲ φεύγουσαν͵
εἶτα ἐν τῷ ζῳδιακῷ μετερχομένην ζῴδια καὶ ταχέως συνιοῦσαν· οἰκεῖον γὰρ κυνηγίᾳ καὶ τὸ τάχος.
[προσγειότατόν τε τῶν οὐρανίων οὖσαν αὐτὴν περὶ τὰς κορυφὰς τῶν ὀρῶν ἔφασαν ἀναστρέφεσθαι].
οὐχ ἑτέρα δ΄ οὖσα αὐτῆς ἡ Ἑκάτη τρίμορφος εἰσῆκται διὰ τὸ τρία σχήματα γενικώτατα ἀποτελεῖν τὴν σελήνην͵
μηνοειδῆ γινομένην καὶ πανσέληνον καὶ τρίτον τι ἄλλο σχῆμα [πλάττουσιν] ἀναλαμβάνουσαν͵
καθ΄ ὃ πεπλήρωται μὲν αὐτῆς ὁ μηνίσκος͵ οὐ πεπλήρωται δ΄ ὁ κύκλος.
ἐντεῦθεν ἤδη καὶ τριοδῖτις ἐπεκλήθη καὶ τῶν τριόδων ἐπόπτης ἐνομίσθη διὰ τὸ τριχῶς μεταβάλλειν ὁδεύουσα διὰ τῶν ζῴων.
τοῦ δ΄ ἡλίου διὰ τῆς ἡμέρας μόνον φαινομένου͵ αὐτὴν καὶ νυκτὸς καὶ σκότους ὁρωμένην καὶ μεταβάλλουσαν νυχίαν τε
καὶ νυκτιπόλον καὶ χθονίαν ἐκάλεσαν καὶ τοῖς καταχθονίοις θεοῖς ἤρξαντο συντιμᾶν͵ δεῖπνα ἐμφέροντες αὐτῇ.
προσανεπλάσθη δὲ τούτῳ καὶ τὸ μιαίνειν τὴν γῆν ταύτην [καὶ μιαίνειν] ὥσπερ τοὺς κατοιχομένους καὶ τὸ ταῖς φαρμακίσι συνεργεῖν
καὶ ἐπάγεσθαι ταῖς οἰκίαις͵ εἶτα τελευταῖον τὸ πένθεσι καὶ φόνῳ χαίρειν͵ ἐξ οὗ τινες προήχθησαν ἐπὶ τὸ καὶ θυσίαις αὐτὴν
ἀτόποις καὶ σφαγιασμοῖς ἀνθρώπων ἱλάσκεσθαι θέλειν. καθιέρωσαν δὲ καὶ τὴν τρίγλαν αὐτῇ διὰ τοὔνομα.
ἐνοδία δέ ἐστιν οὐ δι΄ ἄλλο τι ἢ διὸ καὶ Ἀπόλλων ἀγυιεύς.
δοκεῖ δὲ τοῖς πλείστοις ἡ αὐτὴ εἶναι καὶ Εἰλείθυια͵ ἀπαύστως εἰλουμένη καὶ θέουσα περὶ τὴν γῆν͵
ἣν εὔχονται ἐλθεῖν αὑταῖς ἠπίαν καὶ λυσίζωνον αἱ ὠδίνουσαι͵ λύουσαν τὸ ἐσφιγμένον τῶν κόλπων
πρὸς τὸ ῥᾷον καὶ ἀπονώτερον ἐκπεσεῖν τὸ κυισκόμενον͵
λεγομένης αὐτῆς καὶ Ἐλευθοῦς. πλείους δ΄ Εἰλείθυιαι παραδέδονται καθ΄ ὃν λόγον πλείους Ἔρωτες·
πολύτροποι γὰρ καὶ οἱ τοκετοὶ τῶν γυναικῶν ὡς αἱ τῶν ἐρώντων ἐπιθυμίαι.
φανερῶς δ΄ ἡ σελήνη τελεσφορεῖσθαι τὰ συλλαμβανόμενα
ποιεῖ καὶ ταύτης ἐστὶ τό τε αὔξειν αὐτὰ καὶ τὸ ἀπολύειν τῶν φερουσῶν πεπανθέντα.
οὐ θαυμαστὸν δ΄ εἰ κατ΄ ἄλλην μὲν ἔμφασιν παρθένον ὑπενόησαν τὴν Ἄρτεμιν
ἄχραντον καὶ ἁγνὴν οὖσαν ὁμοίως τῷ ἡλίῳ͵
κατ΄ ἄλλην δὲ ἐπίκουρον τῶν τικτουσῶν͵ ἐπ΄ αὐτῇ κειμένου τοῦ εὐτοκεῖσθαι τὰ τικτόμενα͵
κατὰ τρίτην δὲ φρικῶδές τι καὶ χαλεπὸν ἔχουσαν͵ οἵαν ἔφαμεν περὶ τῆς Ἑκάτης ὑπόνοιαν εἶναι.

_________________
Aquila non capit muscas


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Κυρ Σεπ 05, 2010 5:52 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Υπάρχουν έργα που οι συγγραφείς τους είναι άγνωστοι ή θέλησαν να παραμείνουν άγνωστοι
για διάφορους λόγους (για να προκαλέσουν περισσότερο ενδιαφέρον ή για να αποφύγουν ενδεχόμενη δίωξη).
Μερικά έργα, λοιπόν, έχουν σωθεί ανώνυμα όπως και το παρακάτω βυζαντινό κείμενο
που μας δίνει μηνιαίες διατροφικές συμβουλές. :D

ΑΝΩΝΥΜΟΥ: ΠΕΡΙ ΤΩΝ ΔΩΔΕΚΑ ΜΗΝΩΝ ΤΟΥ ΕΝΙΑΥΤΟΥ
ΟΠΟΙΑΙΣ ΔΕΙ ΧΡΗΣΘΑΙ ΤΡΟΦΑΙΣ ΕΝ ΕΚΑΣΤΩΙ ΑΥΤΩΝ ΚΑΙ ΑΠΟ ΠΟΙΩΝ ΑΠΕΧΕΣΘΑΙ

Μηνὶ Σεπτεμβρίῳ
Ἐν τούτῳ τῷ μηνὶ ἁρμόζει γαλακτοτροφεῖν καὶ γαλακτοποτεῖν· ἐκ δὲ τῶν κρεῶν ὄρνιθας ἐσθίειν.
καὶ πρόβεια͵ καὶ περιστεράς͵ καὶ νήσσας καὶ τρωγλίτας͵ ὄρτυγας καὶ λακτέντα ὀπτὰ ξὺν ὀξυμέλιτι ἐσθίειν.
Ἐκ δὲ τῶν ἰχθύων͵ λαμβάνειν πάντας τοὺς τρυφεροὺς καὶ πετραίους καὶ μαλακοσάρκους͵ καὶ κεφάλους͵ καὶ πάντα τὰ ἀλέπιδα.
Ἐκ δὲ τῶν ὀσπρίων͵ κυάμων καὶ φακῆς ἀπέχεσθαι͵ τὰ δὲ λοιπὰ ἐσθίειν.
Ἐκ δὲ τῶν λαχάνων͵ κράμβης͵ γογγύλης καὶ ἐλαιῶν μαυρῶν ἀπέχεσθαι. Δριμυφαγίαις δὲ χρᾶσθαι μερικῶς͵ οἷον ῥέπανον͵
σίναπι͵ πέπερι͵ κιννάμωμον καὶ στάχος.
Ἐκ δὲ τῶν ὀπωρῶν͵ σταφυλὰς καὶ ἀπίδια καὶ δαμασκηνὰ λευκὰ καὶ μῆλα͵ καὶ ῥοδάκινα͵ καὶ πεπόνιον͵
καὶ τὰ ὅμοια τούτων. Καὶ οἴνους πίνειν ἀψινθοκράεις καὶ ἀψινθάτους.
Λουτρὰ ὀκτώ· σμήγματα δὲ κεφαλῆς͵ κιμώλια μετὰ ὄξους͵ καὶ ἔλαια ῥοδάκινα͵ ἕως κδ. Καὶ συνουσιάζειν. Χρίσμα δὲ κοινὸν ποιεῖν.

Μηνὶ Ὀκτωβρίῳ
Ἁρμόζει δριμυφαγίαις πάσαις χρᾶσθαι͵ πρὸ πάντων δὲ πράσα ἐσθίειν ἑφθὰ καὶ ὠμά.
Καὶ τὸ ζέμα πίνειν. Καὶ σκόροδα ἑφθά͵ καρυκευτά͵ οἷον στάχος͵ πέπερι͵ κιννάμωμον͵
καρυόφυλλον͵ καὶ ταῦτα διὰ τῶν ἀρωμάτων ἐσθίειν.
Ἐκ δὲ τῶν κρεῶν͵ πρόβεια καὶ ὀρνίθεια καὶ περιστερόπουλα͵ καὶ χῆνας͵ καὶ ὀρτυγομήτρας͵
καὶ λακτέντα ἐσθίειν͵ νήσσας τε καὶ φάσσας͵ καὶ τρυγόνας καὶ πέρδικας. Βόεια δὲ καὶ ἐλάφια
καὶ πλατὺν καὶ συάγρους καὶ λαγὼν ἀπέχεσθαι χρή.
Ἐκ δὲ τῶν ἰχθύων͵ κεφάλους καὶ μίχλας͵ καὶ πάντα τὰ ἀλέπιδα μὴ ἐσθίειν͵ τὰ δ΄ ἄλλα πάντα.
Ἐκ δὲ τῶν ὀσπρίων͵ κυάμους καὶ φακῆς καὶ λαθύρων ἀπέχεσθαι· τὰ δὲ λοιπὰ ἐσθίειν͵
καὶ ἀσπαράγους πάντας καὶ ἀμανίτας λευκούς.
Ἐκ δὲ τῶν ὀπωρῶν͵ σταφυλὰς ἄσπρας͵ ἀπιοὺς τοὺς ἀκμάσαντας͵ καὶ μῆλα τὰ γλυκέα͵
σῦκα δὲ ἄσπρα͵ ῥοδάκινα περσικά͵ καὶ φοίνικας καὶ ῥοιάς͵ καὶ μηλοκυδώνια ἐσθίειν.
Ἐκ δὲ τῶν ξηρῶν ἁπάντων τῶν ὀπωρῶν͵ πιστάκια͵ κάρυα τὰ βασιλικά͵ καὶ ἀμύγδαλα͵
καὶ κουκουνάρια͵ καὶ λεπτοκάρυα ἐσθίειν.
Οἴνους δὲ λεπτοὺς καὶ ἐλαιοχρώους πίνειν καὶ ἀψινθάτους.
Λουτρὰ ὀκτώ. Καὶ ἀφροδισιάζειν. Καὶ χρίεσθαι ἅπαξ. καὶ σμήχεσθαι͵ ὡς εἴρηται.

Μηνὶ Νοεμβρίῳ
Ἁρμόζει εἰς λουτρὰ μὴ λούεσθαι͵ μηδὲ χρίεσθαι· εἰ δὲ καὶ συμβῇ͵ δύο λουτρὰ καὶ μόνα δεῖ.
Ἐκ δὲ τῶν κρεῶν͵ μὴ ἐσθίειν ἐλάφους͵ καὶ βόεια͵ καὶ δορκάδας͵ καὶ λαγών͵ καὶ συάγρους͵
καὶ ἀγριοαῖγας· τὰ δὲ λοιπὰ κρέα ἐν πετεινοῖς ἐσθίειν ψαχνὰ καὶ λίαν δίεφθα καὶ καρυκευτά·
καὶ λακτέντα τὰ μικρά.
Ἐκ δὲ τῶν ἰχθύων͵ πάντας ἐσθίειν͵ πλὴν τῶν ὑγροτέρων͵ καὶ κίχλας καὶ κωβιούς͵
καὶ πάντα τὰ ἀλέπιδα͵ καθὼς προλέλεκται ἐν τῷ ὀκτωβρίῳ.
Τοῖς δὲ δριμέσι χρᾶσθαι͵ οἷον πέπερι͵ καὶ ὅσα διὰ τῶν ἀρωμάτων· καὶ πρασομόλοχα ἐσθίειν.
Ἐκ δὲ τῶν ὀσπρίων͵ κυάμους καὶ λουπινάρια ἀπέχεσθαι· τὰ δὲ λοιπὰ πάντα ἐσθίειν.
Ἐκ δὲ τῶν ὀπωρῶν͵ φοίνικας μὴ ἐσθίειν· ὅλας δὲ τὰς ξηρὰς ἐσθίειν.
Ἐκ δὲ τῶν οἴνων͵ τοὺς παλαιοὺς καὶ λεπτοὺς καὶ λευκοὺς καὶ εὐώδεις πίνειν.
Ἐκφεύγειν δὲ πάντων τῶν ὑγροτέρων τὰ βρώματα.
Λαμβάνειν δὲ καὶ τὸ ἀπόθερμον τῆς τίλης ἐκ διαλείμματος. Καὶ ἀφροδισιάζειν.

Μηνὶ Δεκεμβρίῳ
......... Λείπει ........... :(

Μηνὶ Ἰανουαρίῳ
Ἁρμόζει οἴνου καλοῦ εὐωδεστάτου λαμβάνειν ῥοφήματα τρία͵ μετὰ ἀτάκτης͵ καὶ ἐπινηστεύειν ἕως ὥρας τρίτης͵
καὶ τρέφεσθαι τοῖς ἐκ κρεῶν προβείοις χλίοις καὶ ὀπτοῖς͵ καὶ χοιρείοις ὡσαύτως μικροῖς ὀπτοῖς.
Καὶ ζωμοὺς κατασκευάζειν καρυκευτούς͵ στάχος͵ κιννάμωμον͵ καὶ ἔργον τριπτὸν ἀρτύματι͵
καρναβάδιον ἀνατολικόν͵ πέπερι͵ καὶ τὰ λοιπά.
Ἐν δὲ τῇ ὀπτήσει τὰ τῶν χοιρείων κρεῶν ἀλειφέσθωσαν οἰνομέλιτι·
τὰ δὲ ποδοκέφαλα τῶν ὀϊῶν͵ τουτέστι προβατικά͵ ὀξυστά.
Ἐκ δὲ τῶν ὀρνέων͵ ὄρνιθας͵ περιστερόπαυλα͵ λευκὰ δέ͵ ἐὰν εὐρθεῶσι͵ καὶ βρακκάτα· ταῦτα γάρ εἰσι τὰ κρείττονα·
χλία δὲ καὶ ὀπτὰ ἐσθίειν· καὶ χῆνας καὶ νήσσας͵ καὶ κίχλας͵ καὶ ὄρτυγας͵ καὶ τρωγλίτας· τούτων δὲ ἀγρίων γινομένων͵
ἐπιβάπτειν αὐτὰ σίναπυ͵ ἁλοκύμεινον͵ καὶ οἰνόγαρον.
Ἐκ δὲ τῶν ὀσπρίων͵ λαθύριον καὶ αὖχος͵ ἀλεστά· ἡ δὲ ἄρτυσις αὐτῶν͵ ἅλας͵ ἔλαιον͵ καὶ κύμινον τριπτόν.
Ἐκ δὲ τῶν ὀπωρῶν͵ σταφίδας͵ ἀμύγδαλα͵ πιστάκια͵ κουκουνάρια· λαμβάνειν δὲ ὀλίγον κίτρον͵
καὶ ῥοΐδιν καὶ φοίνικας͵ καὶ πρῶτον γάλα μετὰ μέλιτος͵ καὶ στάχος τριπτόν͵ καὶ κιννάμωμον.
Καὶ δι΄ ὅλου τοῦ μηνός͵ λουτρὰ τέσσαρα· σμηχόμενος νίτρῳ ὀπτῷ͵ ἐν οἴνῳ λειωθέντι.
Καὶ χρίσμα ποιεῖν σκευαστόν͵ τουτέστι ψίλιθρον͵ καὶ βάλλειν ἀλόην γ καὶ σμύρναν α͵ καὶ κρόκον ᾠῶν δύο.
Ταῦτα πάντα ἑνώσας͵ χρίου· αὕτη δὲ ἡ σκευὴ ἑνὸς ἀνθρώπου.
Ἁρμόζει δὲ πρὶν χρίσασθαι͵ εἰσελθεῖν εἰς τὸ λουτρόν͵ καὶ περιχύσασθαι σίτλας δύο ἢ τρεῖς͵ πρὶν ἱδρώσῃ͵ καὶ ἐξελθεῖν·
καὶ ἀποσπογγίσασθαι καλῶς· καὶ οὕτω χρίσασθαι. Καὶ μὴ βράδυνε μετὰ τοῦ χρίσματος.
Μετὰ δὲ τὸ χρίσμα͵ ἀποτρίβεσθαι δεῖ διὰ οἰνοποτηρίου καὶ κρόκων ᾠῶν͵ ῥοδελαίῳ ἀναμεμιγμένων.
Καὶ ἀφροδισιάζειν μέχρις ἰσημερίας μαρτίου.

Μηνὶ Φεβρουαρίῳ
Ἁρμόζει σεῦτλον μὴ ἐσθίειν͵ μηδὲ ἄγριον τὸ οἱονδήποτε͵ μήτε κίχλας τῶν ἰχθύων·
μήτε ζέμα πίνειν τὸ οἱονδήποτε͵ ἄνευ τοῦ πρασοζέματος͵ καὶ τοῦ μαλάθρου͵
καὶ τοῦ σκορδοζέματος καρυκευτοῦ. Οἴνους δὲ παλαιοὺς καὶ εὐώδεις πίνειν.
Ἐν δὲ κρέασιν ἐσθίειν͵ κατὰ τὸν προλεχθέντα κανόνα τοῦ ἰανουαρίου μηνός.
Καὶ ἐκ τῶν ἰχθύων τὰ προλεχθέντα͵ καὶ ὅσα ὀστρακώδη͵ τὰ λεγόμενα ὄστρια͵
καὶ φάγρους͵ καὶ ἀστακούς͵ καὶ μύδια καὶ κτένια͵ καὶ ὅσα τῶν ἰχθύων πετραῖα͵
ὡσαύτως ὀρφούς͵ λαπίνας͵ σκάρια͵ καρίδας͵ καὶ ὅσα πετρώδη͵ πλὴν διὰ σίνηπι.
Τὰ δὲ βάμματα͵ καὶ τὰ ὀπωρινά͵ ὅσα προελέχθησαν τῷ ἰανουαρίῳ μηνί.
Ὡσαύτως καὶ ἐκ τῶν λαχάνων καὶ κοδιμέντων τὰ προλεχθέντα.
Ὁμοίως καὶ τὰ λουτρά͵ καὶ τὸ χρίσμα. Καὶ ἀφροδισιάζειν ὁμοίως.

Μηνὶ Μαρτίῳ
Ἁρμόζει πᾶσι τοῖς γλυκέσι χρᾶσθαι ἐν τροφαῖς καὶ ποτοῖς.
Ἀρκετὰ δὲ ταῦτα ἐν τούτοις· πᾶν γὰρ τὸ πολὺ τῇ φύσει πολέμιον͵
τὰ δὲ κατὰ μικρὸν ἀσφαλῆ. Δριμυφαγίας δὲ πάσης καὶ πικροφαγίας ἀπέχεσθαι.
Ἐκ δὲ τῶν ἰχθύων͵ παντοῖα ἐσθίειν͵ ἄνευ τῶν ἀλεπίδων·
τοὺς δὲ λάβρακας͵ καὶ κεφάλους ἐσθίειν συχνῶς.
Καὶ ἐκ τῶν ὀσπρίων͵ τὸν ἄλικα δίεφθον καὶ ὑδαρώτερον καὶ καρυκευτὸν μέλιτι͵ στάχει͵
κινναμώμῳ καὶ οἴνῳ εὐωδεστάτῳ. Τὸν δὲ κύαμον͵ τουτέστι φάβα͵
βρέχειν δεῖ καὶ ἐκζένειν καλῶς͵ καὶ ἅλασι καὶ ἐλαίῳ ὀμφακίνῳ καλῷ ἐπιβάλλειν.
Λαμβάνειν δὲ καὶ τῆς τίλης τὸ σπέρμα͵ τουτέστι κέριν͵ ἀπόθερμον͵ δίεφθον͵ ἀρτυθὲν μέλιτι καὶ στάχει.
Πλύνεσθαι δὲ δεῖ τὴν τίλην τρίτον͵ καὶ τρίβειν ταῖς χερσί͵ καὶ τότε ἕψειν͵ καὶ μερικῶς ἀποζεματίζειν·
ἐὰν γὰρ πάνυ ἀποζεματισθῇ͵ γίνεται δύσπεπτος͵ ἐφεκτικὴ καὶ πονηρά͵ καὶ ἐμφρακτικὴ κοιλίας·
μὴ πάνυ δὲ ἀποζεματισθεῖσα τὸν ἴδιον χυλόν͵ τουτέστι τὴν ἰδίαν πικρίαν͵ γαστέρα ἐμφράττει.
Γλύκαινε οὖν τὴν πικρίαν αὐτῆς μέλιτι. Λαθύριν δὲ καὶ αὖχος͵ ἀλεστά·
τὸν δὲ φασίουλον͵ τοῖς εὐαρέστοις͵ λαμβάνειν ἐκζεστόν͵ δίεφθον ὀξυμέλιτι.
Ἐκ δὲ τῶν λαχάνων͵ σεῦτλον καὶ μολόχιν καὶ χρυσολάχανον ἐσθίειν͵
καὶ πάντας τοὺς ἀσπαράγους καὶ ἀμανίτας͵ ἄνευ τῆς βρυωνίας καὶ τῆς χαμαιδάφνου͵ διότι πικρά εἰσιν.
Ἐκ δὲ τῶν συνθέτων͵ ἐσθίειν ἐλαίας κολυμβάδας καὶ ὀξυμέλιτα ἐκ διαλείμματος.
Καὶ δριμέος παντοίου μηδόλως ἅπτεσθαι τὸν μῆνα τὸν μάρτιον͵ ἀλλὰ παντοῖα γλυκέα ἐσθίειν.
Ἐκ δὲ τῶν ὀπωρῶν πασῶν͵ τὰς προλεχθείσας͵ φοίνικας κατὰ χρέος.
Ἐκ δὲ γλυκοποσίας͵ λαμβάνειν κονδύτον͵ ἔχοντα πέπερι͵ κιννάμωμον͵ καρυόφυλλον͵ καὶ στάχος πλεῖστον.
Καὶ λουτρὰ τὸν μῆνα ἕξ͵ τὰ μὲν τρία χρίεσθαι ἐν ἡμέρᾳ γ͵ ὥρᾳ γ͵ ἄνευ τῆς ἀλόης καὶ τῆς σμύρνης·
τὰ δὲ ἄλλα τρία λουτρὰ λούεσθαι ἐν ἡμέρᾳ πέμπτῃ ἄνευ τοῦ χρίσματος.
Σμήγματα δὲ ὅσα διὰ νίτρου. Οἴνου δὲ λεπτοῦ καὶ εὐωδεστάτου͵
καὶ ἐλαιοχρόου μεταλαμβάνειν· καὶ συνουσίας μετρίως.

Μηνὶ Ἀπριλίῳ
Ἁρμόζει μὴ ἐσθίειν ῥάφανον ἢ ἡδύοσμον͵ κάπαριν͵ πεπεροκύμινον͵ θρύμβον͵
καὶ πάντων τῶν δριμέων ἀπέχεσθαι παντάπασιν.
Ἐν δὲ κρεοῖς͵ ἁρμόζει ἐσθίειν τρυφερὰ καὶ εὔσαρκα͵ οἷον ἄρνας νεμομένας καὶ γαλακτοτρόφους͵
καὶ ἐρίφους γαλακτοτρόφους· καὶ ὅσα δὴ πρόβεια κρεῶν τῶν νέων καὶ εὐνούχων͵ ψαχνὰ καὶ δίεφθα.
ἐκ τούτων λαμβάνειν καὶ ζωμοὺς μετρίως καρυκευτούς͵ διὰ τὸ εὔλυτον ποιεῖν τὴν κοιλίαν.
Τῶν δὲ χοιρείων ἀπέχεσθαι χρή.
Ἐκ δὲ τῶν ὀρνέων͵ ἐσθίειν ὄρνιθας καὶ ὀρνιθόπουλα τὰ ἄρρενα͵ καὶ περιστερόπουλα τὰ λευκά͵
καὶ νήσσας͵ καὶ χῆνας τρυφεράς͵ ψαχνὰ καὶ δίεφθα͵ καὶ γλυκέα͵ καὶ ὀπτά.
Γλυκοφαγεῖν δὲ καὶ γλυκοποτεῖν͵ ὡς προλέλεκται.
Καὶ ἐκ τῶν ἰχθύων͵ λάβρακας καὶ κεφάλους͵ συάκια καὶ χρυσάφια͵ καὶ φάγρους͵ ζωμῷ ὀλίγῳ καρυκευτῷ·
λαπίνας δὲ καὶ χάννους͵ καὶ κοκίμια͵ σαύρους καὶ μελανούρους͵ ἔχοντα λέπια͵ ἐσθίειν τηγάνου͵ καὶ ἐργ......͵ ὡς εἴρηται.
ὀλίγον δὲ καρυκεύειν καὶ μὴ πλεῖστα.
Ἐκ δὲ τῶν ὀσπρίων͵ παντοίων ἀπέχεσθαι τῶν ξηρῶν͵ τὰ δὲ χλωρὰ ἐσθίειν μετὰ τῶν προλεχθέντων κρεῶν.
Καὶ ἐκ τῶν λαχάνων͵ ὄξει σκιλλιτικῷ χρυσολάχανον͵ ἄνηθον͵ κολίανδρον χλωρόν͵
μαϊούλια ἐσθίειν καὶ ὀξυγαρίζειν· καὶ σκόροδα χλωρὰ ἐσθίειν μετρίως͵ ἐλαίῳ καὶ ἅλατι πρὸς ὀλίγον.
Ἐκ δὲ τῶν ὀπωρῶν͵ παντοίας ξηρᾶς ἀπέχεσθαι. Καὶ ἀνισάτοις χρᾶσθαι.
Μυρία ὀσφραίνεσθαι͵ οἷόν τι νάρδου͵ κρίνα͵ χαμαίμηλα τὰ εἰς ὀσμήν͵ καὶ τῶν ξηρῶν μυρίων τὸν μόσχον καὶ ῥοδόσταγμα.
Καὶ μετρίως ἀφροδισιάζειν. Λουτρὰ δὲ ὀκτὼ δι΄ ὅλου τοῦ μηνός. Σμήχεσθαι δὲ σαπωνίῳ γαλλικῷ.
Ψίλιθρον δὲ δεῖ χρίεσθαι ἅπαξ τοῦ μηνός͵ ἄνευ τῆς ἀλόης καὶ τῆς σμύρνης·
εἰ δὲ μή͵ μόνον λυτὸν ἔχον κρόκον ᾠῶν τριῶν καὶ ῥοδέλαιον· καὶ ταὐτὰ ποιεῖν͵ ὡς προείρηται.

Μηνὶ Μαΐῳ
Ἁρμόζει μὴ ἐσθίειν πᾶν καρφαλέον καὶ κακόχυμον καὶ χολῶδες͵ οἷόν τι ποδοκέφαλα͵
καὶ ἐντερόκοιλα͵ καὶ νευρώδη. Ἐσθίειν δὲ καὶ τὰ προλεχθέντα κρέα τῷ ἀπριλίῳ μηνί·
καὶ ἐκ τῶν ἰχθύων τοὺς παστοὺς καὶ ξηρούς. Νέβρων δὲ θαλάσσης ἀπέχεσθαι χρή.
Διάγειν δὲ καὶ πολιτεύεσθαι κατὰ τὸν προλεχθέντα ἀπρίλιον͵ ἔν τε τροφαῖς καὶ ποτοῖς καὶ λουτροῖς.
Καὶ ἐκ τῶν λαχάνων͵ ἐσθίειν ἑλειοσπάραγον καὶ ἀγριοσπάραγον.
Ξηροζέματά τε καὶ ἀπόθερμα͵ καὶ μίλια͵ καὶ ὑδρόγαρον καὶ τίλην͵ πάντα τὰ ξηρὰ καὶ ἁλμυρὰ καὶ πικρά͵ μὴ ἐσθίειν.
Γλυκοφαγεῖν δὲ καὶ γλυκοποτεῖν μετρίως͵ καὶ ὡς προλέλεκται τῷ ἀπριλίῳ μηνί.
Ὡσαύτως καὶ χρᾶσθαι λουτρῷ͵ χρίσμασι͵ σμήγμασι͵ καὶ ἀφροδισίοις.

Μηνὶ Ἰουνίῳ
Ἁρμόζει ῥοφᾶν ὕδωρ ψυχρὸν βρόχθους τρεῖς͵ νήστης͵ ῥοφήματα δὲ μικρὰ καὶ μὴ ἀπλήστως·
καὶ ἐπινηστεύειν ἕως ὥρας τρίτης. Καὶ πᾶσι τοῖς γλισχροτέροις μετρίως χρᾶσθαι͵
τῶν δὲ δριμυτέρων καὶ ξηρῶν ἀπέχεσθαι͵ καρυοφύλλων͵ κινναμώμου͵ καὶ ὅσα διὰ τῶν ἀρωμάτων ἐσθίειν.
Ἐκ δὲ τῶν κοδιμέντων͵ σκόροδα͵ κρόμυα͵ ῥάφανον͵ εὔζωμον͵ καρδάμον͵ σινάπι χλωρὸν καὶ τριπτόν͵ ὀρίγανον͵
ὕσσωπον͵ πήγανον͵ πρᾶσα͵ χαμαιδάφνην μὴ ἐσθίειν.
Ἐκ τῶν κρεῶν͵ ἐσθίειν τὰ πρόβεια τὰ τρυφερά͵ τουτέστι τῶν κριῶν καὶ εὐνούχων.
λάμβανε δὲ ψαχνὰ καὶ δίεφθα· στέατος δὲ μὴ ἅπτου· αὐτὸ δὲ τὸ κρέας λιπαροῦ κριοῦ ἔστω.
Δεῖ ἐσθίειν καὶ ἀρνοὺς νεμομένους καὶ γαλακτοτροφοῦντας ψαχνοὺς καὶ διέφθους͵
μὴ καρυκεύειν δὲ τὸ σύνολον͵ ὡς εἴρηται͵ ἄνευ τοῦ κολιάνδρου καὶ στάχους καὶ ἀνίσου.
Ἔργα δὲ ἐσθίειν μετρίως. Καὶ ἀπέχεσθαι ζεματοποσίας παντοίας.
Καὶ ἐκ τῶν ὀρνέων ἐσθίειν ὄρνιθας καὶ ἀλεκτορόπουλα καὶ περιστερόπουλα λευκά͵ βρακκάτα͵ ψαχνὰ δίεφθα καὶ ὀπτά.
Καὶ ἐκ τῶν οἴνων λαμβάνειν τοὺς λεπτοὺς καὶ εὐώδεις͵ μὴ παλαιούς͵ ἀλλὰ χροακούς. Καὶ ἄνισον λιτὸν πίνειν μετὰ θερμοῦ.
Ἐκ δὲ τῶν ἰχθύων͵ πάντας τοὺς τρυφεροσάρκους ἐσθίειν͵ οἷον λαπίνας͵ κόκκυγα͵ χάννους͵ σπάρους͵
σκάρους͵ χρυσάφους͵ κωβιούς͵ καὶ ὅσα μαλακόσαρκα· λάβρακας δὲ καὶ κεφάλους͵ γυλάρους͵ τρίγλας͵
σκορπιούς͵ ἀστακούς͵ φάγρους͵ καὶ ὅσα ὀστρακόδερμα καὶ σκληρόσαρκα͵ μὴ ἐσθίειν.
Ἔστωσαν δὲ τὰ ἐμβάμματα τῶν προβάτων ὀξυμέλιτι.
Τοὺς δὲ τῶν ὀψαρίων ζωμοὺς καρυκεύειν διὰ στάχους καὶ κολιάνδρου χλωροῦ͵ καὶ τὰ τήγανα μετρίως.
Ἐκ δὲ τῶν λαχάνων͵ ἐσθίειν χρυσολαχάνου τρυφερά͵ σεῦτλον͵ κολοκύνθην͵
μετὰ τῶν εἰρημένων κρεῶν καὶ αὐτὰ ὀξυμέλιτι͵ καὶ ἀράχνην ἑφθὴν μετὰ κρέατος·
ὀξύγαρον δὲ μερικῶς· μαϊούλιν͵ ἰντύβιον͵ σελίνιον ἐν ὄξει σκιλλιτικῷ βαπτόμενον μετρίως.
Κατὰ πολὺ γὰρ ἐσθιόμενον τὸ μαϊούλιν ἀμβλύνει τὰς κόρας τῶν ὀφθαλμῶν.
Ἐκ δὲ τῶν ὀπωρῶν͵ ἄσπρα κεράσια͵ καὶ ἄγγουρα ἐσθίειν μετρίως·
ὅσα δὲ ἔξω τῶν ἐγγεγραμμένων ἐν τῷ μηνὶ τούτῳ ἀπέχεσθαι χρή.
Λουτρὰ δὲ ὀκτώ· ψίλιθρον δὲ μηδόλως· σμήγματα τῶν αὐτῶν ἅπαντα͵ ἕως κδ. Καὶ ἀφροδισιάζειν μετρίως.

Μηνὶ Ἰουλίῳ
Ἁρμόζει ἀφροδισίων καὶ πλείστης τροφῆς παντοίας͵
μόχθου τε βιαίου καὶ πλείστης κραιπάλης ἀπέχεσθαι.
Ἐν δὲ κρεοῖς͵ ὡς προλέλεκται τῷ ἰουνίῳ μηνί·
χρὴ δὲ λαμβάνειν κρέα αἴγεια͵ τρυφερά͵ εὐνοῦχα·
λαγὼν δέ͵ καὶ δορκάδας καὶ ἐλάφους͵ τρυγόνας καὶ φάσσας ἐσθίειν μετρίως·
ἄνευ δὲ ὄξους ταῦτα μὴ ἐσθίειν.
Ἐν κοδιμέντοις͵ ὡς προλέλεκται τῷ ἰουνίῳ μηνί͵ μὴ δριμέα καὶ πικρὰ καὶ θερμά ..........

Τὰ ἕτερα λείπει. :(

_________________
Aquila non capit muscas


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Πέμ Σεπ 09, 2010 10:51 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Ο Ήρων ο Αλεξανδρεύς ήταν διάσημος Έλληνας μαθηματικός-φυσικός-μηχανικός.
Ο ακριβής τόπος και χρόνος γέννησής του δεν είναι γνωστά, η ακμή του όμως τοποθετείται στα μέσα του 1 ου αιώνα π.Χ.
Υπήρξε διευθυντής της περίφημης Ανωτάτης Τεχνικής Σχολής της Αλεξάνδρειας,
που αποτέλεσε το πρώτο πρότυπο και άρτια οργανωμένο πολυτεχνείο όπως θα λέγαμε σήμερα.
Μεταξύ των επινοήσεων και των θεωριών του σπουδαιότερες είναι:
-Η εύρεση τετραγωνικής ρίζας αριθμού μη τετραγώνου με την χρησιμοποίηση αριθμητικών και αρμονικών μέσων διαδοχικά..
-Δεν υπάρχει στην φύση το «απολύτως κενόν» και ο αέρας έχει μεγάλη ελαστικότητα χάρη στην οποία μπορεί να ασκηθεί μεγάλη πίεση..
-Τα θερμοσκόπιό του που χρησιμοποιούνταν για μετεωρολογικές παρατηρήσεις..
-Χρησιμοποιεί τον υδράργυρο αντί το νερό για την πίεση..
-Οι Ηρώνιοι πίνακες, που περιέχουν όλες τις μονάδες μέτρησης..
-Η Ήρωνος Κρήνη, συσκευή σχηματισμού πίδακα (συντριβάνι), που λειτουργούσε με πεπιεσμένο αέρα..
-Ο μηχανικός κερματοδέκτης που λειτουργούσε με νομίσματα και έδινε νερό ή γάλα..
-Το οδόμετρο: αυτόνομη κατασκευή, προσαρμόσιμη σε οποιοδήποτε τροχοφόρο άρμα,
αποτελούμενη από ένα σύμπλεγμα από οδοντωτούς τροχούς και ατέρμονες κοχλίες,
ικανούς να μεταφέρουν την κίνηση του τροχού του άρματος και να την μετατρέψουν σε μονάδες μέτρησης μήκους,
που καταγραφόταν από ένα σύστημα δίσκων στο πάνω μέρος της συσκευής..
Επίσης και το ναυτικό δρομόμετρο (παραλλαγή του οδομέτρου για χρήση σε πλοίο)..
-Κινητό αυτόματο: αυτόνομη συσκευή, ικανή να κινείται από μόνη της.
(Η κίνηση των αυτομάτων προκαλείται από την πτώση ενός μολύβδινου βάρους,
που είναι δεμένο με νήμα με τον κινητήριο τροχό. Ο προγραμματισμός των κινήσεων επιτυγχάνεται
με δεξιόστροφες ή αριστερόστροφες περιελίξεις του νήματος πάνω στον κινητήριο άξονα
π.χ. κινητό αυτόματο θέατρο: μικρός περίοπτος ναός, που ήταν ικανός να κινείται και να κινεί επίσης τις μορφές που το στόλιζαν)..
- Η λειτουργία τής αιολόσφαιρας (της πρώτης ατμομηχανής)..
-Η αυτόματη πόρτα για ναούς ή θέατρα και αυτοματισμοί για το θέατρο,
όπως για παράδειγμα πολλαπλές εναλλασσόμενες σκηνές κινούμενων μορφών που συνοδεύονταν από οπτικά και ηχητικά εφέ..
Στο σύγγραμμά του, που παραθέτω, αναλύει τις αρχές της βελοποιίας.

Ήρων: Βελοποιϊκά
Τῆς ἐν φιλοσοφίᾳ διατριβῆς
τὸ μέγιστον καὶ ἀναγκαιότατον μέρος ὑπάρχει τὸ περὶ ἀταραξίας͵ περὶ ἧς πλεῖσταί τε ὑπῆρξαν ζητήσεις παρὰ τοῖς μεταχειριζομένοις τὴν σοφίαν καὶ μέχρι νῦν ὑπάρχουσιν· καὶ νομίζω μηδὲ τέλος ποτὲ ἕξειν διὰ τῶν λόγων τὴν περὶ αὑτῆς ζήτησιν. μηχανικὴ δὲ ὑπερβᾶσα τὴν διὰ λόγων περὶ ταύτης διδασκαλίαν ἐδίδαξεν πάντας ἀνθρώπους ἀταράχως ζῆν ἐπίστασθαι δι΄ ἑνὸς καὶ ἐλαχίστου μέρους αὐτῆς͵ λέγω δὴ τοῦ κατὰ τὴν καλουμένην βελοποιίαν͵ δι΄ ἧς οὔτε ἐν εἰρηνικῇ καταστάσει ταραχθήσονταί ποτε ἐχθρῶν καὶ πολεμίων ἐπανόδοις͵ οὔτε ἐνστάντος πολέμου ταραχθήσονταί ποτε τῇ παραδιδομένῃ ὑπ΄ αὐτῆς διὰ τῶν ὀργάνων φιλοσοφίᾳ. διὸ τοῦ μέρους τούτου ἐν παντὶ χρόνῳ ἔμπειρον καταστῆναι δεῖ καὶ πᾶσαν πρόνοιαν ποιεῖσθαι. εἰρήνης γὰρ πολλῆς ὑπαρχούσης προσδοκήσαιτο ἄν τις πλείονα ταύτην γενέσθαι͵ ὅταν ἐν τῷ περὶ τὴν βελοποιίαν μέρει καταγίνωνται· αὐτοί τε κατὰ συνείδησιν ἀτάραχοι διαμενοῦσιν͵ καὶ οἱ ἐπιθυμοῦντες ἐπιβουλεύειν ὁρῶντες τὴν περὶ αὐτὰ γιγνομένην αὐτῶν διατριβὴν οὐκ ἐπελεύσονται· ἀμελησάντων δὲ πᾶσα ἐπιβουλή͵ κἂν ἐλαχίστη τυγχάνῃ͵ ἐπικρατήσει ἀπαρασκεύων τῶν ἐν ταῖς πόλεσι περὶ ταῦτα ὑπαρχόντων.
Ἐπεὶ οὖν οἱ πρὸ ἡμῶν πλείστας μὲν ἀναγραφὰς περὶ βελοποιικῶν ἐποιήσαντο μέτρα καὶ διαθέσεις ἀναγραψάμενοι͵ οὐδὲ εἷς δὲ αὐτῶν οὔτε τὰς κατασκευὰς τῶν ὀργάνων ἐκτίθεται κατὰ τρόπον οὔτε τὰς τούτων χρήσεις͵ ἀλλ΄ ὥσπερ γινώσκουσι πᾶσι τὴν ἀναγραφὴν ἐποιήσαντο͵ καλῶς ἔχειν ὑπολαμβάνομεν ἐξ αὐτῶν τε ἀναλαβεῖν καὶ ἐμφανίσαι περὶ τῶν ὀργάνων τῶν ἐν τῇ βελοποιίᾳ͵ ὡς μηδὲ ἴσως ὑπαρχόντων͵ ὅπως πᾶσιν εὐπαρακολούθητος γένηται ἡ παράδοσις. Ἐροῦμεν οὖν περὶ κατασκευῆς τῶν ὅλων τε καὶ τῶν ἐν αὐτοῖς κατὰ μέρος τοῖς ὀργάνοις καὶ περὶ τῶν ὀνομάτων͵ καὶ περὶ τῆς συνθέσεως αὐτῶν καὶ ἐξαρτίσεως͵ ἔτι δὲ καὶ περὶ τῆς ἑκάστου χρείας καὶ μέτρων͵ προειπόντες περὶ τῆς τῶν ὀργάνων διαφορᾶς καὶ ὡς τὴν ἀρχὴν ἕκαστον αὐτῶν προεβιβάσθη.
Τῶν οὖν εἰρημένων ὀργάνων τὰ μέν ἐστιν εὐθύτονα͵ τὰ δὲ παλίντονα καλεῖται. τὰ δὲ εὐθύτονά τινες καὶ σκορπίους καλοῦσιν ἀπὸ τῆς περὶ τὸ σχῆμα ὁμοιότητος. τὰ μὲν εὐθύτονα ὀιστοὺς μόνους ἀφίησι͵ τὰ δὲ παλίντονα ἔνιοι καὶ λιθοβόλα καλοῦσιν διὰ τὸ λίθους ἐξαποστέλλειν· πέμπει δὲ ἤτοι ὀιστοὺς ἢ λίθους ἢ καὶ συναμφότερα.
Ὅρος δὲ τῆς βελοποιικῆς ἐστι τὸ μακρὰν ἀποστέλλειν τὸ βέλος ἐπὶ τὸν δοθέντα σκοπόν͵ εὔτονον τὴν πληγὴν ἔχον͵ περὶ οὗ δεῖ πᾶσαν τὴν φροντίδα ποιῆσαι ἐπὶ τοῖς εἰρημένοις ὀργάνοις.
Βέλος δὲ καλεῖται πᾶν τὸ ἐξαποστελλόμενον ὑπὸ τῶν ὀργάνων ἢ ὑπὸ ἄλλης τινὸς δυνάμεως͵ οἷον τόξου͵ σφενδόνης ἢ ἄλλου τινός.
Τὴν μὲν οὖν ἀρχὴν ἤρξαντο γίνεσθαι τῶν προειρημένων ὀργάνων αἱ κατασκευαὶ ἀπὸ τῶν χειρουργικῶν τόξων· βιαζόμενοι γὰρ ἐξαποστέλλειν δι΄ αὐτῶν μεῖζόν τι βέλος καὶ ἐπὶ πλείονα τόπον αὐτὰ μείζονα ἐποίουν καὶ τοὺς ἐν αὐτοῖς τόνους͵ λέγω δὴ τὰς ἐκ τῶν ἄκρων κάμψεις͵ τουτέστι τὰς [ἐκ] τῶν κεράτων σκληρότητας· ἐκ τούτου δὲ συνέβαινε͵ δυσπειθῶς καμπτομένων αὐτῶν͵ μείζονος δυνάμεως δεῖσθαι ἢ τῆς γιγνομένης ἀπὸ τῆς χειρὸς ἕλξεως. πρὸς δὴ τοῦτο ἐμηχανήσαντό τι τοιοῦτον.
Ἔστω γὰρ τὸ εἰρημένον τόξον τὸ ΑΒΓΔ͵ ἔχον τὰς ἐπικαμπτομένας ἄκρας τὰς ΑΒ͵ ΓΔ βιαιοτέρας τῆς διὰ τῆς χειρὸς τοῦ ἀνθρώπου γιγνομένης καταγωγῆς· ἡ δὲ τοξῖτις νευρὰ ἡ ΑΔ. τῷ δὲ τόξῳ κατὰ μέσην τὴν κοίλην γραμμὴν συμφυὴς ἔστω κανὼν ὁ ΕΖΗΘ͵ ἔχων ἐν τῇ ἐπάνω ἐπιφανείᾳ σωλῆνα πελεκινοειδῆ τὸν ΚΛ. τούτῳ δὲ ἁρμοστὸς γεγονέτω ἄρρην ἰσομήκης αὐτῷ͵ ἔχων ἔκ τε τῆς ἄνω ἐπιφανείας συμφυῆ ἕτερον κανόνα ἀναπληροῦντα πᾶν τὸ μῆκος καὶ τὸ πλάτος τοῦ ΕΖΗΘ κανόνος͵ καὶ ἔχοντα ἐκ τῆς ἄνω ἐπιφανείας μέσον κοίλασμα περιφερὲς ἰσόμηκες τῷ ΚΛ πελεκίνῳ εἰς ὃ ἐπιτίθεται τὸ βέλος. ἐν δὲ τῷ λοιπῷ μέρει αὐτοῦ τῷ κατὰ τὸ ΕΖΗΘ μέρος ἐκ τῆς ἄνω ἐπιφανείας τοῦ ἐπάνω κανόνος ἔστω τινὰ στήματα ὀρθὰ σιδηρᾶ δύο ἐνηλωμένα καὶ συγκεκοινωμένα ἐκ τῶν ὑποκάτω μερῶν͵ ἀπέχοντα ἀπ΄ ἀλλήλων βραχύ· μεταξὺ δὲ τούτων ἐγκείσθω σιδηροῦς δάκτυλος ἐπικεκαμμένος εἰς τὰ κάτω μέρη ἐκ τῶν πρὸς τῷ Λ μερῶν τοῦ κανόνος͵ καὶ ἐσχισμένος ἔστω ἐκ τοῦ ἐπικεκαμμένου ἄκρου͵ ὥστε δίχηλον γενέσθαι καθάπερ τῶν καλουμένων σκενδυλίων· τοσοῦτον δὲ διεσχίσθω͵ ὅσον μεταξὺ δέξασθαι τὸ τοῦ βέλους πάχος· καὶ διὰ τῶν στημάτων καὶ τοῦ εἰρημένου δακτύλου διώσθω περόνη μέση στρογγύλη. Ἔστω οὖν ὁ εἰρημένος δάκτυλος ὁ ΝΞΟ͵ δίχηλον δὲ τὸ Ν͵ ἡ δὲ διωσμένη περόνη ἡ Μ͵ καὶ πρὸς τῷ ΞΟ μέρει τοῦ δακτύλου ὑποβεβλήσθω κανόνιον σιδηροῦν τὸ ΠΡ͵ κινούμενον περὶ περόνην τὴν Π͵ πεπηγυῖαν ἐν τῇ ἐπιφανείᾳ τοῦ ἐπικειμένου κανόνος ὀρθίαν. ἐπὰν οὖν ὑποβληθῇ τὸ ΠΡ κανόνιον ὑπὸ τὸν δάκτυλον͵ ἀποσφηνοῖ αὐτὸν ὥστε ἀνανεῦσαι μὴ δύνασθαι· ὅταν δὲ ἐπιλαβόμενοι τοῦ Ρ ἄκρου ἐπισπασώμεθα τὸ ΠΡ κανόνιον ἐπὶ τὰ πρὸς τῷ ΞΟ μέρη͵ τότε ἀνανεύσει ὁ δάκτυλος ἐκ τῶν ΞΝ μερῶν.
Τῷ δὲ ΕΖΗΘ κανόνι συμφυὴς γεγονέτω ἕτερος κανὼν ὁ ΤΥΦΧΨ͵ ἔχων τὴν ΤΥΦ κυρτήν͵ τὴν δὲ ΧΨ κοίλην. Ἐκάλουν δὲ τὸν μὲν ΕΖΗΘ κανόνα σύριγγα͵ διώστραν δὲ τὸν ἐπικείμενον αὐτῷ κανόνα· τὸ δὲ δεχόμενον τὸ βέλος κοίλασμα ἐπιτοξίτιδα· τὸ δὲ μεταξὺ τῶν Ξ Ο μέρος τοῦ ἐπι κειμένου κανόνος χελώνιον (ἦν γὰρ καὶ ὑψηλότερον τοῦ ἐπικειμένου κανόνος)· τὸν δὲ ΝΞΟ δάκτυλον χεῖρα· τὰ δὲ εἰρημένα στημάτια κατοχεῖς· τὸ δὲ ΠΡ κανόνιον σχαστηρίαν· τὸν δὲ ΤΥΦΧΨ κανόνα καταγωγίδα· τὰ δὲ ΑΒ͵ ΓΔ ἄκρα τοῦ τόξου ἀγκῶνας. Ταύτης δὲ τῆς κατασκευῆς γενηθείσης͵ εἰ ἠβούλοντο ἐντεῖναι τὸ τόξον͵ ἀνῆγον τὴν διώστραν ἐπὶ τὰ πρὸς τῷ Κ μέρη͵ ἄχρι ἂν ἀνανεύσασα ἡ χεὶρ ὑπερβῇ τὴν τοξῖτιν νευράν· ἔστιν δὲ ἐπάνω τῆς διώστρας· εἶτα ἐπινεύσαντες αὐτὴν ὑπέβαλλον τὴν σχαστηρίαν͵ ὥστε ἀνανεῦσαι μηκέτι δύνασθαι τὴν χεῖρα· καὶ μετὰ ταῦτα τὸ διωσθὲν ἄκρον τῆς διώστρας εἰς τὸ ἔξω μέρος ἀντήρειδον τοίχῳ τινὶ ἢ τῷ ἐδάφει͵ καὶ ταῖς χερσὶ κατέχοντες τὰ ἄκρα τῆς ΤΥΦΧΨ καταγωγίδος͵ ἐπήρειδον τὴν γαστέρα ἐπὶ τοῦ ΧΨ κοιλάσματος͵ καὶ βιαζόμενοι τῷ ὅλῳ σώματι διώθουν τὴν διώστραν͵ καὶ κατῆγον τὴν τοξῖτιν νευράν͵ δι΄ ἧς συνέβαινε κάμπτεσθαι τοὺς ΑΒ͵ ΓΔ ἀγκῶνας τοῦ τόξου. ὅτ΄ οὖν ἔδοξεν αὐτάρκης ἡ καταγωγὴ γεγονέναι͵ ἐπιθέντες τὸ βέλος ἐπὶ τὴν ἐπιτοξίτιδα͵ ἀπέσχαζον τὴν χεῖρα σπαράξαντες τὴν σχαστηρίαν͵ καὶ συνέβαινεν τὴν ἐξαποστολὴν τοῦ βέλους βιαίαν γίνεσθαι. Δεῖ δὲ τὴν διώστραν καταχθεῖσαν μηκέτι ὑπὸ τῆς τοξίτιδος ἀνάγεσθαι εἰς τὸ ἄνω μέρος͵ ἀλλὰ μένειν͵ ἄχρι ἂν ἐπιτεθὲν τὸ βέλος ἐκτοξευθῇ ἐπὶ τὸν δοθέντα σκοπόν. ἐγίγνετο οὖν καὶ τοῦτο οὕτως· νοείσθω γὰρ τῆς ΕΖΗΘ σύριγγος κρόταφος ὁ κατὰ τὸ μῆκος ὁ Ω#533. ἐν δὲ τούτῳ προσηλωμένον κανόνιον ὠδοντωμένον τὸ μ΄· τῇ δὲ διώστρᾳ κατὰ τὸ 22Α22Β προσκείσθω κόραξ ὁ 22Γ22Δ͵ κινούμενος περὶ περόνην. καταγομένης οὖν τῆς διώστρας͵ συνέβαινε τὸν 22Γ22Δ κόρακα͵ ὃν δὴ κατακλεῖδα ἐκάλουν͵ ἐπιπορεύεσθαι κατὰ τῶν ὀδόντων πλάγιον. διεθείσης δὲ τῆς διώστρας͵ ἀντήρειδον τὴν κατακλεῖδα πρὸς ἕνα τῶν ὀδόντων͵ ὥστε μηκέτι ὑπὸ τῆς τοξίτιδος ἀνάγεσθαι τὴν διώστραν. τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ἑτέρου μέρους ἐγίγνετο τῆς σύριγγος. ἐκάλουν δὲ τὸ ὅλον ὄργανον γαστραφέτην͵ ἐπειδήπερ διὰ τῆς γαστρὸς ἡ καταγωγὴ τῆς τοξίτιδος ἐγίγνετο.
Διὰ δὲ τοῦ προειρημένου ὀργάνου συνέβαινε μεῖζον βέλος ἐξ αποστέλλεσθαι καὶ ἐπὶ πλείονα τόπον. Βουλόμενοι δὲ ἐπαυξῆσαι ἀμφότερα͵ τό τε βέλος καὶ τὴν ἐξαποστολήν͵ ζητοῦντες τοὺς τοῦ τόξου ἀγκῶνας αὑτῶν εὐτονωτέρους ποιῆσαι͵ μὴ δυνάμενοι δὲ διὰ τῶν κεράτων τυχεῖν τοῦ προκειμένου͵ τὰ μὲν ἄλλα ἐποίουν ὁμοίως τοῖς προειρημένοις͵ τοὺς δὲ ἀγκῶνας ποιήσαντες ἐξ εὐτόνου ξύλου καὶ μείζονας τῶν ἐν τῷ τόξῳ κατασκευάσαντες͵ τοιοῦτον πλινθίον ἔπηξαν ἐκ κανόνων δ ἰσχυρῶν͵ οἷον τὸ ΑΒΓΔ͵ τόρμους ἔχον ἐκ τῶν ὀρθίων κανόνων τῶν ΑΒ͵ ΓΔ· περὶ δὲ τοὺς πλαγίους τοὺς ΑΔ͵ ΒΓ περιέβαλλον νευρὰν πλέξαντες ἐξ ὀργάνου σχοινίων συμβολίου μήρυμα αὔταρκες ποιήσαντες͵ καὶ περιθέντες συνέτεινον σφόδρα καὶ βίᾳ πρῶτον δόμον· ἔπειτα κατὰ τὸ ἑξῆς περιθέντες ἄλλον δόμον καὶ σφυρίῳ κρούοντες τὰ κῶλα͵ ὅπως καλῶς συνερείδῃ πρὸς ἄλληλα͵ ἔπειτα ἑτέρους δόμους ποιοῦντες͵ ἕως ἅπαν καταχρήσωνται τὸ μήρυμα͵ τὴν ἐσχάτην ἀρχὴν ὑπέβαλλον ὑπὸ πάντας τοὺς στήμονας· εἶτα διὰ μέσων τῶν νεύρων διέβαλλον ἕνα τῶν ἀγκώνων͵ καὶ ἔτι ὑπὸ τοὺς στήμονας ἐπὶ τῶν ΑΔ͵ ΒΓ διαπηγμάτων ἐτίθεσαν σιδηρᾶ ἀξόνια· ἃ δὴ ἐπιστρέφοντες βίᾳ συνέτεινον τὰ νεῦρα͵ καὶ ὁ ἀγκὼν κατείχετο βίᾳ ὑπὸ τῶν νεύρων τῆς ἐπιστροφῆς γενομένης. ἔστω οὖν ὁ μὲν εἰρημένος ἀγκὼν ὁ ΕΖ͵ νευρὰ δὲ ἡ ΗΘ͵ ἀξόνια δὲ τὰ ΚΛ͵ ΜΝ.
Τοιοῦτον δὴ καὶ ἕτερον πλινθίον κατασκευάσαντες καὶ συνδήσαντες ἀμφότερα ἑνὶ περιπήγματι διὰ κανόνων͵ ὥστε τοὺς ἀγκῶνας εἰς τὸ ἐκτὸς μέρος τὴν ἀνάπτωσιν καὶ τὴν βίαν ἔχειν͵ ἐξῆπτον ἐκ τῶν ἄκρων αὐτῶν τὴν τοξῖτιν νευράν͵ ἀγκύλας ποιήσαντες͵ καὶ ταύτας ἐν τοῖς ἀγκῶσι περόναις ἀπολαβόντες ταῖς ΞΠ͵ ΟΡ͵ ὥστε μὴ ἐκπίπτειν τὴν νευράν· καὶ τὰ λοιπὰ τὰ αὐτὰ ἐποίουν τοῖς προειρημένοις. ἐκάλουν δὲ τὰ μὲν συνέχοντα τοὺς ἀγκῶνας νεῦρα τόνον· ἔνιοι δὲ ἑνάτονον· ἔνιοι δὲ ἡμιτόνιον· τὰ δὲ ἐπιστρέφοντα τὸν τόνον ἀξόνια͵ ἐπιζυγίδας· ἐποίουν δὲ αὐτὰς σιδηρᾶς. Ἐπεὶ δὲ συνέβαινεν ἐκ τῆς εἰρημένης κατασκευῆς τὴν ἐπιστροφὴν καὶ τάσιν τῶν νεύρων μὴ ἐπὶ πολὺ γίγνεσθαι διὰ τὰ ΑΔ͵ ΒΓ διαπήγματα μὴ δυνάμενα δέξασθαι τὸν τόνον· τὰς οὖν ἐπιζυγίδας ἐπιθέντες τοῖς τρυπήμασι τὰ αὐτὰ ἐποίουν τοῖς εἰρημένοις. καὶ οὕτω δὲ πάλιν ἡ ἐπιστροφὴ τῆς ἐπιζυγίδος δυσέργειαν εἶχεν͵ διὰ τὸ τὴν ἐπιζυγίδα ἐπικαθεζομένην τῷ διαπήγματι μὴ στρέφεσθαι͵ καὶ κατὰ πᾶν μέρος ψαύειν αὐτοῦ· ὅθεν ἠναγκάσθησαν καὶ τὰς καλουμένας χοινικίδας προσθεῖναι͵ περὶ ὧν ἑξῆς ἐροῦμεν.
Τῆς οὖν τῶν ἀγκώνων βίας ἰσχυρᾶς γενομένης͵ δεῖ καὶ τὴν καταγωγὴν ἰσχυρὰν γενέσθαι διὰ τὸ ἴσης δεῖσθαι βίας πρὸς τὸ τοὺς ἀγκῶνας κατάγεσθαι. διὸ ἀντὶ τῆς καλουμένης ἐπὶ τοῦ ἐπάνω θεωρήματος καταγωγίδος ἄξονα προσέθηκαν τῇ σύριγγι ἐπὶ τοῦ ὀπίσω αὐτῆς ἄκρου πλάγιον στρεφόμενον εὐλύτως· ἐκ δὲ τῶν ἄκρων αὐτοῦ τετραγώνους σκυτάλας ποιοῦντες ἐπέστρεφον αὐτόν. διὰ δὲ τῆς ἐπιστροφῆς συνέβαινεν τὴν διώστραν κατάγεσθαι ἔχουσαν τὴν τοξῖτιν οὕτως. ἐκ γὰρ τῶν ἄκρων τῆς διώστρας τῶν πρὸς τῷ χελωναρίῳ ὅπλα ἐξάψαντες ἀπεδίδοσαν εἰς τὸν εἰρημένον ἄξονα· ὧν ἐπειλουμένων ἐγίγνετο ἡ καταγωγή. ἐπὶ δὲ τῶν μειζόνων ὀργάνων καὶ οὕτως συνέβαινε βίᾳ κατάγεσθαι τοὺς ἀγκῶνας· ὅθεν πολυσπάστῳ κατῆγον. ἐξάψαντες τὸ μὲν ἓν μάγγανον τοῦ πολυσπάστου πρὸς τῷ χελωνίῳ͵ τὸ δὲ ἕτερον πρὸς τῷ ἄκρῳ τῆς σύριγγος τῷ ἄξονι ἤτοι ὀνίσκῳ͵ καὶ τὰς ἀγομένας ἀρχὰς τοῦ πολυσπάστου ἀποδόντες εἰς τὸν ἄξονα͵ ἐπέστρεφον αὐτόν. καὶ οὕτως συνέβαινεν τὴν καταγωγὴν εὐχερεστέραν γίνεσθαι͵ βραδυτέραν δὲ διὰ τὸ τὰ τοῦ πολυσπάστου κῶλα πλείονα ὄντα εἰς ἕνα τόπον τὴν ἐπείλησιν ποιεῖσθαι καὶ διὰ τοῦτο ἐμβραδύνειν. Δύναται δὲ τὸ πολύσπαστον ἄλλως μετατεθῆναι͵ ὅταν οἱ μὲν ἐν τῷ ἑνὶ μαγγάνῳ αὐτοῦ τρόχιλοι ἐν τῷ χελωνίῳ τεθῶσιν͵ οἱ δὲ ἐν τῷ ἑτέρῳ ἐν τῇ σύριγγι παρὰ τὸ κάτω μέρος τὸ πρὸς τῷ ἄξονι.
Ἵνα δὲ μὴ δυσχερῶς ἡ διώστρα ἀνάγηται ἐπὶ τῶν μειζόνων ὀργάνων͵ ἀλλὰ καὶ αὐτὴ τὰ ἐναντία ἐπιστρεφομένου τοῦ ἄξονος ἀνάγηται͵ ἔσται οὕτως͵ ἐὰν τῷ ἄρρενι πελεκίνῳ ὑπὸ τὸ ἄκρον αὐτῆς τῆς διώστρας παρὰ τὸ κάτω μέρος ἄξονα πλάγιον ἐμβάλλωμεν͵ εἶτα πρὸς τῷ ἄξονι ἐξάπτωμεν ὅπλα δύο͵ ὧν τὰς ἑτέρας ἀρχὰς ἐνεγκόντες εἰς τὸ ἄνω μέρος τῆς σύριγγος διά τινων τροχίλων ἐν αὐτῷ τῷ ἄκρῳ πεπηγμένων καὶ κατενεγκόντες ἐξάψωμεν πάλιν εἰς τὸν ἄξονα. ὥστε͵ τὰ ἐναντία αὐτοῦ πάλιν ἐπιστρεφομένου͵ τὰ μὲν τοῦ πολυσπάστου ὅπλα ἐπειλεῖσθαι· ἐπειλούμενα γὰρ ἀνάγει τὴν διώστραν. δύναται δὲ ἀντὶ πολυσπάστου τύμπανον συμφυὲς γενόμενον τῷ ἄξονι καὶ διὰ σκυταλῶν ἐπιστρεφόμενον δι΄ ὅπλου ἁπλοῦ τὴν καταγωγὴν ποιεῖσθαι.
Δεῖ δὲ καὶ τὸ ὅλον ὄργανον μετέωρον ἐπὶ βάσεως κεῖσθαι͵ ὅπως ἡ καταγωγὴ εὐχερεστέρα γένηται͵ καὶ ἐπιστρέφεσθαι αὐτό͵ ὡς ἄν τις προαιρῆται͵ δύνηται καὶ ἐπινεύειν καὶ ἀνανεύειν͵ ὡς μετὰ τὸ ἐπιτεθῆναι τὸ βέλος καταστήσαντες αὐτὸ ἐπὶ τὸν σκοπὸν τὸ νεῦρον ἀποσχάσωμεν. διὰ γὰρ τοῦ μήκους τῆς σύριγγος διοπτεύοντες ἐπιτευξόμεθα τοῦ σκοποῦ. ἑξῆς οὖν καὶ τὰ περὶ τὴν βάσιν τοῦ ὀργάνου ἐροῦμεν.
Ἔστω οὖν σύριγξ ἡ ΣΤΥΦ· διώστρα δὲ ἡ ΧΨΩ· ὁ δὲ ἐν τῇ ἀρχῇ τῆς σύριγγος ἄξων ὁ μ#22Α τρήματα ἔχων σκυταλίδων δύο· νοείσθωσαν οὖν σκυτάλαι αἱ μ#22Β #22Α #22Γ. ὅπλα δὲ τὰ ἐκ τῆς διώστρας εἰς τὸν ἄξονα ἤτοι ἁπλᾶ ἤτοι καὶ διὰ πολυσπάστων τὰ #22Δ #22Ε #22#533 #22Ζ. Ἡ δὲ βάσις κατασκευάζεται τὸν τρόπον τοῦτον. γεγονέτω στυλίσκος ὁ ΑΒ͵ πάχος ἔχων ὥστε δύνασθαι τὸ ἐπικείμενον ὄργανον βαστάζειν͵ ὕψος ἔχων πήχεος αs ἐπὶ βάσεως πεπηγὼς τρισκελοῦς τῆς ΓΔ͵ τόρμον δὲ ἔχων ἐν τῷ ἄνω ἄκρῳ στρογγύλον τὸν ΕΖ͵ περὶ ὃν περικείσθω τὸ λεγόμενον καρχήσιον τὸ ΗΘΚΛ. τοῦτο δὲ πῆγμά ἐστιν ἐκ τεσσάρων τοίχων συμπεπηγός͵ ὧν οἱ μὲν πλάγιοι οἱ ΗΘ͵ ΜΝ τρήματα ἔχουσι στρογγύλα δυνάμενα δέξασθαι τὸν ΕΖ τόρμον͵ οἱ δὲ ὄρθιοι οἱ ΗΚ͵ ΛΘ παρυπερέχουσιν τοῦ ΜΝ τοίχου ἤτοι κανόνος ἐπὶ τὰ ἄνω͵ καὶ ἀπέχουσιν ἀπ΄ ἀλλήλων τοσοῦτον͵ ὥστε δέξασθαι μεταξὺ αὐτῶν τὸ τῆς σύριγγος πλάτος. ἔστω δὲ καὶ πρὸς τὸν κίονα ἐν μέσῳ ἕτερον ξύλον τὸ ΞΟ͵ πρὸς μὲν τῷ Ξ ἄκρῳ ἐν στροφώματι κινούμενον. ἵνα ᾖ τὸ στρόφωμα ἀφαιρετὸν ἀπὸ τοῦ κίονος. τὸ δὲ ἕτερον ἄκρον ἐστὶ τὸ Θ χελωνάριον ἔχον τὸ ΠΡ συμφυὲς βεβηκὸς ἐπὶ τοῦ ἐδάφους. καλεῖται δὲ τὸ ΞΟ ἀντηρίδιον. πρὸς δὲ τούτῳ κατὰ μέσον ἕτερον ὄρθιον ἔστω τὸ ΣΤ͵ κινούμενον περὶ τὸ Σ͵ ὥστε κατακλίνεσθαι καὶ ἀνορθοῦσθαι δύνασθαι. καλεῖται δὲ ἀναπαυστηρία.
Ἐμβληθείσης οὖν τῆς σύριγγος μεταξὺ τῶν τοίχων τοῦ καρχησίου διαβάλλεται περόνη σιδηρᾶ στρογγύλη ἡ ΥΦ διά τε τῶν τοίχων τοῦ καρχησίου καὶ διὰ τοῦ πλευροῦ τῆς σύριγγος͵ ὥστε εὐλύτως στρέφεσθαι. Ὅταν οὖν δέῃ κατάγειν τὴν τοξῖτιν͵ ἐπιτιθέασιν τὴν σύριγγα ἐπὶ τὴν ἀναπαυστηρίαν ἀνανεύσαντες αὐτὴν καὶ ἀντερείσαντες τῷ ὑπὸ γαστέρα μέρει τῆς σύριγγος ὄντος τινὸς κωλύματος. εἶτα κατάξαντες τὴν διώστραν ἐπαίρουσι τὴν σύριγγα ἀπὸ τῆς ἀναπαυστηρίας͵ καὶ περιάξαντες αὐτὴν διὰ τοῦ καρχησίου͵ ἐπινεύσαντες καὶ ἀνανεύσαντες διὰ τῆς ΥΦ περόνης͵ καὶ διοπτεύσαντες τὸν σκοπὸν ἐπιθέντες τὸ βέλος ἀποσχάζουσι τὴν σχαστηρίαν. Γίνεται δὲ τὰ πλεῖστα μέρη τοῦ παντὸς ὀργάνου ἀφαιρετά͵ ὅπως͵ ἐὰν δέῃ μεταφέρεσθαι τὸ ὄργανον͵ λύσαντες αὐτὸ εὐκόπως μεταφέρωσιν· μόνα δὲ τὰ ἡμιτόνια ἀδιάλυτα διαμένει͵ ἕνεκα τοῦ τοὺς τόνους εὐκόλως ἐντίθεσθαι εἰς αὐτά.
Ταῦτα μὲν οὖν περὶ τὴν σύριγγα γίνεται κατὰ τὸν ὑποδεδειγμένον τρόπον. τὰ δὲ περὶ τὸ πλινθίον͵ λέγω δὴ τὸ ἡμιτόνιον͵ ὅπως διαλλάσσῃ͵ ἐροῦμεν δὴ ὡς ἕκαστον τῶν περὶ αὐτὸ γινομένων. καὶ πρότερον ἐπὶ τοῦ παλιντόνου. ἐπεὶ οὖν σύγκειται ἐκ τεσσάρων τοίχων͵ δύο τε τῶν ὀρθίων καὶ δύο τῶν πλαγίων͵ ἐν οἷς τὰ τρήματά ἐστιν δι΄ ὧν ὁ τόνος διαβάλλεται͵ ἔκ τε τῶν ἐπικειμένων τοῖς πλαγίοις τοίχοις χοινικίδων͵ καὶ ἔτι τῶν ἐπιζυγίδων περὶ ἃς ὁ τόνος καθάπτεται͵ ἑκάστου τῶν προειρημένων δεῖ τά τε ὀνόματα καὶ τὰ σχήματα ἐκθέσθαι.
Τῶν οὖν ὀρθίων τοίχων ὁ μὲν καλεῖται παραστάτης͵ ᾧ προσαναπίπτει ὁ ἀγκών· ὁ δὲ ἕτερος ἀντιστάτης͵ πρὸς ᾧ ἐστιν ἡ τοῦ ἀγκῶνος πτέρνα. ὁ μὲν οὖν παραστάτης γίνεται τόνδε τὸν τρόπον· δεῖ λαβόντα σανίδα ἐξ εὐτόνου ξύλου ὀρθογώνιον ἀπεργάσασθαι (ἔστω δὲ ἐφ΄ ἧς τὰ ΑΒΓΔ) καὶ ἐκ μὲν τῆς ΓΔ πλευρᾶς κατὰ τὸ μέσον κοίλασμα ποιῆσαι καθάπερ ἡμικύκλιον ἐν τῷ πάχει αὐτῆς͵ ὑπὲρ τοῦ τοὺς ἀγκῶνας ἔτι μᾶλλον προσαναπίπτειν καὶ πλέον ἀλλήλων ἀπέχειν͵ ὡς τὸ ΕΖΗ͵ χωροῦν τὸ τοῦ ἀγκῶνος πάχος· ἐν τούτῳ γὰρ ἀναπίπτει ὁ ἀγκών. ἐκ δὲ τῆς ἑτέρας τὸ ἴσον τῇ ἐκκοπῇ κυρτὸν ἀπεργάζεσθα κατὰ τὰ αὐτὰ κείμενον τῷ κοίλῳ͵ οἷόν ἐστιν τὸ ΘΚΛ͵ ὅπως τὴν τῆς ΕΖΗ ἐκκοπῆς ἀσθένειαν ἐν τῷ ξύλῳ ἀναπληρώσῃ ἡ ΘΚΛ κυρτότης. Τὰ δὲ ΜΘ͵ ΛΝ ἀπευθῦναι παράλληλα ταῖς ΔΗ͵ ΕΓ. δεῖ δὲ καὶ ἐκ τοῦ ὕψους τοῦ παραστάτου καταλεῖψαι ἐξ ἑκατέρου μέρους διτορμίαν͵ οἵα ἐστὶν ἡ Ξ͵ Ο καὶ ἡ Π͵ Ρ. τὰς δὲ κτηδόνας τοῦ ξύλου εἰς τὸ ὕψος τοῦ παραστάτου δεῖ ποιεῖν καὶ λεπίδας περιτιθέναι κατὰ τὰς πλευρὰς τοῦ παραστάτου ἐξ ἑκατέρου μέρους κατὰ τὴν ΜΘΚΛΝ γραμμὴν καὶ κατὰ τὴν ΓΕΖΗΔ͵ καὶ ἥλοις συγκοινῶσαι ταύτας· περιτιθέναι δὲ καὶ περὶ τὰς διτορμίας κατά τε τὴν ΝΔ καὶ κατὰ τὴν ΓΜ κυκλικὰς δεῖ λεπίδας καὶ ὁμοίως ἥλοις συνκοινῶσαι͵ ὅπως πάντοθεν ὁ παραστάτης συνδεδεμένος ὑπάρχῃ πολλὴν ὑπομένων κακοπάθειαν.
Δεῖ δὲ καὶ τὸν ἀντιστάτην τούτῳ ἴσον ποιῆσαι͵ ἴσον μὲν ἔχοντα μῆκος τῷ ΜΝ͵ πλάτος δὲ ἴσον τῷ ΝΔ͵ καὶ ὁμοίως διτορμίας ἐξ ἑκατέρου μέρους οἵας τὰς ΜΓΝΔ ὀρθάς. οὗτος δὲ οὐ λαμβάνει οὔτε τὴν κοίλην οὔτε τὴν κυρτὴν περιφέρειαν. καὶ τοῦτον δὲ ὁμοίως ταῖς λεπίσι περιλαμβάνοντας τοῖς ἥλοις δεῖ συγκοινοῦν. λαμβάνει δὲ οὗτος ὁ ἀντιστάτης ἐκ τοῦ ἐντὸς μέρους χελώνιον κατὰ τὴν τοῦ ἀγκῶνος πτέρναν͵ πρὸς ἣν ἐρείσας ὁ ἀγκὼν ἀναπαύεται· καλεῖται δὲ ὑποπτερνίς.
Οἱ δὲ πλάγιοι τοῖχοι καλοῦνται μὲν περίτρητα͵ γίνονται δὲ τὸν τρόπον τοῦτον· ἐγκεῖσθαι δεῖ παραλληλόγραμμον ὀρθογώνιον τὸ ΑΒΓΔ͵ διπλῆν ἔχον τὴν ΑΒ τῆς ΒΓ͵ καὶ ἐπιζευχθείσης τῆς ΑΓ͵ παράλληλον ἀγαγεῖν δεῖ ταύτῃ διὰ τοῦ Δ τὴν ΔΕ͵ καὶ ἔσται τὸ σχῆμα τοῦ περιτρήτου τὸ ΑΓΕΔ· ἐπιζευχθείσης δὲ καὶ τῆς ΑΕ͵ περὶ κέντρον τὸ Ζ κύκλον γράψαι ἴσον τῷ τρήματι τῷ τὸν τόνον δεχομένῳ͵ καὶ διὰ τούτου τοῦ κύκλου ἐκκόψαι τὸ εἰρημένον τρῆμα· ἀγαγόντα δὴ ταῖς ΑΔ ΓΕ παραλλήλους τὰς ΗΘ ΚΛ ἀπολαμβανούσας πρὸς τὰς ΑΔ ΓΕ πλάτη τὰ αὐτὰ τοῖς πάχεσιν τοῦ παραστάτου καὶ ἀντιστάτου͵ ἐκ κόψαι τὰ τρήματα τοῖς τόρμοις ἀραρότα τοῦ τε παραστάτου καὶ τοῦ ἀντιστάτου τὰ Μ͵ Ν͵ Ξ͵ Ο͵ μὴ δι΄ ὅλου δὲ τοῦ πάχους τοῦ περιτρήτου͵ ἀλλὰ καταλείποντα τοῖς τορμικοῖς ὡς τὸ τρίτον μέρος τοῦ πάχους στερεώματος καὶ εὐπρεπείας ἕνεκα.
Καὶ τὰ περίτρητα δὲ δεῖ ποιεῖν ἐξ εὐτόνου ξύλου͵ καὶ περιτιθέντας κύκλῳ κατὰ τὸ πάχος λεπίδας ἥλοις συνκοινοῦν͵ καθάπερ ἐπὶ τῶν παραστατῶν καὶ ἀντιστατῶν εἴρηται. τοὺς δὲ ἥλους διὰ τῆς στερεᾶς διιέντες φυλάσσομεν͵ ὅπως μήτε διὰ τοῦ τρήματος τοῦ τὸν τόνον δεχομένου͵ μήτε δι΄ ἑτέρου τῶν τρημάτων͵ ἐν οἷς εἰσιν οἱ τόρμοι͵ οἱ ἧλοι διεκπίπτωσιν πλαγίως διερχόμενοι· ἐπεὶ ἀσθενὴς αὐτῶν γίνεται ἡ καθήλωσις͵ τουτέστιν ἡ ἀπὸ τοῦ ξύλου κατοχή. τὰ δὲ ΑΓ ΔΕ πάχη οὐκ ἐπ΄ εὐθείας εἶναι δεῖ ἀλλὰ περιφερείας͵ οἷαί εἰσιν αἱ ΑΠΓ ΔΡΕ· καὶ αὗται δὲ στερεώματος ἕνεκα τοῦ περιτρήτου. γίνονται δὲ αἱ περιφέρειαι κύκλῳ οὖσαι· τηλικούτου οὖν διάμετρος ἡ τριπλασία ἐσὶν τῆς διαμέτρου τοῦ τρήματος τοῦ τὸν τόνον δεχομένου. ἐπεὶ οὖν τὸ περίτρητον ἀσθενὲς ὑπάρχει διὰ τὸ πάντη ἐκτετρῆσθαι͵ πειρῶνται σιδηρᾶς κανονίδας περιτιθέναι αὐτοῖς͵ ἐγκειμένας τοῖς τε παραστάταις καὶ ἀντιστάταις͵ κειμένας δὲ καὶ κατὰ τὰς ΑΠΓ͵ ΔΡΕ περιφερείας.
Ἡ δὲ χοινικὶς γίνεται τόνδε τὸν τρόπον· ἐμβολέα δεῖ κατα σκευάσαι ὅμοιον τῷ ΑΒΓΔΕΖ ὑπογεγραμμένῳ͵ ἔχοντι τὰς μὲν ΑΕ͵ ΒΖ περιφερείας͵ τὰς δὲ ΕΓ͵ ΖΔ εὐθείας͵ τὴν δὲ ΑΒ ἴσην τῇ τοῦ τρήματος διαμέτρῳ͵ καὶ πρὸς τοῦ τον ἐκτορνεύσασθαι τὴν χοινικίδα· ἐὰν μὲν χαλκῆ μέλλῃ ὑπάρχειν͵ διαπλάσαντα κύκλῳ χυτὴν ποιῆσαι ἀπὸ ἐλατοῦ χαλκοῦ͵ πάχος ποιοῦντα τὸ αὔταρκες πρὸς τὴν τοῦ ὀργάνου βίαν· ἐπὶ δὲ τῶν μειζόνων ὀργάνων͵ ἐὰν ξύλιναι γίνωνται͵ τὰς κτηδόνας τοῦ ξύλου εἰς τὸ ὕψος τῆς χοινικίδος δεῖ ποιεῖν͵ καὶ περιτιθέναι ὁμοίως κατὰ τὴν ἄνω πλευρὰν τὴν ΑΒ καὶ κατὰ τὴν κάτω τὴν ΓΔ κύκλῳ λεπίδας͵ καὶ πάλιν ἥλοις συγκοινοῦν͵ καταλιπόντας ἐκ τῆς κάτω πλευρᾶς κύκλῳ τόρμους ὁποῖοί εἰσιν οἱ ΗΘ͵ ὥστε ἐμβαλεῖν αὐτοὺς ἐν ὀπαῖς περὶ τὸ περίτρητον γινομέναις ἀντὶ τόρμων. καὶ δι΄ ὅλου ἐντορνία γίνεται͵ καὶ εἴς τινα σωλῆνα ἐμπίπτει περὶ τὸ περίτρητον γινόμενον [ἢ] ἐν κύκλῳ πρὸς τὸ μὴ παραβαίνειν τὴν χοινικίδα τόπον ἐκ τόπου. γίνεται δὲ ἔσθ΄ ὅτε ὑπόθεμα τῇ χοινικίδι ἐπικείμενον καὶ συνκεκοινωμένον τῷ περιτρήτῳ͵ ἐν ᾧ ἐστιν ὁ εἰρημένος σωλήν. τοῦτο δὲ γίνεται ἕνεκα τοῦ μὴ ἐκκοπῆναι τὸ περίτρητον ὑπὸ τοῦ σωλῆνος καὶ ἀσθενὲς γενέσθαι. καλεῖται δὲ ἡ καταλειφθεῖσα ἐν τορνία τριβεύς. ὅταν δὲ ἐντορνία ἀντὶ τόρμων καταλειφθῇ͵ ....
Ἐκ τῆς ἄνω πλευρᾶς τῆς κατὰ τὸ ΑΒ εὐθείας ἐκκοπαὶ γίνονται Οβ κατὰ διάμετρον κείμεναι͵ ἐν αἷς ἐστιν κατερχομένη ἡ καλουμένη ἐπιζυγὶς κατὰ κρόταφον κειμένη. αὕτη δὲ ἔσται σιδηρᾶ͵ ἐκ καθαροῦ σιδήρου γιγνομένη͵ κᾆτα ἐν τῇ χαλκείᾳ καλῶς τετελειωμένη͵ ὡς πᾶσαν ὑπομενοῦσα τὴν τοῦ ὀργάνου βίαν· περὶ γὰρ ταύτην ὁ τόνος καμπτόμενος γίγνεται. ἔσται δὲ [ἡ] αὕτη ὡς ΚΛΜΝ. Τούτων δὲ ἤδη διασεσαφηνισμένων δεῖ συνθέντα τὸ ἡμιτόνιον ἔκ τε τοῦ παραστάτου καὶ ἀντιστάτου τῶν τε δύο περιτρήτων καὶ τῶν δύο χοινικίδων τὰς ἐπιζυγίδας ἐναρμόσαι͵ καὶ περὶ μίαν αὐτῶν ἐξάψαντα τὴν μίαν ἀρχὴν τοῦ τόνου͵ τὴν δὲ ἑτέραν διὰ τῶν τρημάτων διεκβαλόντα͵ μηρύεσθαι τὸν τόνον͵ ὅπως πᾶς ὁ τῶν τρημάτων τόπος πληρωθῇ τοῦ τόνου διαμεμηρυσμένου.
Δεῖ δὲ εὖ μάλα διεκτείνειν τὸν τόνον διὰ τοῦ καλουμένου ἐντονίου͵ περὶ οὗ τῆς κατασκευῆς ἐροῦμεν· ὁμοίως δὲ καὶ τὰ αὐτὰ ἐν τῷ ἑτέρῳ ἡμιτονίῳ συνθεῖναι. Νοείσθω οὖν ἐντεταμένα͵ ὡς εἴρηται͵ τὰ δύο ἡμιτόνια͵ καὶ κείμενα ἐπί τινων κανόνων͵ καὶ ἀφεστῶτα ἀπ΄ ἀλλήλων μικρῷ μεῖζον διπλάσιον τὸ τοῦ ἑνὸς ἀγκῶνος μῆκος. νοείσθω δὲ τὰ κάτω περίτρητα τῶν ἡμιτονίων τὰ ΑΒΓΔ͵ ΕΖΗΘ͵ τόρμους ἔχοντα ἐξ αὐτῶν τοὺς ΚΛΜΝ͵ ΞΟΠΡ συνεχόμενα ὑπὸ κανόνων ΣΤ͵ ΥΦ ἐν οἷς εἰσιν οἱ τόρμοι. καὶ ἄνω δὲ τὰ αὐτὰ ἐπινοεῖν δεῖ. οἱ δὲ κάτω κανόνες καὶ διαπήγμασι συνέχονται πλείοσιν ὥσπερ τοῖς Χ͵ Φ͵ Ψ͵ Ω͵ καὶ ἐπὶ δὲ τὰ διαπήγματα σανὶς ἐπιτίθεται ἀναπληροῦσα πάντα τὸν μεταξὺ τῶν κανόνων τόπον. καλεῖ ται δὲ τὸ πῆγμα τὸ συγκείμενον ἔκ τε τῶν κανόνων καὶ τῶν δια πηγμάτων καὶ τῆς σανίδος τράπεζα.
Οὕτως δὲ συντεθέντων τῶν ἡμιτονίων καὶ τῶν ἀγκώνων εἰς τὸ ἐκτὸς ἀναπεπτωκότων͵ τοῦ μὲν ἐν τῷ ΑΒΓΔ ἐπὶ τὰ πρὸς τὸ Υ ὥσπερ τοῦ #533μ͵ τοῦ δὲ ἐν τῷ ΕΖΗΘ ἐπὶ τὰ πρὸς τὸ Φ ὥσπερ τοῦ Χ΄͵ δεῖ δὴ τὴν τοξῖτιν νευρὰν κατάγειν͵ ὡς εἴρηται͵ καὶ ἐπιθέντα τὸ βέλος ἀποσχάζειν. ἡ δὲ σύριγξ͵ ἐν ᾗ ἐστιν ἡ διώστρα καὶ τὸ χελώνιον καὶ ἡ χείρ͵ ἐπὶ μὲν τῶν εὐθυτόνων σύριγξ κέκληται͵ ἐπὶ δὲ τῶν παλιντόνων κλιμακίς͵ ἐπειδήπερ πλεῖον πλάτος ἔχει καὶ διαπήγμασι συνέχεται πλείοσιν͵ καθάπερ καὶ ἡ τράπεζα.
Γίνεται δὴ ἡ κλιμακὶς οὕτως· διάπηγμα κατασκευάζεται ἐκ τεσσάρων κανόνων συνεστηκός͵ ἐπί δὲ τοῦ μέσου ἔχον κατὰ τὸ πλάτος ἄλλους κανόνας πεπηγότας ἐπὶ τῶν κατὰ τὸ μῆκος κανόνων͵ ἵνα ᾖ τὸ γινόμενον κλιμακίς. ἐπάνω δὲ τῶν κατὰ τὸ μῆκος κανόνων͵ τουτέστιν τῶν διαπηγμάτων͵ κανόνια Οβ ἐπιτίθεται͵ ἰσομήκη τῇ κλιμακίδι παρὰ τὰ σκέλη αὐτῆς͵ ταπεινότερα δὲ τῶν σκελῶν τῆς κλιμακίδος͵ ἐφ΄ ἃ ἡ διώστρα κινεῖται ἔχουσα τὸ πλάτος ἴσον τῷ διαπήγματι τῆς κλιμακίδος. αὕτη οὖν ἡ κλιμακίς τίθεται ἐπὶ τὴν σανίδα τὴν ἐπικειμένην ἐπὶ τῶν #533͵ Ω͵ Χ͵ Ψ διαπηγμάτων· ὅλον δὲ τὸ ἐκ πάντων συντεθὲν ὄργανον· ἐπιτίθεται ἐπὶ τὴν βάσιν. καλεῖται δὲ πτέρυξ αὐτὸ τὸ ὄργανον ὅλον. Λαμβάνει δὲ καὶ τὰ ἡμιτόνια ἀντηρίδας͵ ὧν τὰ μὲν ἄκρα ἐν τῇ κλιμακίδι ἐρήρεισται͵ τὰ δὲ ἕτερα πρὸς τοῖς ἄνω περιτρήτοις͵ ὅπως τῆς καταγωγῆς γινομένης μὴ συντείνηται τὰ ἡμιτόνια τῆς νευρᾶς αὐτὰ ἐπισπωμένης. διαβληθέντων δὲ τῶν ἀγκώνων διὰ μέσων τῶν τόνων͵ δεῖ ἐπιστρέφειν τὰς χοινικίδας μοχλῷ σιδηρῷ κρίκον ἔχοντι͵ εἰς ὃν ἐμβάλλεται ἡ τῆς ἐπιζυγίδος ὑπεροχή͵ ὅπως οἱ ἀγκῶνες τὴν ἀνάπτωσιν ἔχωσιν τὴν εἰρημένην. δεῖ δ΄ ἐντείνειν τὴν τοξῖτιν νευρὰν οὕτως͵ ὥστε τοὺς ἀγκῶνας βραχὺ ἀπέχειν ἀπὸ τῶν παραστατῶν͵ ὅπως μὴ συγκρουόμενοι θραύωνταί τε καὶ θραύωσιν.
Δεῖ δὲ καὶ ἐπὶ τοὺς δέοντας τόπους͵ λέγω δὴ τοὺς ὑπομένοντάς τινα κακοπάθειαν͵ λεπίδας σιδηρᾶς ἐπιθεῖναι καὶ ἥλοις συνκοινοῦν͵ καὶ ξύλοις εὐτόνοις χρᾶσθαι͵ καὶ κατὰ πάντα τρόπον ἀσφαλίζεσθαι τοὺς εἰρημένους τόπους· τοὺς δὲ μηδὲν πάσχοντας ἐκ κούφων καὶ μικρῶν συντελεῖν ξύλων͵ στοχαζόμενον τοῦ τε διαπήγματος καὶ τοῦ ὄγκου καὶ ἐπιβαροῦς τῶν ὀργάνων. οὐ γὰρ κατασκευάζεται πάμπολλα δὴ πρὸς τὰς κατεπειγούσας χρείας· διὸ δεήσει πρὸς τὰς μεταφορὰς εὔλυτά τε αὐτὰ εἶναι καὶ κοῦφα καὶ οὐ πολυδάπανα. τὰ δὲ περίτρητα ῥερόμβωται ἕνεκα τοῦ τὰ τῶν ἀγκώνων ἄκρα τὴν τοξῖτιν δεχόμενα πλεῖον ἀπ΄ ἀλλήλων ἀπέχειν. οὐ μὴν ἀλλὰ καὶ οἱ παραστάται ἐξεκόπησαν τὰς εἰρημένας κοιλασίας τῆς αὐτῆς αἰτίας ἕνεκεν. καὶ τὰ μὲν ἐπὶ τῶν παλιντόνων ἐπὶ τοσοῦτον εἰρήσθω.
Τὰ δὲ εὐθύτονα τὰ μὲν ἄλλα πάντα τὰ αὐτὰ ἔχει τῷ παλιντόνῳ͵ πλὴν ὅτι τὰ δύο ἡμιτόνια εἰς ἓν πλινθίον σύγκειται͵ ἀπέχοντα ἀλλήλων τὸ τῆς διώστρας πλάτος· δι΄ ὃ δὴ οὔτε τράπεζαν οὔτε τοὺς ἄνω κανόνας οὔτε τὰς ἀντηρίδας λαμβάνει. γίγνεται δὲ τὰ κάτω δύο περίτρητα ἐξ ἑνὸς ξύλου͵ καὶ ὁμοίως τὰ ἄνω. Συλλογισάμενος δὴ τά τε πάχη τῶν παραστατῶν καὶ τῶν μεσοστατῶν͵ οὓς δὴ ἀντιστάτας ἐπὶ τῶν παλιντόνων ἐκαλοῦμεν͵ καὶ ἔτι τὰς τῶν τρημάτων διαμέτρους͵ καὶ τὸ τῆς διώστρας πλάτος (ὃ δὴ μεταξύ ἐστιν τῶν μεσοστατῶν) ἔκθου ἐπὶ σανίδος τηλικαύτην εὐθεῖαν τὴν ΑΒ͵ καὶ ταύτῃ πρὸς ὀρθὰς ἀγαγὼν τὰς ΑΓ ΒΔ͵ ὧν ἑκατέρα ἴση ἐστὶν τῇ τοῦ τρήματος διαμέτρῳ͵ ἢ μικρῷ μείζων͵ περίγραψον περιφέρειαν κύκλου διὰ τῶν Γ Δ τὴν ΓΕΔ. καὶ ἔσται σοι τὸ ΑΒΓΔΕ σχῆμα τὸ κάτω μέρος τοῦ περιτρήτου ἐν τῷ εὐθυτόνῳ τῷ συγκειμένῳ ἐκ τῶν δύο περιτρήτων. ἀπολαβὼν οὖν τὰς ΑΖ ΘΒ ἴσας τῷ πάχει τοῦ παραστάτου͵ καὶ ἀγαγὼν πρὸς ὀρθὰς ἐν τῇ σανίδι τῇ ΑΒ τὰς ΖΗ ΘΚ͵ περίγραψον τὰ τρήματα τὰ δεχόμενα τὸν τόνον τὰ Μ Λ μικρὸν ἀπέχοντα ἀπὸ τῶν ΖΗ͵ ΘΚ· εἶτα ἐφεξῆς θεὶς τὰ πάχη τῶν μεσοστατῶν τὰ ΝΞ ΟΠ͵ ἄγαγε πρὸς ὀρθὰς τῇ ΑΒ͵ καὶ ἔσται τὸ μεταξὺ τῶν Ξ Ο τὸ πλάτος τῆς διώστρας.
Δεῖ οὖν καὶ ἄλλο κατασκευάσαι ὅμοιον σχῆμα τῷ εἰρημένῳ͵ ὅπερ μετὰ τὸ παγῆναι τοὺς παραστάτας καὶ τοὺς μεσοστάτας͵ δηλονότι τόρμων γενομένων͵ ἐπάνω ἐπιτιθέαμεν· καὶ λοιπὸν ἐμβαλόντες τὰ νεῦρα καὶ τὰς χοινικίδας καὶ τὰ λοιπὰ τὰ ἄνω εἰρημένα͵ διαβαλόντες δὲ καὶ τοὺς ἀγκῶνας͵ ἔχομεν ἐν ἑνὶ πλινθίῳ συνεσταλμένα πολλὰ μέρη τοῦ ὀργάνου. οἱ δὲ ἀγκῶνες τίθενται͵ ὡς οἱ ΤΡ͵ ΥΣ͵ ἀναπεπτωκότες πρὸς τοῖς παραστάταις. οἱ δὲ μεσοστάται λαμβάνουσι δύο ἴσα διαπήγματα πλάγια δι΄ ὅλου τοῦ πλάτους αὐτῶν· δι΄ ὧν βαστάζεται ἡ σανὶς ἡ τὴν σύριγγα ἔχουσα ἐπάνω. ἐκ δὲ τῆς σύριγγος καὶ τοῦ διαπήγματος τόρμος ἁρμοστὸς διωθεῖται͵ ὀπῆς γενομένης ἐν μέσῳ τοῦ κάτω περιτρήτου͵ ἀνέχων ὅλον τὸ πλινθίον. τὰ δὲ ἄλλα πάντα͵ ὡς εἴρηται ἐπὶ τοῦ παλιντόνου͵ τὰ αὐτά γίνεται.
Τὰ δὲ καλούμενα ἐντόνια κατασκευάζεται τόνδε τὸν τρόπον· ξύλα δεῖ λαμβάνειν τετράγωνα Οβ ἴσα τὰ ΑΒ͵ ΓΔ· καὶ διαπήγμασι τέσσαρσι συλλαβεῖν ἴσοις τοῖς Ε͵ Ζ͵ Η͵ Θ͵ ὧν δύο τὰ ἄκρα τόρμους ἐχέτω διεκπίπτοντας εἰς τὸ ἔξω μέρος͵ ὥστε εἰς τὰς ὑπεροχὰς τρημάτων ὄντων σφῆνας διῶσαι τοὺς συνέχοντας τὸ πῆγμα. πρὸς δὲ τοῖς ἄκροις τῶν τετραγώνων ξύλων ὀνίσκοι ἔστωσαν πλάγιοι στρεφόμενοι οἱ ΚΛ͵ ΜΝ͵ τρήματα ἔχοντες͵ ὥστε ἐμβάλλεσθαι σκυτάλας ἐν τοῖς ἄκροις ἢ καὶ ἐν μέσῳ͵ δι΄ ὧν ἐπιστραφήσονται. ἐπὶ δὲ τῶν Ε͵ Ζ͵ Η͵ Θ διαπήγματων δύο ἄλλα ἔστωσαν ξύλα ὑπερέχοντα τῶν τετραγώνων ξύλων εἰς τὸ ἄνω μέρος. Ὅταν οὖν βουλώμεθα ἐντεῖναι ἤτοι τὰ τοῦ παλιντόνου ἡμιτόνια ἢ τοῦ εὐθυτόνου τὸ πλινθίον͵ συνθέντες͵ ὡς προείρηται͵ τόν τε παραστάτην καὶ ἀντιστάτην καὶ τὰ δύο περίτρητα͵ καὶ προσθέντες τὰς ἐπιζυγίδας͵ κατακλινοῦμεν ἐπὶ τὰ μέσα διαπήγματα τὰ Ε͵ Ζ͵ Η͵ Θ καὶ σφηνώσαντες καλῶς πρὸς τὰς ἐκτῶν διαπηγμάτων ὑπεροχὰς ἐξάψομεν τὴν μίαν ἀρχὴν τοῦ τόνου ἐκ τῆς μιᾶς ἐπιζυγίδος· τὴν δὲ ἄλλην ἀποδόντες διὰ τοῦ ἀντικειμένου τρήματος εἰς τὸν ἐφεξῆς ὀνίσκον ἐκτενοῦμεν ἄχρις οὗ ἀναιρεθῇ τοῦ πάχους τῆς τριχέας τοῦ τόνου τὸ τρίτον μέρος· εἶτα ἀπολαβόντες παρὰ τὴν χοινικίδα τὸν τόνον περιστομίδι τινί͵ ἐκλύσομεν τὸν τόνον ἐκ τοῦ ὀνίσκου· καὶ τὴν ἀρχὴν αὐτοῦ διαβαλόντες διὰ τῶν τρημάτων ἀποδώσομεν εἰς τὸν ἕτερον ὀνίσκον͵ καὶ ταὐτὰ ποιήσομεν ἀεὶ ἀνιέντες κατὰ βραχὺ τὴν περὶ τὴν ἐπείλησιν περιστομίδα· ἡ δὲ περιστομίς ἐστιν ξύλον μῆκος ἔχον ὡς παλαιστῶν Οβ ἢ Ογ͵ καὶ ἐκ τῆς οὐρᾶς ἀνατομὴν ἔχον πρὸς τὸ τοῦ τόνου πάχος. διαμηρυθέντος δὲ τοῦ τόνου͵ ὅταν τὰ τρήματα τὰ δεχόμενα αὐτὸν δυσχερῶς παραλαμβάνῃ διὰ τὸ πεπληρῶσθαι͵ δεῖ σιδηρᾶς κέστρας στρογγύλας καὶ λείας οὔσας καὶ ἐκ τοῦ ἄκρου λεπτὰς διωθεῖν διὰ τῶν εἰρημένων τρημάτων καὶ σφύρᾳ ἐνκρούειν. ἐπὰν δὲ δόξῃ ἱκανὸς τόπος γεγενῆσθαι πρὸς τὸ παραδέξασθαι τὸν τόνον͵ οὕτως δεῖ διαβάλλειν αὐτόν. ὅταν δὲ καὶ οὕτως δυσχερῶς παραδέχηται͵ ῥαφίδα σιδηρᾶν δεῖ λαβόντα διεῖραι τὴν ἀρχὴν τοῦ τόνου διὰ τοῦ ἐν αὐτῇ τρήματος͵ καὶ αὐτὴν τὴν ῥαφίδα διώσαντα ἐπισπᾶσθαι τὸν τόνον. ὅταν δὲ καλῶς δόξῃ σοι πεπληρῶσθαι τὰ τρήματα͵ τὸ καταλειπόμενον τοῦ τόνου͵ ἐὰν μὲν πολὺ ᾖ͵ ἀποκόψεις παρ΄ ὀλίγον· ἐὰν δὲ ὀλίγον ᾖ͵ ἐάσεις καὶ ἐπειλήσεις αὐτὸ περὶ τὸ ἥμισυ τοῦ τόνου· εἶτα διαβαλὼν τὸν ἀγκῶνα τὰ ἑξῆς πρᾶττε. ὡς προείρηται.
Ἐὰν δὲ ἐν ταῖς πυκναῖς καταγωγαῖς ὁ τόνος χάλασμα λάβῃ͵ ἐπιστρέψεις τὰς χοινικίδας͵ ὡς προείρηται͵ τῷ μόχλῳ τῷ σιδηρῷ τῷ ἔχοντι τὸν κρίκον. Νεύροις δὲ δεῖ χρῆσθαι͵ ἤτοι ὠμιαίοις ἢ νωτιαίοις͵ καὶ πάντων τῶν ζῴων πλὴν συῶν· ἀποίητα γάρ. διανοεῖσθαι δὲ δεῖ͵ δι΄ ὅτι εὔχρηστα τὰ νωτιαῖα ἤτοι ὠμιαῖα τῶν ἄλλων ζῴων· εὕρηται γὰρ ὅτι τὰ ἐπιπλέον γυμναζόμενα τοῦ ζῴου νεῦρα εὐτονώτερα τυγχάνει· οἷον ἐλάφου μὲν τὰ ἐκ τῶν ποδῶν͵ ταύρου δὲ τὰ ἐπὶ τοῦ αὐχένος· καὶ ἐπὶ τῶν ἄλλων δὲ διανοοῦ οὕτως.
Τὴν δὲ τοξῖτιν νευρὰν ἐκ τῶν εὐτονωτάτων νεύρων δεῖ πλέκειν. μία γὰρ οὖσα πολλὰ ἀπεργάζεται͵ καὶ ὑπομένει τὴν τῆς ἐξ αποστολῆς βίαν. διάφοροι δὲ γίνονται τῇ πλοκῇ τοξίτιδες. ἡ μὲν γὰρ τοῦ εὐθυτόνου στρογγύλη γίνεται͵ ἐπείπερ εἰς τὴν τοῦ ὀϊστοῦ ἐμπίπτει χηλήν. ταύτην δὲ ἡ κατάγουσα χεὶρ διπλῆ γίνεται͵ κεχηλωμένη πρὸς τὸ μεταξὺ τῶν χηλῶν δέξασθαι τὸ τοῦ βέλους πάχος. ἡ δὲ τοῦ παλιντόνου πλατεῖα γίνεται καθάπερ ζώνη· καὶ ἐκ μὲν τῶν ἄκρων ἀγκύλας ἔχει͵ εἰς ἃς οἱ ἀγκῶνες ἐμβιβάζονται͵ ἐκ δὲ τοῦ μέσου ἐξ ἑνὸς τοῦ περὶ τὴν χεῖρα μέρους καθάπερ κρίκον ἐξ αὐτῶν τῶν νεύρων πεπλεγμένον͵ εἰς ὃν ἡ χεὶρ ἐμβιβάζεται͵ οὐκέτι κεχηλωμένη͵ ἀλλ΄ ἁπλῆ καθάπερ δάκτυλος. τὸ δὲ [τι] πλάτος τῆς τοξίτιδος ὀρθὸν τίθεται͵ ὅπως ἀποσχασθείσης τῆς χειρὸς ὁ λίθος κατὰ τὸ πλάτος ὑπὸ τῆς τοξίτιδος ληφθεὶς καλῶς ἐξαποστέλληται. καὶ ἡ μὲν ἐπὶ τῶν εὐθυτόνων νευρὰ παρ΄ αὐτὴν τὴν διώστραν τίθεται ἀπέχουσα ἀπ΄ αὐγῆς βραχύ· ἡ δὲ ἐπὶ τῶν παλιντόνων πλεῖον ἀπέχουσα τῆς διώστρας͵ ὅπως ἀποσχασθεῖσα κατὰ μέσον τὸ ὕψος τοῦ λίθου πλήξῃ οὕτω γὰρ βιαιότερος ἐξαποσταλήσεται· μικρὸν γὰρ ἀνωτέρω ἢ κατωτέρω τεθεῖσα ἤτοι ὑπελεύσεται τὸν λίθον ἢ ὑπερ πεσεῖται αὐτὸν. Ὁ δὲ ἐν τοῖς ἀγκῶσι τόνος καὶ ἐκ τριχῶν γίνεται γυναικείων· αὗται γὰρ λεπταί τε οὖσαι καὶ μακραὶ καὶ πολλῷ ἐλαίῳ τραφεῖσαι͵ ὅταν πλακῶσιν εὐτονίαν πολλὴν λαμβάνουσιν͵ ὥστε μὴ ἀπᾴδειν τῆς διὰ τῶν νεύρων ἰσχύος. Ἱκανῶς οὖν καὶ κεφαλαιωδῶς περὶ τῆς κατασκευῆς καὶ χρήσεως τῶν εὐθυτόνων καὶ παλιντόνων εἰρηκότες͵ ἑξῆς καὶ τὰ μέτρα ὑπογράψομεν.
Εἰδέναι δὲ δεῖ͵ ὅτι ἡ τῶν μέτρων ἀναγραφὴ ἐξ αὐτῆς τῆς πείρας ἐλήφθη. οἱ γὰρ παλαιότεροι͵ μόνον τὸ σχῆμα καὶ τὴν διάθεσιν ἐπινοήσαντες͵ οὐ πάνυ τι ηὐδοκίμουν εἰς τὴν ἐξαποστολὴν τοῦ βέλους͵ διὰ τὸ ἁρμοστοῖς συμμετρίαις μὴ χρῆσθαι. οἱ δὲ μετὰ ταῦτα͵ ἀφ΄ ὧν μὲν ἀφαιροῦντες͵ οἷς δὲ προστιθέντες σύμφωνα κατέστησαν καὶ ἐνεργὰ τὰ εἰρημένα ὄργανα. συνίσταται δὲ τὰ προειρημένα ὄργανα͵ οἷον τὰ κατὰ μέρος ἐν αὐτοῖς πάντα͵ ἀπὸ τῆς τοῦ τρήματος διαμέτρου τοῦ τὸν τόνον δεχομένου. ἀρχὴ γὰρ καὶ ἡγούμενον ὁ τόνος.
Δεῖ οὖν τὸ τοῦ λιθοβόλου ὀργάνου τρῆμα συνίστασθαι οὕτω. ὅσων ἐὰν ᾖ μνῶν ὁ μέλλων ἐξαποστέλλεσθαι λίθος͵ ταῦτα ἑκατοντάκις ποιήσας͵ λάβε τῶν γενομένων κυβικὴν πλευράν͵ καὶ ὅσων ἐὰν εὕρῃς μονάδων τὴν πλευρὰν προσθεὶς ταῖς εὑρεθείσαις τὸ δέκατον μέρος͵ [καὶ] τοσούτων δακτύλων ποίει τὴν τοῦ τρήματος διάμετρον. οἷον ἔστω ὁ λίθος μνῶν ὀγδοήκοντα· ἑκατοντάκις ταῦτα γίνεται 22η· ἡ δὲ κυβικὴ πλευρὰ κ καὶ τὸ δέκατον αὐτῶν δύο· γίνεται κβ· τοσούτων ἔσται ἡ τοῦ τρήματος διάμετρος. ἐὰν δὲ μὴ ἔχῃ ὁ γενόμενος κυβικὴν πλευράν͵ ὡς ἔγγιστα δεῖ λαμβάνοντα τὸ δέκατον μέρος προστιθέναι. Τὸ δὲ τοῦ εὐθυτόνου τρῆμα συνίσταται οὕτως· ὅσον ἐὰν ἔχῃ μῆκος ὁ μέλλων ἐξαποστέλλεσθαι ὀϊστός͵ τούτου τὸ ἔνατον ἔσται ἡ τοῦ τρήματος διάμετρος. οἷον ἔστω τρίπηχυ τὸ βέλος͵ ὧν ἔνατον γίνεται δάκτυλοι ὀκτώ· τοσούτων ἔσται ἡ διάμετρος τοῦ τρήματος.
Ἔστι δὲ καὶ ἀπὸ μιᾶς διαμέτρου δοθείσης τὰς λοιπὰς συνίστασθαι τῶν λιθοβόλων ὀργάνων κατὰ τὸν τοῦ κύβου διπλασιασμόν. ἔστι δ΄ ἐπιτυχόντος κατασκεῦης ὀργάνου [εὐδοκιμήσαντος] τὰ ἄλλα συνίστασθαι ἀπὸ τούτου οὕτως. ἔστω γὰρ ἡ τοῦ ὀργάνου διάμετρος ἡ ΑΒ͵ καὶ δέον ἔστω ἀπὸ τούτου ἕτερον ὄργανον κατασκευάσαι βάλλον͵ εἰ τύχοι͵ τριπλάσιον βέλος τοῦ προειρημένου. ἐπεὶ οὖν αἴτιός ἐστιν ὁ τόνος τῆς τοῦ λίθου ἐξαποστολῆς͵ Δεήσει ἄρα τὸ μέλλον συνίστασθαι ὄργανον τριπλασίονα τόνον ἔχειν͵ οὗ ἡ διάμετρός ἐστιν ἡ ΑΒ͵ οὐκ ἐν τυχόντι δὲ τρήματι͵ ἀλλ΄ ἀνὰ λόγον ἔχοντος τοῦ ὕψους τοῦ τόνου τῷ τρήματι͵ ὥστε γίνεσθαι τοὺς κυλίνδρους ὁμοίους τοὺς ἐκ τῶν τόνων γινομένους. ἐπεὶ οὖν ὅμοιοι κύλινδροι πρὸς ἀλλήλους ἐν τριπλασίονι λόγῳ εἰσὶν τῶν ἐν ταῖς βάσεσι διαμέτρων͵ νενοήσθω ηὑρημένη ἡ τοῦ τρήματος διάμετρος ἡ ΓΔ. ὁ ἄρα ἀπὸ τῆς ΑΒ κύλινδρος πρὸς τὸν ἀπὸ τῆς ΓΔ κύλινδρον τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΑΒ πρὸς ΓΔ. πεποιήσθω δή͵ ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ͵ οὕτως ἥ τε ΓΔ πρὸς τὴν ΕΖ καὶ ἡ ΕΖ πρὸς ΗΘ. ἕξει ἄρα καὶ ἡ ΑΒ πρὸς ΗΘ τριπλασίονα λόγον ἤπερ ἡ ΑΒ πρὸς ΓΔ. ἔστιν ἄρα͵ ὡς ὁ ἀπὸ τῆς ΑΒ κύλινδρος πρὸς τὸν ἀπὸ τῆς ΓΔ κύλινδρον͵ οὕτως ἡ ΑΒ πρὸς ΗΘ. τρίτον δὲ μέρος ἐστὶν ὁ ἀπὸ τῆς ΑΒ κύλινδρος τοῦ ἀπὸ τῆς ΓΔ κυλίνδρου· καὶ ἡ ΑΒ ἄρα τρίτον μέρος ἐστὶν τῆς ΗΘ. καὶ ἔστι δοθεῖσα ἡ ΑΒ͵ δοθεῖσα ἄρα καὶ ἡ ΗΘ· καὶ εἰσὶν τῶν ΑΒ ΗΘ δύο μέσαι ἀνὰ λόγον αἱ ΓΔ ΕΖ· δοθεῖσα ἄρα ἐστὶν ἡ ΓΔ· δεήσει ἄρα εἰς τὴν ὀργανικὴν κατασκευὴν λαβεῖν τῆς ΑΒ τριπλασίαν τὴν ΗΘ͵ ἐπειδήπερ τὸ βέλος τοῦ βέλους ἐστὶν τριπλάσιον͵ καὶ τῶν ΑΒ ΗΘ δύο μέσας ἀνὰ λόγον λαβεῖν τὰς ΓΔ ΕΖ͵ καὶ ἔσται ἡ τοῦ ζητουμένου τρήματος διάμετρος ἡ ΓΔ. Ὡς δὲ δεῖ͵ δύο δοθεισῶν εὐθειῶν͵ δύο μέσας ἀνὰ λόγον λαβεῖν͵ ἑξῆς ἐροῦμεν.
Ἔστωσαν αἱ δύο δοθεῖσαι εὐθεῖαι αἱ ΑΒ͵ ΒΓ πρὸς ὀρθὰς ἀλλήλοις κείμεναι. ὧν δεῖ δύο μέσας ἀνὰ λόγον εὑρεῖν καὶ συμπεπληρώσθω τὸ ΑΒΓΔ παραληλλόγραμμον. καὶ ἐπεζεύχθωσαν αἱ ΑΓ͵ ΒΔ. καὶ ἐκβεβλήσθωσαν αἱ ΔΓ͵ ΔΑ· καὶ παρακείσθω παρὰ τὸ Β σημεῖον κανὼν τέμνων τὰς ἐκβαλλομένας εὐθείας͵ καὶ κινείσθω ὁ εἰρημένος κανὼν περὶ τὸ Β σημεῖον͵ ἄχρις ἂν αἱ ἀπὸ τοῦ Ε ἐπὶ τὰς τομὰς ἐπιζευγνύμεναι ἴσαι ἀλλήλαις ὦσι· καὶ ἔστω ὁ μὲν κανὼν θέσιν εἰληφὼς οἵαν ἔχει ἡ ΖΒΗ εὐθεῖα· αἱ δὲ ἄλλαι δύο εὐθεῖαι αἱ ΕΖ͵ ΕΗ. λέγω ὅτι τῶν ΑΒ͵ ΒΓ εὐθειῶν αἱ μέσαι ἀνὰ λόγον εἰσὶν αἱ ΑΖ͵ ΓΗ· καὶ πρώτης οὔσης τῆς ΑΒ͵ δευτέρα μὲν ἔσται ἡ ΑΖ͵ τρίτη δὲ ἡ ΓΗ͵ τετάρτη δὲ ἡ ΒΓ. ἐπεὶ γὰρ διαγώνιόν ἐστιν τὸ ΑΒΓΔ παραλληλόγραμμον͵ αἱ τέσσαρες εὐθεῖαι αἱ ΔΕ͵ ΕΑ͵ ΕΒ͵ ΕΓ ἴσαι ἀλλήλαις εἰσίν· ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΑΕ τῇ ΕΔ καὶ διῆκται ἡ ΕΖ͵ τὸ ἄρα ὑπὸ ΔΖΑ μετὰ τοῦ ἀπὸ ΑΕ ἴσον ἐστὶν τῷ ἀπὸ τοῦ ΕΖ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ὑπὸ ΔΗΓ μετὰ τοῦ ἀπὸ ΓΕ ἴσον ἐστὶν τῷ ἀπὸ ΕΗ· καὶ ἔστιν ἴση ἡ μὲν ΑΕ τῇ ΕΓ͵ ἡ δὲ ΕΖ τῇ ΕΗ. ἔσται ἄρα καὶ τὸ ὑπὸ ΔΖΑ ἴσον τῷ ὑπὸ ΔΗΓ. ὡς ἄρα ἡ ΗΔ πρὸς ΔΖ͵ οὕτως ἔστιν ἡ ΑΖ πρὸς ΓΗ. ἀλλ΄ ὡς ἡ ΗΔ πρὸς ΔΖ͵ ἥτε ΑΒ πρὸς ΑΖ͵ καὶ ἡ ΖΑ πρὸς ΓΗ͵ καὶ ἡ ΗΓ πρὸς ΓΒ· ἔσται ἄρα καὶ ὡς ἡ ΒΑ πρὸς ΑΖ͵ οὕτως καὶ ἡ ΗΓ πρὸς ΓΒ· τῶν ἄρα ΑΒ͵ ΒΓ δύο μέσαι ἀνὰ λόγον εἰσὶν αἱ ΑΖ͵ ΓΗ.

_________________
Aquila non capit muscas


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Σάβ Δεκ 17, 2011 10:34 am 
Άβαταρ μέλους

Εγγραφή: Σάβ Δεκ 05, 2009 10:56 am
Δημοσιεύσεις: 176
Εικόνα

ΜΕΓΑΛΟΙ ΑΝΔΡΕΣ - ΜΕΓΑΛΟΙ ΛΟΓΟΙ - ΜΕΓΑΛΑ ΕΡΓΑ

Ὅτε ὁ Μέγας Ἀλέξανδρος ἔφθασεν εἰς τὸν ποταμὸν Ὕφασιν,ἐξηκρίβωσεν, ὅτι πρὸς Δ. τοῦ ποταμοῦ εἶναί χώρα μεγάλη καὶ εὐδαίμων,ὅτι αὐτὴν κατοικοῦν λαοὶ πολεμικοί, ὅτι ἐκεῖ εἶναι ἐλέφαντες πολλοί,μεγαλύτεροι καὶ ἀγριώτεροι τῶν ἄλλων.Καὶ ηὐχαριστήθη πολύ, διότι διέβλεπε νέον στάδιον πολεμικῆςδόξης. Ἀπεφάσισε λοιπὸν νὰ διαβῇ τὸν ποταμὸν καὶ νὰ προχωρήσῃ.Ἀλλ’ οἱ στρατιῶται του, οἱ ὁποῖοι ἐπολέμουν συνεχῶς ἐπὶ ὀκτὼἔτη, εἶχον ἀποκάμει. Καὶ ἐπιθυμία κατέλαβε τὴν ψυχὴν αὐτῶν νὰἐπανέλθουν πλέον εἰς τὴν πατρίδα, πλησίον τῶν γονέων, συζύγων καὶτέκνων αὐτῶν. Ὁ Μέγας Ἀλέξανδρος κατενόησε καλῶς τὸ πρᾶγμα καί, πρὶν γίνῃἡ ταραχὴ καὶ ἡ ἀθυμία τῶν στρατιωτῶν μεγαλυτέρα, ἐκάλεσε τοὺςστρατηγοὺς εἰς συνεδρίασιν καὶ εἶπε πρὸς αὐτούς:-Ἄνδρες ῞Ελληνες καὶ σύμμαχοι, βλέπω ὅτι τώρα πλέον δὲν μὲἀκολουθεῖτε εἰς τοὺς κινδύνους μὲ τὴν ἰδίαν προθυμίαν.

Σᾶς ἐκάλεσα λοιπὸν ἐδῶ μὲ σκοπὸν νὰ σᾶς πείσω, ὅτι πρέπει νὰ ἐξακολουθήσωμεντὸν πόλεμον ἐάν, ὅμως, πεισθῶ, ὅτι δὲν πρέπει νὰ γίνη τοῦτο, θὰσταματήσωμεν ἔως ἐδῶ καὶ θὰ ἐπιστρέψωμεν εἰς τνν Πατρίδα.῞Οσα κατωρθώσαμεν μὲ τοὺς μέχρι τοῦδε κοινούς μας ἀγῶνας, σᾶςεἶναι γνωστά. Κατέχομεν τὴν ᾽Ιωνίαν, τὸν ῾Ελλήσποντον, τὴν Φρυγίαν,τὴν Καππαδοκίαν, τὴν Παφλαγονίαν, τὴν Λυδίαν, τὴν Καρίαν, τὴνΛυκίαν, τὴν Παμφυλίαν, τὴν Φοινίκην καὶ τὴν Λιβύην, μέρη τῆς᾽Αραβίας, τῆς Συρίας, τῆς Βαβυλωνίας, τῆς Σουσιανῆς, τῆς Περσίας καὶὅλας τὰς χώρας μέχρι τοῦ Τανάιδος ποταμοῦ καὶ πέραν τοῦ ᾽ΙνδικοῦΚαυκάσου.Τώρα διατί διστάζετε νὰ προσθέσετε εἰς τὸ κράτος μας καὶ τὰ ἔθνη,τὰ ὁποῖα ἐκτείνονται πέραν ἀπὸ τὸν ῞Υφασιν ποταμόν; ῎Η φοβεῖσθε,μήπως προβάλουν ἀντίστασιν οἱ βάρβαροι; Δὲν βλέπετε ὅτι ἄλλοιμὲν ἔρχονται καὶ ὑποτάσσονται ἑκουσίως, ἄλλοι δὲ συλλαμβάνονταιαἰχμάλωτοι, ἄλλοι δὲ φεύγουν καὶ ἀφήνουν εἰς ἡμᾶς τὴν χώραν τωνἔρημον, τὴν ὁποίαν ἡμεῖς δίδομεν εἰς τοὺς συμμαχους ἢ εἰς ὅσους μᾶςπαραδίδονται ἑκουσίως;Οἱ ἀγαθοὶ ἄνδρες νομίζω ὅτι ἔχουν πάντοτε τοὺς κόπους ὡς σκοπὸντοῦ βίου των. Διὰ μεγάλων κόπων κατορθώνονται τὰ καλὰ καὶ μεγάλαἔργα.᾽Εάν, ὅμως, σταματήσωμεν ἐδῶ τὴν ἐκστρατείαν μας, φοβοῦμαιμήπως μετὰ τὴν ἀναχώρησίν μας οἱ ἐλεύθεροι ἐκεῖνοι λαοὶπαρακινήσουν εἰς ἀποστασίαν τοὺς ὑποτεταγμένους. Καὶ τότε ὅλοι οἱἀγῶνες θὰ ματαιωθοῦν. Τότε θὰ παραστῆ ἀνάγκη πάλιν ἐξ ἀρχῆς νὰἐπιχειρήσωμεν νέας ἐκστρατείας καὶ νὰ ὑποβληθῶμεν πάλιν εἰς νέουςἀγῶνας καὶ νέους κινδύνους. Ἄνδρες ῞Ελληνες καὶ σύμμαχοι, οἱ ἀγαθοὶ ἄνδρες καὶ ὅτανεὑρίσκωνται εἰς τὴν ζωήν, εὐχαριστιοῦνται νὰ κοπιάζουν καὶ ὅτανἀποθάνουν ἐγκαταλείπουν δόξαν ἀθάνατον.῎Η δὲν ἐνθυμεῖσθε ὅτι ὁ ῾Ηρακλῆς, ὁ πρόγονος ἡμῶν, οὐχὶ μένων εἰςτὴν Τίρυνθα ἢ εἰς τὸ Ἄργος ἢ εἰς τὴν Πελοπόννησον ἤ εἰς τὰς Θήβαςἔφθασεν εἰς τοιαύτην δόξαν, ὥστε νὰ γίνη ἢ νὰ νομίζεται Θεός;Καὶ ἡμεῖς τί καλὸν θὰ ἠδυνάμεθα νὰ κατορθώσωμεν, ἐὰν ἐκαθήμεθα εἰς τὴν Μακεδονίαν καὶ ἐθεωροῦμεν ἀρκετὸν μόνον νὰ φυλάσσωμεντὰς οἰκίας ἡμῶν;Καὶ ἐὰν μὲν σεῖς μόνον ἐκοπιάζετε καὶ ἐκινδυνεύετε, ἐγὼ δὲ ὁἀρχηγός σας ἀπέφευγον πάντα κίνδυνον, τότε θὰ εἴχετε δίκαιον νὰπαραπονῆσθε Ἀλλὰ τώρα βλέπετε ὅτι ὅλοι ἐξίσου ὑποβαλλόμεθα εἰς τοὺς ἰδίουςκόπους καὶ εἰς τοὺς ἰδίους κινδύνους, τὰ δὲ βραβεῖα εὑρίσκονται εἰς τὸμέσον ὅλων, ὅσοι ἀγωνίζονται. Καὶ ἡ χώρα, τὴν ὁποίαν κατελάβομεν,εἶναι ἰδική σας, καὶ σεῖς σατραπεύετε αὐτῆς, καὶ ἀπὸ τὰ χρήματα τὰπερισσότερα δίδονται εἰς σᾶς.Καὶ ὅταν θὰ κυριεύσωμεν ὅλην τὴν Ἀσίαν, τότε σᾶς ὁρκίζομαι ὅτι θὰσᾶς φορτώσω μὲ ἀγαθὰ τόσα, ὅσα δὲν φαντάζεται κανεὶς ἀπὸ σᾶς. Καὶὅσους μὲν θέλουν νὰ ἐπιστρέψουν εἰς τὴν πατρίδα των θὰ φροντίσω νὰτοὺς ἀποστείλω ἢ καὶ θὰ τοὺς ὁδηγήσω ἐκεῖ ἐγὼ ὁ ἴδιος, ὅσους δὲ θέλουννὰ μένουν θὰ τοὺς καταστήσω ζηλευτοὺς εἰς τοὺς ἀπερχομένους.

_________________
Είμαι κυνηγός όπως ο πατέρας μου όπως ο παππούς μου !


Κορυφή
 Προφίλ  
 


Τελευταίες δημοσιεύσεις:  Ταξινόμηση ανά  
Δημιουργία νέου θέματοςΓράψτε το σχόλιο σας Σελίδα 2 από 2   [ 20 Δημοσιεύσεις ]
Μετάβαση στην σελίδα Προηγούμενη  1, 2


Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 0 επισκέπτες


Δεν μπορείτε να δημοσιεύετε νέα θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να απαντάτε σε θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επεξεργάζεστε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να διαγράφετε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επισυνάπτετε αρχεία σε αυτή τη Δ. Συζήτηση

Αναζήτηση για:
Μετάβαση σε:  



cron
Powered by phpBB © 2000, 2002, 2005, 2007 phpBB Group
Mods Βάση δεδομένων
610nm Style by Daniel St. Jules of Gamexe.net

Ελληνική μετάφραση από το phpbbgr.com
phpBB SEO
Portal XL 5.0 ~ Plain 0.2
Create a Forum | Terms of Service | Privacy Policy | Report the forum