Αλλαγή γραμματοσειράς

www.gpeppas.gr

Δημιουργία νέου θέματοςΓράψτε το σχόλιο σας Σελίδα 1 από 2   [ 20 Δημοσιεύσεις ]
Μετάβαση στην σελίδα 1, 2  Επόμενο
Συγγραφέας Μήνυμα
 Θέμα δημοσίευσης: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Κυρ Αύγ 22, 2010 10:21 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Εικόνα


Ο Ξενοφών (περ. 427 π.Χ.-355 π.Χ.), Αθηναίος ιστορικός και φιλόσοφος υπήρξε στρατιώτης, μισθοφόρος και μαθητής του Σωκράτη.
Ήταν γιός του Γρύλλου και της Διοδώρας.
Η οικογένειά του ανήκε στο δήμο των Ερχιέων και ήταν αρκετά εύπορη αφού ανήκε στη τάξη των ιππέων.
Οι περί του έτους γέννησής του πληροφορίες είναι ασαφείς τοποθετούμενες μεταξύ του 440 και του 425 π.Χ.
Όμως στη "Ανάβαση" παρουσιάζεται να έχει υπερβεί τα 30 του χρόνια, γεγονός που δικαιολογεί την εκδοχή να έχει γεννηθεί το 431 π.Χ.
Ο Διογένης ο Λαέρτιος μας εξιστορεί ότι κάποτε όταν ήταν ακόμη νέος ο Ξενοφών, τον συνάντησε σε κάποιο στενό δρομάκι ο Σωκράτης
και εμποδίζοντάς με τη ράβδο του την περαιτέρω πορεία του τον ρώτησε μεταξύ άλλων "Πού οι άνθρωποι γίνονται καλοί και αγαθοί;"
Βρισκόμενος τότε ο Ξενοφών σε αμηχανία ο Σωκράτης του απάντησε: "Έπου και μάνθανε!".
Από τότε ο Ξενοφών υπήρξε μαθητής του Σωκράτη που τον θεωρούσε πρότυπο!
Μεγαλώνοντας, ο Ξενοφών, με συναναστροφή εκλεκτών ευγενών νέων της Αθήνας που είχαν ως κύρια ασχολία τον αθλητισμό,
παρέμεινε σε όλη τη ζωή του λάτρης της πάλης και των ελευθέρων αγώνων και από τις περιγραφές του διαφαίνεται ότι υπήρξε άριστος ιππέας.
Επίσης, μέσα από τα έργα του φαίνεται και η μεγάλη αγάπη του για τα άλογα.
Το έργο του που καταπιάνεται με την οργάνωση του κυνηγίου είναι ο ΚΥΝΗΓΕΤΙΚΟΣ.
(Καλή σας ανάγνωση! Ακόμη και αν δεν κατέχετε βασικές γνώσεις της αρχαίας ελληνικής,
διαβάζοντας το θα καταλάβετε πολλές αλήθειες αξίας 2400 ετών!!)



ΞΕΝΟΦΩΝ: ΚΥΝΗΓΕΤΙΚΟΣ


Τὸ μὲν εὕρημα θεῶν͵ Ἀπόλλωνος καὶ Ἀρτέμιδος͵ ἄγραι καὶ κύνες· ἔδοσαν δὲ καὶ ἐτίμησαν τούτῳ Χείρωνα διὰ δικαιότητα. ὁ δὲ λαβὼν ἐχάρη τῷ δώρῳ καὶ ἐχρῆτο· καὶ ἐγένοντο αὐτῷ μαθηταὶ κυνηγεσίων τε καὶ ἑτέρων καλῶν Κέφαλος͵ Ἀσκληπιός͵ Μειλανίων͵ Μέστωρ͵ Ἀμφιάραος͵ Πηλεύς͵ Τελαμών͵ Μελέαγρος͵ Θησεύς͵ Ἱππόλυτος͵ Παλαμήδης͵ Μενεσθεύς͵ Ὀδυσσεύς͵ Διομήδης͵ Κάστωρ͵ Πολυδεύκης͵ Μαχάων͵ Ποδαλείριος͵ Ἀντίλοχος͵ Αἰνείας͵ Ἀχιλλεύς͵ ὧν κατὰ χρόνον ἕκαστος ὑπὸ θεῶν ἐτιμήθη. θαυμαζέτω δὲ μηδεὶς ὅτι οἱ πολλοὶ αὐτῶν ἀρέσκοντες θεοῖς ὅμως ἐτελεύτησαν· τοῦτο μὲν γὰρ ἡ φύσις· ἀλλ΄ οἱ ἔπαινοι αὐτῶν μεγάλοι ἐγένοντο· μηδὲ ὅτι οὐχ αἱ αὐταὶ ἡλικίαι πᾶσι τούτοις· ὁ γὰρ Χείρωνος βίος πᾶσιν ἐξήρκει.
Ζεῦς γὰρ καὶ Χείρων ἀδελφοὶ πατρὸς μὲν τοῦ αὐτοῦ͵ μητρὸς δὲ ὁ μὲν Ρέας͵ ὁ δὲ Ναΐδος νύμφης· ὥστε ἐγεγόνει μὲν Χείρων πρότερος τούτων͵ ἐτελεύτησε δὲ ὕστερος͵ ἐπεὶ Ἀχιλλέα ἐπαίδευσεν. ἐκ δὲ τῆς ἐπιμελείας τῆς [ἐκ] τῶν κυνῶν καὶ κυνηγεσίων καὶ ἐκ τῆς ἄλλης παιδείας πολὺ διενεγκόντες τὰ κατὰ τὴν ἀρετὴν ἐθαυμάσθησαν. Κέφαλος μὲν [καὶ] ὑπὸ θεᾶς ἡρπάσθη͵ Ἀσκληπιὸς δὲ καὶ μειζόνων ἔτυχεν͵ ἀνιστάναι μὲν τεθνεῶτας͵ νοσοῦντας δὲ ἰᾶσθαι· διὰ δὲ ταῦτα θεὸς ὣς παρ΄ ἀνθρώποις ἀείμνηστον κλέος ἔχει. Μειλανίων δὲ τοσοῦτον ὑπερέσχε φιλοπονίᾳ͵ ὥστε ὧν αὐτῷ ἀντερασταὶ ἐγένοντο οἱ τότε ἄριστοι τῶν τότε μεγίστων γάμων μόνος ἔτυχεν Ἀταλάντης. Νέστορος δὲ προδιελήλυθεν ἡ ἀρετὴ τῶν Ἑλλήνων τὰς ἀκοάς͵ ὥστε εἰδόσιν ἂν λέγοιμι. Ἀμφιάραος δὲ ὅτ΄ ἐπὶ Θήβας ἐστράτευσε͵ πλεῖστον κτησάμενος ἔπαινον ἔτυχε παρὰ θεῶν ἀείζως τιμᾶσθαι. Πηλεὺς δ΄ ἐπιθυμίαν παρέσχε καὶ θεοῖς δοῦναι τε Θέτιν αὐτῷ καὶ τὸν γάμον παρὰ Χείρωνι ὑμνῆσαι.
Τελαμὼν δὲ τοσοῦτος ἐγένετο͵ ὥστ΄ ἐκ μὲν πόλεως τῆς μεγίστης ἣν αὐτὸς ἐβούλετο γῆμαι Περίβοιαν τὴν Ἀλκάθου· ὅτε δὲ ὁ πρῶτος τῶν Ἑλλήνων ἐδίδου τἀριστεῖα Ἡρακλῆς ὁ Διός͵ ἑλὼν Τροίαν͵ Ἡσιόνην αὐτῷ ἔδωκεν. Μελέαγρος δὲ τὰς μὲν τιμὰς ἃς ἔλαβε φανεραί· πατρὸς δ΄ ἐν γήρᾳ ἐπιλανθανομένου τῆς θεοῦ οὐχ ὑπὸ τῆς αὑτοῦ αἰτίας ἐδυστύχησε. Θησεὺς δὲ τοὺς μὲν τῆς Ἑλλάδος ἐχθροὺς πάσης μόνος ἀπώλεσε· τὴν δ΄ αὑτοῦ πατρίδα πολὺ μείζω ποιήσας ἔτι καὶ νῦν θαυμάζεται. Ἱππόλυτος δὲ ὑπὸ μὲν τῆς Ἀρτέμιδος ἐτιμᾶτο καὶ ἐν λόγοις συνῆν͵ σωφροσύνῃ δὲ καὶ ὁσιότητι μακαρισθεὶς ἐτελεύτησε. Παλαμήδης δὲ ἕως μὲν περιῆν πάντων τῶν ἐφ΄ ἑαυτοῦ ὑπερέσχε σοφία. Άποθανὼν δὲ ἀδίκως τοσαύτης ἔτυχε τιμωρίας ὑπὸ θεῶν͵ ὅσης οὐδεὶς ἄλλος ἀνθρώπων. Έτελεύτησε δὲ οὐχ ὑφ΄ ὧν οἴονταί τινες· οὐ γὰρ ἂν ἦν ὁ μὲν σχεδόν τι ἄριστος͵ ὁ δὲ ὅμοιος ἀγαθοῖς· κακοὶ δὲ ἔπραξαν τὸ ἔργον. Μενεσθεὺς δὲ ἐκ τῆς ἐπιμελείας τῆς [ἐκ] τῶν κυνηγεσίων τοσοῦτον ὑπερέβαλε φιλοπονίᾳ͵ ὥστε ὁμολογεῖται τοὺς τῶν Ἑλλήνων πρώτους ὑστέρους εἶναι τὰ εἰς τὸν πόλεμον ἐκείνου πλὴν Νέστορος· καὶ οὗτος οὐ προέχειν λέγεται͵ ἀλλὰ ἐρίζειν.
Ὀδυσσεὺς δὲ καὶ Διομήδης λαμπροὶ μὲν καὶ καθ΄ ἓν ἕκαστον͵ τὸ δὲ ὅλον αἴτιοι τοῦ Τροίαν ἁλῶναι. Κάστωρ δὲ καὶ Πολυδεύκης ὅσα ἐπεδείξαντο ἐν τῇ Ἑλλάδι τῶν παρὰ Χείρωνος διὰ τὸ ἀξίωμα τὸ ἐκ τούτων ἀθάνατοί εἰσι.
Μαχάων δὲ καὶ Ποδαλείριος παιδευθέντες τὰ αὐτὰ ἐγένοντο καὶ τέχνας καὶ λόγους καὶ πολέμους ἀγαθοί. Ἀντίλοχος δὲ τοῦ πατρὸς ὑπεραποθανὼν τοσαύτης ἔτυχεν εὐκλείας͵ ὥστε μόνος φιλοπάτωρ παρὰ τοῖς Ἕλλησιν ἀναγορευθῆναι. Αἰνείας δὲ σώσας μὲν τοὺς πατρῴους καὶ μητρῴους θεούς͵ σώσας δὲ καὶ αὐτὸν τὸν πατέρα͵ δόξαν εὐσεβείας ἐξηνέγκατο͵ ὥστε καὶ οἱ πολέμιοι μόνῳ ἐκείνῳ ὧν ἐκράτησαν ἐν Τροίᾳ ἔδοσαν μὴ συληθῆναι. Ἀχιλλεὺς δ΄ ἐν ταύτῃ τῇ παιδείᾳ τραφεὶς οὕτω καλὰ καὶ μεγάλα μνημεῖα παρέδωκεν͵ ὥστε οὔτε λέγων οὔτ΄ ἀκούων περὶ ἐκείνου οὐδεὶς ἀπαγορεύει. Οὗτοι δὲ τοιοῦτοι ἐγένοντο ἐκ τῆς ἐπιμελείας τῆς παρὰ Χείρωνος͵ ἧς οἱ μὲν ἀγαθοὶ ἔτι καὶ νῦν ἐρῶσιν͵ οἱ δὲ κακοὶ φθονοῦσιν͵ ὥστ΄ ἐν μὲν τῇ Ἑλλάδι εἴ τῳ συμφοραὶ ἐγίγνοντο ἢ πόλει ἢ βασιλεῖ͵ ἐλύοντο δι΄ αὐτούς· εἰ δὲ πρὸς τοὺς βαρβάρους πάντας πάσῃ τῇ Ἑλλάδι νεῖκος ἢ πόλεμος ἦν͵ διὰ τούτους οἱ Ἕλληνες ἐκράτουν͵ ὥστε ἀνίκητον τὴν Ἑλλάδα παρέχεσθαι.

Ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας· ἐκ τούτων γὰρ γίγνονται τὰ εἰς τὸν πόλεμον ἀγαθοὶ καὶ [εἰς] τὰ ἄλλα ἐξ ὧν ἀνάγκη καλῶς νοεῖν καὶ λέγειν καὶ πράττειν.
Πρῶτον μὲν οὖν χρὴ ἐλθεῖν ἐπὶ τὸ ἐπιτήδευμα τὸ τῶν κυνηγεσίων τὸν ἤδη ἐκ παιδὸς ἀλλάττοντα τὴν ἡλικίαν͵ εἶτα δὲ καὶ ἐπὶ τὰ ἄλλα παιδεύματα͵ [τὸν μὲν ἔχοντα] σκεψάμενον τὴν οὐσίαν͵ ᾧ μὲν ἔστιν ἱκανή͵ ἀξίως τῆς αὑτοῦ ὡφελείας͵ ᾧ δὲ μὴ ἔστιν͵ ἀλλ΄ οὖν τήν γε προθυμίαν παρεχέσθω μηδὲν ἐλλείπων τῆς ἑαυτοῦ δυνάμεως. ὅσα δὲ καὶ οἷα δεῖ παρεσκευασμένον ἐλθεῖν ἐπ΄ αὐτὸ φράσω καὶ αὐτὰ καὶ τὴν ἐπιστήμην ἑκάστου͵ ἵνα προειδὼς ἐγχειρῇ τῷ ἔργῳ. Καὶ μηδεὶς αὐτὰ φαῦλα νομισάτω εἶναι· ἄνευ γὰρ δὴ τούτων οὐκ ἂν εἴη πρᾶξις. Χρὴ δὲ τὸν μὲν ἀρκυωρὸν εἶναι ἐπιθυμοῦντα τοῦ ἔργου καὶ τὴν φωνὴν Ἕλληνα͵ τὴν δὲ ἡλικίαν περὶ ἔτη εἴκοσι͵ τὸ δὲ εἶδος ἐλαφρόν͵ ἰσχυρόν͵ ψυχὴν δὲ ἱκανόν͵ ἵνα τῶν πόνων τούτοις κρατῶν χαίρῃ τῷ ἔργῳ· τὰς δὲ ἄρκυς Φασιανοῦ ἢ Καρχηδονίου λεπτοῦ λίνου καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα. ἔστωσαν δὲ αἱ μὲν ἄρκυς ἐννεάλινοι ἐκ τριῶν τόνων͵ ἕκαστος δὲ τόνος ἐκ τριῶν λίνων͵ τὸ δὲ μέγεθος πεντεσπίθαμοι͵ διπάλαστοι δὲ τοὺς βρόχους͵ περικείσθωσαν δὲ τοὺς περιδρόμους ἀναμμάτους͵ ἵνα εὔτροχοι ὦσι͵ τὰ δ΄ ἐνόδια δωδεκάλινα͵ τὰ δὲ δίκτυα ἑκκαιδεκάλινα͵ τὸ δὲ μέγεθος τὰ μὲν ἐνόδια διώρυγα͵ τριώρυγα͵ τετρώρυγα͵ πεντώρυγα͵ τὰ δὲ δίκτυα δεκώρυγα͵ εἰκοσώρυγα͵ τριακοντώρυγα· ἐὰν δὲ ᾖ μείζω͵ δυσμεταχείριστα ἔσται·
ἀμφότερα δὲ τριακονθάμματα͵ καὶ τῶν βρόχων τὸ διάστημα ἴσον ταῖς ἄρκυσιν. ἐν δὲ τοῖς ἀκρωλενίοις τὰ μὲν ἐνόδια ἐχέτω μαστούς͵ τὰ δὲ δίκτυα δακτυλίους͵ τοὺς δὲ περιδρόμους ἀπὸ στροφείων. Αἱ δὲ σχαλίδες αἱ μὲν τῶν ἀρκύων τὸ μῆκος δέκα παλαιστῶν͵ ἔστωσαν δὲ καὶ ἐλάττους· αἱ μὲν ἄνισοι αὐτῶν ἐν τοῖς ἑτεροκλινέσι τῶν χωρίων͵ ἵνα ἴσα τὰ ὕψη ἐξαίρωσιν͵ ἐν δὲ τοῖς ὁμαλέσιν αἱ ἴσαι· αὗται δ΄ εὐπερίσπαστοι τὰ ἄκρα καὶ [αὗται] λεῖαι· αἱ δὲ τῶν ἐνοδίων τῶν ἀρκύων διπλάσιαι͵ αἱ δὲ τῶν δικτύων τὸ μὲν μέγεθος πεντεσπίθαμοι͵ δίκρα ἔχουσαι μικρά͵ τὰ ἐντμήματα μὴ βαθέα· εὐπαγεῖς δὲ πᾶσαι καὶ μὴ ἀσύμμετροι τὰ πάχη πρὸς τὰ μήκη. Τῷ δὲ πλήθει τῶν σχαλίδων οἷόν τ΄ ἐστὶ χρῆσθαι πρὸς τὰ δίκτυα πολλῷ καὶ ὀλίγῳ· ἐλάττονι μέν͵ ἂν σφόδρα τείνηται ἐν τῇ στάσει͵ πλέονι δ΄͵ ἂν ἡσυχῇ. ἔστω δὲ καὶ ἐνὅτῳ ἔσονται αἱ ἄρκυς καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα κυνοῦχος μόσχειος͵ καὶ τὰ δρέπανα͵ ἵνα ᾖ τῆς ὕλης τέμνοντα φράττειν τὰ δεόμενα.

Τὰ δὲ γένη τῶν κυνῶν διττά͵ αἱ μὲν καστόριαι͵ αἱ δὲ ἀλωπεκίδες. ἔχουσι δ΄ αἱ μὲν καστόριαι τὴν ἐπωνυμίαν ταύτην ὅτι Κάστωρ ἡσθεὶς τῷ ἔργῳ μάλιστα αὐτὰς διεφύλαξεν· αἱ δ΄ ἀλωπεκίδες διότι ἐκ κυνῶν τε καὶ ἀλωπέκων ἐγένοντο· ἐν πολλῷ δὲ χρόνῳ συγκέκραται αὐτῶν ἡ φύσις. Χείρους δὲ καὶ πλείους αἱ τοιαίδε͵ μικραί͵ γρυπαί͵ χαροποί͵ μυωποί͵ ἄμορφοι͵ σκληραί͵ ἀσθενεῖς͵ ψιλαί͵ ὑψηλαί͵ ἀσύμμετροι͵ ἄψυχοι͵ ἄρρινες͵ οὐκ εὔποδες. αἱ μὲν οὖν μικραὶ πολλάκις ἀποστεροῦνται τῆς ἐργασίας διὰ τὸ μικρόν· αἱ δὲ γρυπαὶ ἄστομοι καὶ διὰ τοῦτο οὐ κατέχουσι τὸν λαγῶ· αἱ χαροποὶ δὲ καὶ μυωποὶ χείρω τὰ ὄμματα ἔχουσιν· αἱ ἄμορφοι δὲ καὶ αἰσχραὶ ὁρᾶσθαι· αἱ δὲ σκληραὶ τὰ εἴδη χαλεπῶς ἀπὸ τῶν κυνηγεσίων ἀπαλλάττουσι· πονεῖν δὲ ἀδύνατοι αἱ ἀσθενεῖς καὶ αἱ ψιλαί· αἱ δὲ ὑψηλαὶ καὶ αἱ ἀσύμμετροι ἀσύντακτα ἔχουσαι τὰ σώματα βαρέως διαφοιτῶσιν· αἱ ἄψυχοι δὲ καὶ λείπουσι τὰ ἔργα καὶ ἀφίστανται καὶ ὑποφεύγουσι τὸν ἥλιον ὑπὸ τὰς σκιὰς καὶ κατακλίνονται· αἱ δὲ ἄρρινες μόλις καὶ ὀλιγάκις αἰσθάνονται τοῦ λαγῶ· αἱ δὲ ἄποδες οὐδ΄ ἂν ὦσιν εὔψυχοι τοὺς πόνους δύνανται ἀνέχεσθαι͵ ἀλλ΄ ἀπαγορεύουσι διὰ τὸ ἄλγος τῶν ποδῶν.
Εἰσὶ δὲ καὶ τῆς ἰχνεύσεως πολλοὶ τρόποι ἐκ τῶν αὐτῶν κυνῶν· αἱ μὲν γὰρ ἐπειδὰν λάβωσι τὰ ἴχνη͵ πορεύονται ἀσήμως ὥστε μὴ γιγνώσκεσθαι ὅτι ἰχνεύουσιν͵ αἱ δὲ τὰ ὦτα μόνον διακινοῦσι͵ τὴν δὲ οὐρὰν ἡσυχῇ ἔχουσιν͵ αἱ δὲ τὰ ὦτα μὲν ἀκίνητα ἔχουσιν͵ ἄκραν δὲ τὴν οὐρὰν σείουσιν, ἄλλαι δὲ συνάγουσι τὰ ὦτα καὶ ἐπισκυθρωπάσασαι διὰ τοῦ ἴχνους͵ σχάσασαι τὴν οὐρὰν καὶ φράξασαι διατρέχουσι· Πολλαὶ δὲ τούτων μὲν οὐδὲν ποιοῦσι͵ μανικῶς δὲ περιφερόμεναι ὑλακτοῦσι περὶ τὰ ἴχνη͵ ὅτε δὲ εἰσπίπτουσιν εἰς αὐτά͵ ἀφρόνως καταπατοῦσαι τὰς αἰσθήσεις. Εἰσὶ δὲ αἳ κύκλοις πολλοῖς χρώμεναι καὶ πλάνοις͵ ὑπολαμβάνουσαι ἐκ τοῦ πρόσω τὰ ἴχνη παραλείπουσι τὸν λαγῶ͵ ὁσάκις δ΄ ἐπιτρέχουσι τὰ ἴχνη͵ εἰκάζουσι͵ προορώμεναι δὲ τὸν λαγῶ τρέμουσι καὶ οὐκ ἐπέρχονται πρὶν ἂν ἴδωσιν ὑποκινοῦντα. ὅσαι δὲ τὰ τῶν ἄλλων κυνῶν εὑρήματα ἐν ταῖς ἰχνείαις καὶ μεταδρομαῖς προθέουσαι θαμινὰ σκοποῦσιν͵ ἑαυταῖς ἀπίστως ἔχουσι· θρασεῖαι δ΄ αἳ οὐκ ἐῶσι τῶν συνεργῶν τὰς σοφωτέρας εἰς τὸ πρόσθεν προιέναι͵ ἀλλ΄ ἀνείργουσι θορυβοῦσαι· αἱ δὲ ἀσπαζόμεναι τὰ ψευδῆ καὶ ὑπερλαμπρυνόμεναι ἐφ΄ ὅτῳ ἂν τύχωσι προάγουσι συνειδυῖαι ἑαυταῖς ὅτι ἐξαπατῶσιν· αἱ δ΄ οὐκ εἰδυῖαι τὸ αὐτὸ ποιοῦσι ταύταις· φαῦλαι δὲ αἳ οὐκ ἀπαλλαττόμεναι ἐκ τῶν τριμμῶν τὰ ὀρθὰ οὐ γιγνώσκουσιν, ὅσαι δὲ τῶν κυνῶν τὰ ἴχνη τὰ μὲν εὐναῖα ἀγνοοῦσι͵ τὰ δὲ δρομαῖα ταχὺ διατρέχουσιν͵ οὐκ εἰσὶ γνήσιαι· διώκουσι δὲ αἱ μὲν ἀρχόμεναι σφόδρα͵ διὰ δὲ μαλακίαν ἀνιᾶσιν͵ αἱ δὲ ὑποθέουσιν͵ εἶτα ἁμαρτάνουσιν͵ ἕτεραι δὲ ἀνοήτως ἐμπίπτουσαι εἰς τὰς ὁδοὺς ἁμαρτάνουσι͵ τὸ ἀνήκουστον πολὺ ἔχουσαι. Πολλαὶ δὲ τὰ διώγματα ἀφιεῖσαι ἐπανέρχονται διὰ τὸ μισόθηρον͵ πολλαὶ δὲ διὰ τὸ φιλάνθρωπον· αἱ δ΄ ἐκ τῶν ἰχνῶν κεκλαγγυῖαι ἐξαπατᾶν πειρῶνται͵ ἀληθῆ τὰ ψευδῆ ποιούμεναι. Εἰσὶ δὲ αἳ τοῦτο μὲν οὐ ποιοῦσι͵ μεταξὺ δὲ θέουσαι ἄν ποθεν ἀκούσωσι κραυγῆς͵ καταλείπουσαι τὰ αὑτῶν ἔργα ἀπρονοήτως ἐπὶ τοῦτο φέρονται· μεταθέουσι δὲ αἱ μὲν ἀσαφῶς͵ αἱ δὲ πολὺ ὑπολαμβάνουσαι͵ δοξάζουσαι δὲ ἑτέρως· αἱ δὲ πεπλασμένως͵ φθονερῶς δὲ ἄλλαι ἐκκυνοῦσι παρὰ τὸ ἴχνος διὰ τέλους συμπεριφερόμεναι. Τὰ μὲν οὖν πλεῖστα τούτων φύσει ἔχουσι͵ τὰ δὲ ἠγμέναι ἀνεπιστημόνως δύσχρηστοί εἰσιν· αἱ τοιαῦται μὲν οὖν κύνες ἀποτρέψειαν ἂν τοὺς ἐπιθυμοῦντας κυνηγεσίων. Οἵας δὲ δεῖ εἶναι τοῦ αὐτοῦ γένους τά τε εἴδη καὶ τὰ ἄλλα φράσω.
Πρῶτον μὲν οὖν χρὴ εἶναι μεγάλας͵ εἶτα ἐχούσας τὰς κεφαλὰς ἐλαφράς͵ σιμάς͵ ἀρθρώδεις͵ ἰνώδη τὰ κάτωθεν τῶν μετώπων͵ ὄμματα μετέωρα͵ μέλανα͵ λαμπρά͵ μέτωπα πλατέα͵ τὰς διακρίσεις βαθείας͵ ὦτα μικρά͵ λεπτά͵ ψιλὰ ὄπισθεν͵ τραχήλους μακρούς͵ ὑγρούς͵ περιφερεῖς͵ στήθη πλατέα͵ μὴ ἄσαρκα ἀπὸ τῶν ὤμων͵ τὰς ὠμοπλάτας διεστώσας μικρόν͵ σκέλη τὰ πρόσθια μικρά͵ ὀρθά͵ στρογγύλα͵ στιφρά͵ ὀρθοὺς τοὺς ἀγκῶνας͵ πλευρὰς μὴ ἐπὶ γῆν βαθείας͵ ἀλλ΄ εἰς τὸ πλάγιον παρηκούσας͵ ὀσφῦς σαρκώδεις͵ τὰ μεγέθη μεταξὺ μακρῶν καὶ βραχειῶν͵ μήτε ὑγρὰς λίαν μήτε σκληράς͵ λαγόνας μεταξὺ μεγάλων καὶ μικρῶν͵ ἰσχία στρογγύλα͵ ὄπισθεν σαρκώδη͵ ἄνωθεν δὲ μὴ συνδεδεμένα͵ ἔνδοθεν δὲ προσεσταλμένα͵ τὰ κάτωθεν τῶν κενεώνων λαγαρὰ καὶ αὐτοὺς τοὺς κενεῶνας͵ οὐρὰς μακράς͵ ὀρθάς͵ λιγυράς͵ μηριαίας [μὴ] σκληράς͵ ὑποκώλια μακρά͵ περιφερῆ͵ εὐπαγῆ͵ σκέλη πολὺ μείζω τὰ ὄπισθεν τῶν ἔμπροσθεν καὶ ἐπίρρικνα͵ πόδας περιφερεῖς. καὶ ἐὰν ὦσι τοιαῦται αἱ κύνες͵ ἔσονται ἰσχυραὶ τὰ εἴδη͵ ἐλαφραί͵ σύμμετροι͵ ποδώκεις͵ καὶ ἀπὸ τῶν προσώπων φαιδραὶ καὶ εὔστομοι. Ίχνευέτωσαν δὲ ἐκ τῶν τριμμῶν ταχὺ ἀπαλλαττόμεναι͵ τιθεῖσαι τὰς κεφαλὰς ἐπὶ γῆν λεχρίας͵ ἐμμειδιῶσαι μὲν πρὸς τὰ ἴχνη͵ ἐπικαταβάλλουσαι δὲ τὰ ὦτα· καὶ τὰ μὲν ὄμματα πυκνὰ διακινοῦσαι͵ ταῖς δὲ οὐραῖς διασαίνουσαι κύκλους πολλοὺς ποιούμεναι πρὸς τὰς εὐνὰς προΐτωσαν ὁμοῦ διὰ τοῦ ἴχνους ἅπασαι. ὅταν δὲ περὶ αὐτὸν ὦσι τὸν λαγῶ͵ δῆλον ποιείτωσαν τῷ κυνηγέτῃ θᾶττον φοιτῶσαι͵ μᾶλλον γνωρίζουσαι ἀπὸ τοῦ θυμοῦ͵ ἀπὸ τῆς κεφαλῆς͵ ἀπὸ τῶν ὀμμάτων͵ ἀπὸ τῆς μεταλλάξεως τῶν σχημάτων καὶ ἀπὸ τῶν ἀναβλεμμάτων καὶ ἐμβλεμμάτων εἰς τὴν ὕλην καὶ ἀναστρεμμάτων τῶν ἐπὶ τὰς καθέδρας τοῦ λαγῶ͵ καὶ ἀπὸ τῶν εἰς τὸ πρόσθεν καὶ ὄπισθεν καὶ εἰς τὸ πλάγιον διαρριμμάτων͵ καὶ ἀπὸ τοῦ ἀληθῶς ἤδη αἰωρεῖσθαι τὴν ψυχὴν καὶ ὑπερχαίρειν ὅτι τοῦ λαγῶ ἐγγύς εἰσι.
Διωκέτωσαν δὲ ἐρρωμένως καὶ μὴ ἐπανιεῖσαι σὺν πολλῇ κλαγγῇ καὶ ὑλαγμῷ͵ συνεκπερῶσαι μετὰ τοῦ λαγῶ πάντῃ. Μεταθείτωσαν δὲ ταχὺ καὶ λαμπρῶς͵ πυκνὰ μεταφερόμεναι καὶ ἐπανακλαγγάνουσαι δικαίως· πρὸς δὲ τὸν κυνηγέτην μὴ ἐπανίτωσαν λιποῦσαι τὰ ἴχνη. Μετὰ δὲ τοῦ εἴδους καὶ τοῦ ἔργου τούτου εὔψυχοι ἔστωσαν καὶ εὔρινες καὶ εὔποδες καὶ εὔτριχες. Εὔψυχοι μὲν οὖν ἔσονται͵ ἐὰν μὴ λείπωσι τὰ κυνηγέσια ὅταν ᾖ πνίγη· εὔρινες δέ͵ ἐὰν τοῦ λαγῶ ὀσφραίνωνται ἐν τόποις ψιλοῖς͵ ξηροῖς͵ προσηλίοις τοῦ ἄστρου ἐπιόντος· εὔποδες δέ͵ ἐὰν τῇ αὐτῇ ὥρᾳ μὴ καταρρηγνύωνται αὐτῶν οἱ πόδες τὰ ὄρη θεουσῶν· εὔτριχες δέ͵ ἐὰν ἔχωσι λεπτὴν καὶ πυκνὴν καὶ μαλακὴν τὴν τρίχα. τὰ δὲ χρώματα οὐ χρὴ εἶναι τῶν κυνῶν οὔτε πυρρὰ οὔτε μέλανα οὔτε λευκὰ παντελῶς· ἔστι γὰρ οὐ γενναῖον τοῦτο͵ ἀλλὰ τὸ ἁπλοῦν καὶ θηριῶδες. Αἱ μὲν οὖν πυρραὶ ἔχουσαι ἔστωσαν λευκὴν τρίχα ἐπανθοῦσαν περὶ τὰ μέτωπα καὶ αἱ μέλαιναι͵ αἱ δὲ λευκαὶ πυρράν· ἐπὶ δὲ ταῖς μηριαίαις ἄκραις τρίχας ὀρθάς͵ βαθείας͵ καὶ ἐπὶ ταῖς ὀσφύσι καὶ ταῖς οὐραῖς κάτω͵ ἄνωθεν δὲ μετρίας.
Ἄγειν δὲ ἄμεινον τὰς κύνας εἰς τὰ ὄρη πολλάκις͵ τὰ δὲ ἔργα ἧττον· τὰ μὲν γὰρ ὄρη οἷόν τ΄ ἐστὶ καὶ ἰχνεύειν καὶ μεταθεῖν καθαρῶς͵ τὰ δὲ ἔργα οὐδέτερα διὰ τοὺς τριμμούς, ἔστι δὲ καὶ ἄνευ τοῦ εὑρίσκειν τὸν λαγῶ ἀγαθὸν ἄγειν τὰς κύνας εἰς τὰ τραχέα· καὶ γὰρ εὔποδες γίγνονται καὶ τὰ σώματα διαπονοῦσαι ἐν τόποις τοιούτοις ὠφελοῦνται.
Άγέσθωσαν δὲ θέρους μὲν μέχρι μεσημβρίας͵ χειμῶνος δὲ δι΄ ἡμέρας͵ μετοπώρου δ΄ ἔξω μεσημβρίας͵ ἐντὸς δὲ ἑσπέρας τὸ ἔαρ. ταῦτα γὰρ μέτρια. Τὰ δὲ ἴχνη τοῦ λαγῶ τοῦ μὲν χειμῶνος μακρά ἐστι διὰ τὸ μῆκος τῶν νυκτῶν· τοῦ δὲ θέρους βραχέα διὰ τὸ ἐναντίον. Χειμῶνος μὲν οὖν πρῲ οὐκ ὄζει αὐτῶν͵ ὅταν πάχνη ᾖ ἢ παγετός· ἡ μὲν γὰρ πάχνη τῇ αὑτῆς ἰσχύι ἀντισπάσασα τὸ θερμὸν ἔχει ἐν ἑαυτῇ͵ ὁ δὲ παγετὸς ἐπιπήξας. Καὶ αἱ κύνες μαλκίουσαι τὰς ῥῖνας οὐ δύνανται αἰσθάνεσθαι ὅταν ᾖ τοιαῦτα͵ πρὶν ἂν ὁ ἥλιος διαλύσῃ αὐτὰ ἢ προϊοῦσα ἡ ἡμέρα· τότε δὲ καὶ αἱ κύνες ὀσφραίνονται καὶ αὐτὰ ἐπαναφερόμενα ὄζει. Άφανίζει δὲ καὶ ἡ πολλὴ δρόσος καταφέρουσα αὐτά͵ καὶ οἱ ὄμβροι οἱ γιγνόμενοι διὰ χρόνου ὀσμὰς ἄγοντες τὴν γῆν ποιοῦσι δύσοσμον͵ ἕως ἂν ψυχθῇ· χείρω δὲ καὶ τὰ νότια ποιεῖ· ὑγραίνοντα γὰρ διαχεῖ· τὰ δὲ βόρεια͵ ἐὰν ᾖ ἄλυτα͵ συνίστησι καὶ σῴζει. Οἱ δὲ ὑετοὶ κατακλύζουσι καὶ αἱ ψακάδες͵ καὶ ἡ σελήνη ἀμαυροῖ τῷ θερμῷ͵ μάλιστα δὲ ὅταν ᾖ πανσέληνος· καὶ μανότατα τότε· χαίροντες γὰρ τῷ φέγγει ἐπαναρριπτοῦντες μακρὰν διαίρουσιν ἀντιπαίζοντες· ταραχώδη δὲ ὅταν ἀλώπεκες προδιεξέλθωσι γίγνεται. τὸ δὲ ἔαρ κεκραμένον τῇ ὥρᾳ καλῶς παρέχει τὰ ἴχνη λαμπρά͵ πλὴν εἴ τι ἡ γῆ ἐξανθοῦσα βλάπτει τὰς κύνας͵ εἰς τὸ αὐτὸ συμμιγνύουσα τῶν ἀνθῶν τὰς ὀσμάς. Λεπτὰ δὲ καὶ ἀσαφῆ τοῦ θέρους· διάπυρος γὰρ οὖσα ἡ γῆ ἀφανίζει τὸ θερμὸν ὃ ἔχουσιν· ἔστι γὰρ λεπτόν· καὶ αἱ κύνες ἧττον ὀσφραίνονται τότε διὰ τὸ ἐκλελύσθαι τὰ σώματα. Τοῦ δὲ μετοπώρου καθαρά· ὅσα γὰρ ἡ γῆ φέρει͵ τὰ μὲν ἥμερα συγκεκόμισται͵ τὰ δὲ ἄγρια γήρᾳ διαλέλυται· ὥστε οὐ παραλυποῦσι τῶν καρπῶν αἱ ὀσμαὶ εἰς ταὐτὰ φερόμεναι. ἔστι δὲ τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ τοῦ μετοπώρου τὰ ἴχνη ὀρθὰ ἐπὶ πολύ͵ τοῦ δ΄ ἦρος συμπεπλεγμένα· τὸ γὰρ θηρίον συνδυάζεται μὲν ἀεί͵ μάλιστα δὲ ταύτην τὴν ὥραν· ὥστε διὰ τοῦτο ἐξ ἀνάγκης μετ΄ ἀλλήλων πλανώμενοι τοιαῦτα ποιοῦσιν. ὄζει δὲ τῶν ἰχνῶν ἐπὶ πλείω χρόνον τῶν εὐναίων ἢ τῶν δρομαίων· τὰ μὲν γὰρ εὐναῖα ποιῶν ὁ λαγῶς πορεύεται ἐφιστάμενος͵ τὰ δὲ δρομαῖα ταχύ· ἡ γῆ οὖν τῶν μὲν πυκνοῦται͵ τῶν δὲ οὐ πίμπλαται. Έν δὲ τοῖς ὑλώδεσι μᾶλλον ἢ ἐν τοῖς ψιλοῖς ὄζει· διατρέχων γὰρ καὶ ἀνακαθίζων ἅπτεται πολλῶν.
Κατακλίνονται δ΄ εἰς ἃ ἡ γῆ φύει ἢ ἔχει ἐφ΄ ἑαυτῆς ὑπὸ παντί͵ ἐπ΄ αὐτῶν͵ ἐν αὐτοῖς͵ παρ΄ αὐτά͵ ἄπωθεν πολύ͵ μικρόν͵ μεταξὺ τούτων· ὁτὲ δὲ καὶ ἐν τῇ θαλάττῃ διαρριπτῶν ἐπὶ τὸ δυνατὸν καὶ ἐν ὕδατι͵ ἐάν τι ᾖ ὑπερέχον ἢ ἐμπεφυκὸς ἐν τούτῳ· ὁ μὲν οὖν εὐναῖος ποιούμενος εὐνὴν ἐπὶ πολὺ ὅταν μὲν ᾖ ψύχη͵ ἐν εὐδιεινοῖς͵ ὅταν δὲ καύματα͵ ἐν παλισκίοις͵ τὸ δὲ ἔαρ καὶ τὸ μετόπωρον ἐν προσηλίοις· οἱ δὲ δρομαῖοι οὐχ οὕτως διὰ τὸ ὑπὸ τῶν κυνῶν ἔκπληκτοι γίγνεσθαι. Κατακλίνεται δὲ ὑποθεὶς τὰ ὑποκώλια ὑπὸ τὰς λαγόνας͵ τὰ δὲ πρόσθεν σκέλη τὰ πλεῖστα συνθεὶς καὶ ἐκτείνας͵ ἐπ΄ ἄκρους δὲ τοὺς πόδας τὴν γένυν καταθείς͵ τὰ δὲ ὦτα ἐπιπετάσας ἐπὶ τὰς ὠμοπλάτας· οὕτω δὲ ὑποστέγει τὰ ὑγρά· ἔχει δὲ καὶ τὴν τρίχα στεγανήν· πυκνὴ γὰρ καὶ μαλακή. Καὶ ὅταν μὲν ἐγρηγόρῃ͵ καταμύει τὰ βλέφαρα͵ ὅταν δὲ καθεύδῃ͵ τὰ μὲν βλέφαρα ἀναπέπταται ἀκίνητα͵ οἱ δὲ ὀφθαλμοὶ ἀτρέμας ἔχουσι· τοὺς δὲ μυκτῆρας͵ ὅταν μὲν εὕδῃ͵ κινεῖ πυκνά͵ ὅταν δὲ μή͵ ἧττον.
ὅταν δὲ ἡ γῆ βρύῃ͵ μᾶλλον τὰ ἔργα ἢ τὰ ὄρη ἔχουσιν. ὑπομένει δὲ πανταχοῦ ἰχνευόμενος͵ ἐὰν μήτι περίφοβος τῆς νυκτὸς γένηται· παθὼν δὲ τοῦτο ὑποκινεῖ. Πολύγονον δ΄ ἐστὶν οὕτως͵ ὥστε τὰ μὲν τέτοκε͵ τὰ δὲ τίκτει͵ τὰ δὲ κύει. τῶν δὲ μικρῶν λαγίων ὄζει μᾶλλον ἢ τῶν μεγάλων· ἔτι γὰρ ὑγρομελῆ ὄντα ἐπισύρεται ὅλα ἐπὶ τῆς γῆς. τὰ μὲν οὖν λίαν νεογνὰ οἱ φιλοκυνηγέται ἀφιᾶσι τῇ θεῷ. Οἱ δὲ ἤδη ἔτειοι τάχιστα θέουσι τὸν πρῶτον δρόμον͵ τοὺς δ΄ ἄλλους οὐκέτι· εἰσὶ γὰρ ἐλαφροί͵ ἀδύνατοι δέ.
Λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη ὑπάγοντα τὰς κύνας ἐκ τῶν ἔργων ἄνωθεν· ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα͵ τοὺς λειμῶνας͵ τὰς νάπας͵ τὰ ῥεῖθρα͵ τοὺς λίθους͵ τὰ ὑλώδη· καὶ ἐὰν ὑποκινῇ͵ μὴ ἀναβοᾶν͵ ἵνα μὴ αἱ κύνες ἔκφρονες γιγνόμεναι χαλεπῶς τὰ ἴχνη γνωρίζωσιν. Εὑρισκόμενοι δὲ ὑπ΄ αὐτῶν καὶ διωκόμενοι ἔστιν ὅτε διαβαίνουσι τὰ ῥεύματα καὶ ὑποκάμπτουσι καὶ καταδύονται εἰς φάραγγας καὶ εἰς ἰλεούς· πεφόβηνται γὰρ οὐ μόνον τὰς κύνας ἀλλὰ καὶ τοὺς ἀετούς· ὑπερβάλλοντες γὰρ τὰ σιμὰ καὶ τὰ ψιλὰ ἀναρπάζονται͵ ἕως ἂν ὦσιν ἔτειοι· τοὺς δὲ μείζους ἐπιτρέχουσαι αἱ κύνες ἀναιροῦνται. Ποδωκέστατοι μὲν οὖν εἰσιν οἱ ὄρειοι͵ οἱ πεδινοὶ δὲ ἧττον͵ βραδύτατοι δὲ οἱ ἕλειοι· οἱ δ΄ ἐπὶ πάντας τοὺς τόπους πλανῆται χαλεποὶ πρὸς τοὺς δρόμους· τὰ γὰρ σύντομα ἴσασι· θέουσι γὰρ μάλιστα μὲν τὰ ἀνάντη ἢ τὰ ὁμαλά͵ τὰ δὲ ἀνώμαλα ἀνομοίως͵ τὰ δὲ κατάντη ἥκιστα. Διωκώμενοι δέ εἰσι κατάδηλοι μάλιστα μὲν διὰ γῆς κεκινημένης͵ ἐὰν ἔχωσιν ἔνιον ἐρύθημα͵ καὶ διὰ καλάμης διὰ τὴν ἀνταύγειαν· κατάδηλοι δὲ καὶ ἐν τοῖς τριμμοῖς καὶ ἐν ταῖς ὁδοῖς͵ ἐὰν ὦσιν ἰσόπεδοι· τὸ γὰρ φανὸν τὸ ἐν αὐτοῖς ἐνὸν ἀντιλάμπει· ἄδηλοι δέ͵ ὅταν κατὰ τοὺς λίθους͵ τὰ ὄρη͵ τὰ φελλία͵ τὰ δασέα ἀποχωρῶσι͵ διὰ τὴν ὁμόχροιαν. Προλαμβάνοντες δὲ τὰς κύνας ἐφίστανται καὶ ἀνακαθίζοντες ἐπαίρουσιν αὑτοὺς καὶ ἐπακούουσιν͵ εἴ που πλησίον κλαγγὴ ἢ ψόφος τῶν κυνῶν· καὶ ὅθεν ἂν ἀκούσωσιν ἀποτρέπονται. ὁτὲ δὲ καὶ οὐκ ἀκούσαντες͵ ἀλλὰ δόξαντες ἢ πεισθέντες ὑφ΄ αὑτῶν͵ παρὰ τὰ αὐτά͵ διὰ τῶν αὐτῶν͵ ἐπαλλάττοντες ἅλματα͵ ἐμποιοῦντες ἴχνεσιν ἴχνη͵ ἀποχωροῦσι. Καί εἰσι μακροδρομώτατοι μὲν οἱ ἐκ τῶν ψιλῶν εὑρισκόμενοι διὰ τὸ καταφανές͵ βραχυδρομώτατοι δὲ οἱ ἐκ τῶν δασέων· ἐμποδὼν γὰρ τὸ σκοτεινόν.
Δύο δὲ τὰ γένη ἐστὶν αὐτῶν· οἱ μὲν γὰρ μεγάλοι τὸ χρῶμα ἐπίπερκνοι καὶ τὸ λευκὸν τὸ ἐν τῷ μετώπῳ μέγα ἔχουσιν͵ οἱ δ΄ ἐλάττους ἐπίξανθοι͵ μικρὸν τὸ λευκὸν ἔχοντες. Τὴν δὲ οὐρὰν οἱ μὲν κύκλῳ περιποίκιλον͵ οἱ δὲ παράσειρον͵ καὶ τὰ ὄμματα οἱ μὲν χαροποί͵ οἱ δ΄ ὑπόγλαυκοι· καὶ τὰ μέλανα τὰ περὶ τὰ ὦτα ἄκρα οἱ μὲν ἐπὶ πολύ͵ οἱ δ΄ ἐπὶ μικρόν. ἔχουσι δὲ αὐτῶν αἱ πολλαὶ τῶν νήσων τοὺς ἐλάττους͵ αἵ τ΄ ἔρημοι καὶ οἰκούμεναι· τὸ δὲ πλῆθος πλείους ἐν αὐταῖς ἢ ἐν ταῖς ἠπείροις· οὐ γάρ εἰσιν οὔτ΄ ἀλώπεκες ἐν ταῖς πολλαῖς αὐτῶν͵ αἵτινες καὶ αὐτοὺς καὶ τὰ τέκνα ἐπιοῦσαι ἀναιροῦνται͵ οὔτε ἀετοί· τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά· ἐλάττω δὲ ἐπὶ τὸ πολὺ τὰ ἐν ταῖς νήσοις.
Κυνηγέται δὲ εἰς μὲν τὰς ἐρήμους ὀλιγάκις ἀφικνοῦνται͵ ἐν δὲ ταῖς οἰκουμέναις ὀλίγοι γίγνονται καὶ οὐ φιλόθηροι οἱ πολλοί· εἰς δὲ τὰς ἱερὰς τῶν νήσων οὐδὲ διαβιβάζειν οἷόν τε κύνας. ὅταν οὖν τῶν τε ὑπαρχόντων ὀλίγους ἐκθηρῶνται καὶ τῶν ἐπιγιγνομένων͵ ἀνάγκη ἀφθόνους εἶναι.
Βλέπει δὲ οὐκ ὀξὺ διὰ πολλά· τά τε γὰρ ὄμματα ἔχει ἔξω καὶ τὰ βλέφαρα ἐλλείποντα καὶ οὐκ ἔχοντα προβολὴν ταῖς αὐγαῖς· ἡ ὄψις οὖν διὰ ταῦτα ἀμαυρά͵ ἐσκεδασμένη, ἅμα δὲ τούτοις καὶ ἐν ὕπνῳ ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁρᾶν· καὶ ἡ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν αὐτῷ πολὺ συμβάλλεται· ταχὺ γὰρ ἑκάστου παραφέρει τὴν ὄψιν πρὶν νοῆσαι ὅ τι ἐστί. Καὶ οἱ φόβοι τῶν κυνῶν ὅταν διώκωνται͵ ἑπόμενοι μετὰ τούτων συνεξαιροῦνται τὸ προνοεῖσθαι. ὥστε διὰ ταῦτα προσπίπτων λανθάνει πρὸς πολλὰ καὶ εἰς τὰς ἄρκυς ἐμπίπτων. Εἰ δ΄ ἔφευγεν ὀρθόν͵ ὀλιγάκις ἂν ἔπασχε τὸ τοιοῦτον· νῦν δὲ περιβάλλων καὶ ἀγαπῶν τοὺς τόπους ἐν οἷς ἐγένετο καὶ ἐτράφη ἁλίσκεται.
Κατὰ πόδας δὲ οὐ πολλάκις ὑπὸ τῶν κυνῶν διὰ τὸ τάχος κρατεῖται· ὅσοι δὲ ἁλίσκονται͵ παρὰ φύσιν τοῦ σώματος͵ τύχῃ δὲ χρώμενοι· οὐδὲν γὰρ τῶν ὄντων ἰσομέγεθες τούτῳ ὅμοιόν ἐστι πρὸς ἁρμόν. Σύγκειται γὰρ ἐκ τοιούτων τὸ σῶμα, ἔχει γὰρ κεφαλὴν κούφην͵ μικράν͵ κατωφερῆ͵ στενὴν ἐκ τοῦ πρόσθεν͵ ὦτα ὑψηλά͵ τράχηλον λεπτόν͵ περιφερῆ͵ οὐ σκληρόν͵ μῆκος ἱκανόν͵ ὠμοπλάτας ὀρθάς͵ ἀσυνδέτους ἄνωθεν͵ σκέλη τὰ ἐπ΄ αὐτῶν ἐλαφρά͵ σύγκωλα͵ στῆθος οὐ βαρύτονον͵ πλευρὰς ἐλαφράς͵ συμμέτρους͵ ὀσφῦν περιφερῆ͵ κωλῆν σαρκώδη͵ λαγόνας ὑγράς͵ λαπαρὰς ἱκανῶς͵ ἰσχία στρογγύλα͵ πλήρη κύκλῳ͵ ἄνωθεν δὲ ὡς χρὴ διεστῶτα͵ μηροὺς μικρούς͵ εὐπαγεῖς͵ ἔξωθεν μῦς ἐπιτεταμένους͵ ἔνδοθεν δὲ οὐκ ὀγκώδεις͵ ὑποκώλια μακρά͵ στιφρά͵ πόδας τοὺς πρόσθεν ἄκρως ὑγρούς͵ στενούς͵ ὀρθούς͵ τοὺς δὲ ὄπισθεν στερεούς͵ πλατεῖς͵ πάντας δὲ οὐδενὸς τραχέος φροντίζοντας͵ σκέλη τὰ ὄπισθεν μείζω πολὺ τῶν ἔμπροσθεν καὶ ἐγκεκλιμένα μικρὸν ἔξω͵ τρίχωμα βραχύ͵ κοῦφον. ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν͵ ὑγρόν͵ ὑπερέλαφρον.
Τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν· ὅταν ἀτρέμα διαπορεύηται͵ πηδᾷ βαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδ΄ ὄψεται τιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω· καὶ θεῖ οὕτως. Δῆλον δὲ τοῦτο ἐν χιόνι. Οὐρὰν δὲ οὐκ ἐπιτηδείαν ἔχει πρὸς δρόμον· ἐπευθύνειν γὰρ οὐχ ἱκανὴ τὸ σῶμα διὰ τὴν βραχύτητα· ἀλλὰ τῷ ὠτὶ ἑκατέρῳ τοῦτο ποιεῖ· καὶ ὅταν ἀνιστῆται ὑπὸ τῶν κυνῶν͵ καταβάλλων [γὰρ] καὶ παραβάλλων τὸ ἕτερον οὖς πλάγιον͵ ὁποτέρᾳ ἂν λυπῆται͵ ἀπερειδόμενος [διὸ] δὴ εἰς τοῦτο ὑποστρέφεται ταχύ͵ ἐν μικρῷ πολὺ καταλιπὼν τὸ ἐπιφερόμενον. Οὕτω δὲ ἐπίχαρί ἐστι τὸ θέαμα͵ ὥστε οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ἰχνευόμενον͵ εὑρισκόμενον͵ μεταθεόμενον͵ ἁλισκόμενον͵ ἐπι λάθοιτ΄ ἂν εἴ του ἐρῴη.
Ἐν δὲ τοῖς ἔργοις κυνηγετοῦντα ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν· τὸ γὰρ ἅπτεσθαι τούτων αἰσχρὸν καὶ κακόν͵ καὶ ἵνα μὴ τῷ νόμῳ ἐναντίοι ὦσιν οἱ ἰδόντες· καὶ ὅταν ἀναγρία ἐμπίπτῃ͵ ἀναλύειν χρὴ τὰ περὶ τὸ κυνηγέσιον πάντα.
Κυνῶν δὲ κόσμος δέραια͵ ἱμάντες͵ στελμονίαι· ἔστω δὲ τὰ μὲν δέραια μαλακά͵ πλατέα͵ ἵνα μὴ θραύῃ τὰς τρίχας τῶν κυνῶν͵ οἱ δὲ ἱμάντες ἔχοντες ἀγκύλας τῇ χειρί͵ ἄλλο δὲ μηδέν· οὐ γὰρ καλῶς τηροῦσι τὰς κύνας οἱ ἐξ αὐτῶν εἰργασμένοι τὰ δέραια· αἱ δὲ στελμονίαι πλατεῖς τοὺς ἱμάντας͵ ἵνα μὴ τρίβωσι τὰς λαγόνας αὐτῶν· ἐγκατερραμμέναι δὲ ἐγκεντρίδες͵ ἵνα τὰ γένη φυλάττωσιν. Έξάγειν δ΄ αὐτὰς οὐ χρὴ ἐπὶ τὰ κυνηγέσια͵ ὅταν μὴ τὰ προσφερόμενα δέχωνται ἡδέως (τεκμήριον δὲ τοῦτο ὅτι οὐκ ἔρρωνται) μηδὲ ὅταν ἄνεμος πνέῃ μέγας· διαρπάζει γὰρ τὰ ἴχνη καὶ οὐ δύνανται ὀσφραίνεσθαι οὐδὲ αἱ ἄρκυς ἑστάναι οὐδὲ τὰ δίκτυα. ὅταν δὲ τούτων μηδέτερον κωλύῃ͵ ἄγειν διὰ τρίτης ἡμέρας. Τὰς δὲ ἀλώπεκας μὴ ἐθίζειν τὰς κύνας διώκειν· διαφθορὰ γὰρ μεγίστη καὶ ἐν τῷ δέοντι οὔποτε πάρεισιν.
Εἰς δὲ τὰ κυνηγέσια μεταβάλλοντα ἄγειν͵ ἵνα ὦσιν ἔμπειροι τῶν κυνηγεσίων͵ αὐτὸς δὲ τῆς χώρας. Έξιέναι δὲ πρῴ͵ ἵνα τῆς ἰχνεύσεως μὴ ἀποστερῶνται͵ ὡς οἱ ὀψιζόμενοι ἀφαιροῦνται τὰς μὲν κύνας τοῦ εὑρεῖν τὸν λαγῶ͵ αὑτοὺς δὲ τῆς ὠφελείας· οὐ γὰρ ἐπιμένει τοῦ ἴχνους ἡ φύσις λεπτὴ οὖσα πᾶσαν ὥραν. Τὴν δὲ στολὴν ὁ ἀρκυωρὸς ἐξίτω ἔχων ἐπὶ θήραν μὴ ἔχουσαν βάρος. τὰς δὲ ἄρκυς ἱστάτω εἰς ἄγκη͵ δρυμῶνας τραχείας͵ σιμάς͵ λαγαράς͵ σκοτεινάς͵ ῥοῦς͵ χαράδρας͵ χειμάρρους ἀενάους· εἰς ταῦτα γὰρ μάλιστα φεύγει· εἰς ὅσα δὲ ἄλλα [εἰς] ἄπειρον εἰπεῖν· τούτων δὲ παρόδους͵ διόδους͵ καταφανεῖς͵ λεπτὰς καταλιπών͵ εἰς ὄρθρον καὶ μὴ πρῴ͵ ἵνα ἐὰν ᾖ πλησίον τὸ ἀρκυστάσιον τῶν ζητησίμων͵ μὴ φοβῆται ἀκούων ὁμοῦ τὸν ψόφον (ἐὰν δὲ ᾖ ἀπ΄ ἀλλήλων πολύ͵ ἧττον κωλύει πρῴ)͵ καθαρὰς ποιούμενος τὰς ἀρκυστασίας͵ ἵνα [δ΄] αὐτῶν μηδὲν ἀντέχεται. Πηγνύειν δὲ τὰς σχαλίδας ὑπτίας͵ ὅπως ἂν ἐπαγόμεναι ἔχωσι τὸ σύντονον· ἐπὶ δὲ ἄκρας ἴσους τοὺς βρόχους ἐπιβαλλέτω καὶ ὁμοίως ἀντερειδέτω͵ ἐπαίρων εἰς μέσον τὸν κεκρύφαλον. Εἰς δὲ τὸν περίδρομον ἐναπτέτω λίθον μακρὸν καὶ μέγαν͵ ἵνα ἡ ἄρκυς͵ ὅταν ἔχῃ τὸν λαγῶ͵ μὴ ἀντιτείνῃ. στοιχιζέτω δὲ μακρά͵ ὑψηλά͵ ὅπως ἂν μὴ ὑπερπηδᾷ. Έν δὲ ταῖς ἰχνείαις μὴ ὑπερβάλλεσθαι· ἔστι γὰρ θηρατικὸν μὲν οὔ͵ φιλόπονον δὲ τὸ ἐκ παντὸς τρόπου ἑλεῖν ταχύ. τὰ δὲ δίκτυα τεινέτω ἐν ἀπέδοις͵ ἐμβαλλέτω δὲ τὰ ἐνόδια εἰς τὰς ὁδούς͵ καὶ ἐκ τῶν τριμμῶν εἰς τὰ συμφέροντα͵ καθάπτων τοὺς περιδρόμους ἐπὶ τὴν γῆν͵ τὰ ἀκρωλένια συνάγων͵ πηγνύων τὰς σχαλίδας μεταξὺ τῶν σαρδόνων͵ ἐπὶ ἄκρας ἐπιβάλλων τοὺς ἐπιδρόμους καὶ τὰ παράδρομα συμφράττων. Φυλαττέτω δὲ ἐκπεριών· ἐὰν δὲ ἐκκλίνῃ τὸν στοῖχον ἡ ἄρκυς͵ ἀνιστάτω. Διωκομένου δὲ τοῦ λαγῶ εἰς τὰς ἄρκυς εἰς τὸ πρόσθεν προθείτω͵ καὶ ἐπιθέων μὲν ἐμβοάτω· ἐμπεπτωκότος δὲ τὴν ὀργὴν τῶν κυνῶν παυέτω͵ μὴ ἁπτόμενος ἀλλὰ παραμυθούμενος· καὶ δηλούτω τῷ κυνηγέτῃ͵ ὅτι ἑάλωκεν ἀναβοήσας ἢ ὅτι παραδεδράμηκε παρὰ τάδε ἢ τάδε ἢ ὅτι οὐχ ἑώρακε.
Τὸν δὲ κυνηγέτην ἐξιέναι ἔχοντα ἠμελημένην ἐλαφρὰν ἐσθῆτα ἐπὶ τὸ κυνηγέσιον καὶ ὑπόδεσιν͵ ἐν δὲ τῇ χειρὶ ῥόπαλον͵ τὸν δὲ ἀρκυωρὸν ἕπεσθαι· πρὸς δὲ τὸ κυνηγέσιον σιγῇ προσιέναι͵ ἵνα μὴ ὁ λαγῶς͵ ἐάν που ᾖ πλησίον͵ ὑποκινῇ ἀκούων τῆς φωνῆς. Δήσαντα δ΄ ἐκ τῆς ὕλης τὰς κύνας ἑκάστην χωρίς͵ ὅπως ἂν εὔλυτοι ὦσιν͵ ἱστάναι τὰς ἄρκυς καὶ τὰ δίκτυα͵ ὡς εἴρηται. Μετὰ δὲ τοῦτο τὸν μὲν ἀρκυωρὸν εἶναι ἐν φυλακῇ· αὐτὸν δὲ τὰς κύνας λαβόντα ἰέναι πρὸς τὴν ὑπαγωγὴν τοῦ κυνηγεσίου͵ καὶ εὐξάμενον τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι τῇ Ἀγροτέρᾳ μεταδοῦναι τῆς θήρας λῦσαι μίαν κύνα͵ ἥτις ἂν ᾖ σοφωτάτη ἰχνεύειν͵ ἐὰν μὲν ᾖ χειμών͵ ἅμ΄ ἡλίῳ ἀνίσχοντι͵ ἐὰν δὲ θέρος͵ πρὸ ἡμέρας͵ τὰς δὲ ἄλλας ὥρας μεταξὺ τούτου. Έπειδὰν δὲ ἡ κύων λάβῃ τὸ ἴχνος ὀρθὸν ἐκ τῶν ἐπηλλαγμένων͵ παραλῦσαι καὶ ἑτέραν· περαινομένου δὲ τοῦ ἴχνους διαλιπόντα μὴ πολὺ καὶ τὰς ἄλλας ἀφιέναι κατὰ μίαν͵ καὶ ἕπεσθαι μὴ ἐγκείμενον͵ ὀνομαστὶ ἑκάστην προσαγορεύοντα͵ μὴ πολλά͵ ἵνα μὴ παροξύνωνται πρὸ τοῦ καιροῦ. Αἱ δ΄ ὑπὸ χαρᾶς καὶ μένους προΐασιν ἐξίλλουσαι τὰ ἴχνη͵ ὡς πέφυκε͵ διπλᾶ͵ τριπλᾶ͵ προφορούμεναι παρὰ τὰ αὐτά͵ διὰ τῶν αὐτῶν͵ ἐπηλλαγμένα͵ περιφερῆ͵ ὀρθά͵ καμπύλα͵ πυκνά͵ μανά͵ γνώριμα͵ ἄγνωστα͵ ἑαυτὰς παραθέουσαι͵ ταχὺ τὰς οὐρὰς διασείουσαι͵ καὶ ἐπικλίνουσαι τὰ ὦτα καὶ ἀστράπτουσαι τοῖς ὄμμασιν.
Έπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι͵ δῆλον ποιήσουσι τῷ κυνηγέτῃ σὺν ταῖς οὐραῖς τὰ σώματα ὅλα συνεπικραδαίνουσαι͵ πολεμικῶς ἐπιφερόμεναι͵ φιλονίκως παραθέουσαι͵ συντρέχουσαι φιλοπόνως͵ συνιστάμεναι ταχύ͵ διιστάμεναι͵ πάλιν ἐπιφερόμεναι· τελευτῶσαι δὲ ἀφίξονται πρὸς τὴν εὐνὴν τοῦ λαγῶ͵ καὶ ἐπιδραμοῦνται ἐπ΄ αὐτόν. Ό δ΄ ἐξαίφνης ἀνᾴξας [ἐφ΄ αὑτὸν] ὑλαγμὸν ποιήσει τῶν κυνῶν καὶ κλαγγὴν φεύγων. Έμβοάτω δὲ αὐτῷ διωκομένῳ Ἰὼ κύνες͵ ἰώ͵ καλῶς͵ σοφῶς γε ὦ κύνες. Καὶ κυνοδρομεῖν περιελίξαντα ὃ ἀμπέχεται περὶ τὴν χεῖρα καὶ τὸ ῥόπαλον ἀναλαβόντα κατὰ τὸν λαγῶ͵ καὶ μὴ ὑπαντᾶν· ἄπορον γάρ. Ό δὲ ὑποχωρῶν ταχὺ ἐκλείπων τὴν ὄψιν πάλιν περιβάλλει ὅθεν εὑρίσκεται ἐπὶ τὸ πολύ. ἀναβοᾶν δ΄ ἐκεῖνον μὲν αὐτῷ Παισάτω παῖς· παῖ δή͵ παῖ δή. Ό δέ͵ ἐάν τε ἑαλωκὼς ᾖ ἐάν τε μή͵ δηλούτω. Καὶ ἐὰν μὲν ἑαλωκὼς ᾖ ἐν τῷ πρώτῳ δρόμῳ͵ ἀνακαλεσάμενον τὰς κύνας ζητεῖν ἄλλον· ἐὰν δὲ μή͵ κυνοδρομεῖν ὡς τάχιστα καὶ μὴ ἀνιέναι͵ ἀλλ΄ ἐκπερᾶν φιλοπόνως. Καὶ ἐὰν πάλιν ἀπαντῶσι διώκουσαι αὐτόν͵ ἀναβοᾶν Εὖ γε͵ εὖ γε ὦ κύνες͵ ἕπεσθε ὦ κύνες· Έὰν δὲ πολὺ προειληφυῖαι ὦσι καὶ μὴ οἷός τ΄ ᾖ κυνοδρομῶν ἐπιγίγνεσθαι αὐταῖς͵ ἀλλὰ διημαρτηκὼς ᾖ τῶν δρόμων͵ ἢ καὶ πλησίον που φοιτώσας ἢ ἐπιστάσας ἢ ἐχομένας τῶν ἰχνῶν μὴ δύνηται ἰδεῖν͵ πυνθάνεσθαι παραθέοντα ἅμα ὅτῳ ἂν προσπελάζῃ ἀναβοῶντα ῏Η κατεῖδες ὠὴ τὰς κύνας; ἐπειδὰν δὲ πύθηται ἤδη͵ ἐὰν μὲν ἐν τῷ ἴχνει ὦσι͵ προσστάντα ἐγκελεύειν͵ τοὔνομα μεταβάλλοντα ἑκάστης τῆς κυνός͵ ὁποσαχῇ οἷόν τ΄ ἂν ᾖ τοὺς τόνους τῆς φωνῆς ποιούμενον͵ ὀξύ͵ βαρύ͵ μικρόν͵ μέγα· πρὸς δὲ τοῖς ἄλλοις κελεύσμασιν͵ ἐὰν ὦσιν ἐν ὄρει αἱ μεταδρομαί͵ ἐπικελεύειν τόδε͵ Εὖα κύνες͵ εὖ΄ ὦ κύνες. Έὰν δὲ μὴ πρὸς αὐτοῖς ὦσι τοῖς ἴχνεσιν͵ ἀλλ΄ ὑπερβάλλωσι͵ καλεῖν αὐτάς͵ Οὐ πάλιν͵ οὐ πάλιν ὦ κύνες; Έπειδὰν δὲ προσσχῶσι τοῖς ἴχνεσι͵ περιάγειν αὐτὰς κύκλους πολλοὺς ποιούμενον· ὅπου δ΄ ἂν ᾖ αὐταῖς ἀμαυρὸν τὸ ἴχνος͵ σημεῖον θέσθαι στοῖχον ἑαυτῷ͵ καὶ ἀπὸ τούτου συνείρειν μέχρι ἂν σαφῶς γνωρίσωσιν ἐγκελεύοντα καὶ θωπεύοντα. αἱ δ΄ ἐπειδὰν λαμπρὰ ᾖ τὰ ἴχνη ἐπιρριπτοῦσαι͵ παραπηδῶσαι͵ κοινωνοῦσαι͵ ὑπολαμβάνουσαι͵ ἐνσημαινόμεναι͵ ὅρους τιθέμεναι ἑαυταῖς γνωρίμους ταχὺ μεταθεύσονται· ὅταν δὲ οὕτω διὰ τοῦ ἴχνους πυκνῶς διᾴττωσι͵ μὴ κατέχοντα κυνοδρομεῖν͵ ἵνα μὴ ὑπὸ φιλοτιμίας ὑπερβάλλωσι τὰ ἴχνη. Έπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι καὶ τοῦτο ἐπιδεικνύωνται σαφῶς τῷ κυνηγέτῃ͵ προσέχειν͵ ὅπως ἂν μὴ ὑποκινῇ εἰς τὸ πρόσθεν πεφοβημένος τὰς κύνας·
αἱ δὲ διαρριπτοῦσαι τὰς οὐρὰς καὶ ἑαυταῖς ἐμπίπτουσαι καὶ πολλὰ ὑπερπηδῶσαι καὶ ἐπανακλαγγάνουσαι͵ ἐπαναίρουσαι τὰς κεφαλάς͵ εἰσβλέπουσαι εἰς τὸν κυνηγέτην͵ ἐπιγνωρίζουσαι ἀληθῆ ἤδη εἶναι ταῦτα͵ ὑφ΄ αὑτῶν ἀναστήσουσι τὸν λαγῶ καὶ ἐπίασι κεκλαγγυῖαι. Έὰν δὲ εἰς τὰς ἄρκυς ἐμπίπτῃ ἢ ἐντὸς ἢ ἔξω παρενεχθῇ͵ καθ΄ ἓν ἕκαστον τούτων ὁ ἀρκυωρὸς γεγωνείτω.
Καὶ ἐὰν μὲν ᾖ ἑαλωκώς͵ ἕτερον ἐπιζητεῖν· ἐὰν δὲ μή͵ μεταθεῖν χρώμενον τοῖς αὐτοῖς ἐγκελεύσμασιν.
Έπειδὰν δὲ μεταθέουσαι αἱ κύνες ἤδη ὑπόκοποι ὦσι καὶ ᾖ ὀψὲ ἤδη τῆς ἡμέρας͵ τότε δεῖ τὸν κυνηγέτην τὸν λαγῶ ἀπειρηκότα ζητεῖν͵ μὴ παραλείποντα μηδὲν ὧν ἡ γῆ ἀνίησιν ἢ ἔχει ἐφ΄ αὑτῆς͵ τὰς ἀναστροφὰς ποιούμενον πυκνάς͵ ὅπως ἂν μὴ παραλειφθῇ (κατακλίνεται γὰρ ἐν μικρῷ τὸ θηρίον καὶ οὐκ ἀνίσταται ὑπὸ κόπου καὶ φόβου)͵ τὰς κύνας ἐπαγόμενον͵ ἐγκελεύοντα͵ παραμυθούμενον τὴν φιλάνθρωπον πολλά͵ τὴν αὐθάδη ὀλίγα͵ τὴν μέσην μέτρια͵ ἕως ἂν ἢ ἀποκτείνῃ αὐτὸν κατὰ πόδας ἢ εἰς τὰς ἄρκυς ἐμβάλῃ. Μετὰ δὲ ταῦτα ἀνελόντα τὰς ἄρκυς καὶ τὰ δίκτυα͵ ἀνατρίψαντα τὰς κύνας ἀπιέναι ἐκ τοῦ κυνηγεσίου͵ ἐπιμείναντα͵ ἐὰν ᾖ θερινὴ μεσημβρία͵ ὅπως ἂν τῶν κυνῶν οἱ πόδες μὴ καίωνται ἐν τῇ πορείᾳ.
Σκυλακεύειν δὲ αὐτὰς ἐπανιέντα τῶν πόνων τοῦ χειμῶνος͵ ἵνα ἔχουσαι τὴν ἡσυχίαν πρὸς τὸ ἔαρ ἐπάγωνται τὴν φύσιν γενναίαν· ἡ γὰρ ὥρα πρὸς τὰς αὐξήσεις τῶν κυνῶν κρατίστη αὕτη· εἰσὶ δὲ τέτταρες καὶ δέκα ἡμέραι ἐν αἷς ἡ ἀνάγκη αὕτη ἔχει.
ἄγειν δὲ καταπαυομένας͵ ἵνα θᾶττον ἐγκύμονες γίγνωνται͵ πρὸς κύνας ἀγαθούς· ἐπειδὰν δὲ ὦσιν ἐπίφοροι͵ μὴ ἐξάγειν ἐπὶ κυνηγέσιον ἐνδελεχῶς͵ ἀλλὰ διαλείπειν͵ ἵνα μὴ φιλοπονίᾳ διαφθείρωσι. Κύουσι δ΄ ἑξήκονθ΄ ἡμέρας.
Έπειδὰν δὲ γένηται τὰ σκυλάκια͵ ὑπὸ τῇ τεκούσῃ ἐᾶν καὶ μὴ ὑποβάλλειν ὑφ΄ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα καὶ φίλαι αἱ περιβολαί.
Έπειδὰν δὲ πλανᾶται τὰ σκυλάκια ἤδη͵ διδόναι γάλα μέχρι ἐνιαυτοῦ καὶ οἷς μέλλει τὸν ἅπαντα χρόνον βιώσεσθαι͵ ἄλλο δὲ μηδέν· αἱ γὰρ βαρεῖαι πλησμοναὶ τῶν σκυλακίων διαστρέφουσι τὰ σκέλη͵ τοῖς σώμασι νόσους ἐμποιοῦσι͵ καὶ τὰ ἐντὸς ἄδικα γίγνεται.
Τὰ δ΄ ὀνόματα αὐταῖς τίθεσθαι βραχέα͵ ἵνα εὐανάκλητα ᾖ. Εἶναι δὲ χρὴ τοιάδε· Ψυχή͵ Θυμός͵ Πόρπαξ͵ Στύραξ͵ Λογχή͵ Λόχος͵ Φρουρά͵ Φύλαξ͵ Τάξις͵ Ξίφων͵ Φόναξ͵ Φλέγων͵ Ἀλκή͵ Τεύχων͵ Ὑλεύς͵ Μήδας͵ Πόρθων͵ Σπέρχων͵ Ὀργή͵ Βρέμων͵ Ὕβρις͵ Θάλλων͵ Ρώμη͵ Ἀνθεύς͵ ῞Ηβα͵ Γηθεύς͵ Χαρά͵ Λεύσων͵ Αὐγώ͵ Πολεύς͵ Βία͵ Στίχων͵ Σπουδή͵ Βρύας͵ Οἰνάς͵ Στέρρος͵ Κραύγη͵ Καίνων͵ Τύρβας͵ Σθένων͵ Αἰθήρ͵ Ἀκτίς͵ Αἰχμή͵ Νόης͵ Γνώμη͵ Στίβων͵ Ὁρμή. ἄγειν δὲ τὰς σκύλακας ἐπὶ τὸ κυνηγέσιον͵ τὰς μὲν θηλείας ὀκταμήνους͵ τοὺς δὲ ἄρρενας δεκαμήνους· πρὸς δὲ τὰ ἴχνη τὰ εὐναῖα μὴ λύειν͵ ἀλλ΄ ἔχοντα ὑφημμένας μακροῖς ἱμᾶσιν ἀκολουθεῖν ταῖς κυσὶν ἰχνευούσαις͵ ἐῶντα αὐτὰς διαθεῖν τὰ ἴχνη. καὶ ἐπειδὰν ὁ λαγῶς εὑρίσκηται͵ ἐὰν μὲν καλαὶ ὦσι πρὸς τὸν δρόμον τὰ εἴδη͵ μὴ ἀνιέναι εὐθύς· ἐπειδὰν δὲ προλάβῃ ὁ λαγῶς τῷ δρόμῳ͵ ὥστε μὴ ἐφορᾶν ἔτι αὐτόν͵ τὰς σκύλακας ἱέναι. ἐὰν γὰρ ὁμόθεν καλὰς τὰ εἴδη οὔσας καὶ εὐψύχους πρὸς τὸν δρόμον ἐπιλύῃ͵ ὁρῶσαι τὸν λαγῶ ἐντεινόμεναι ῥήγνυνται͵ οὔπω ἔχουσαι συνεστῶτα τὰ σώματα· διαφυλάττειν οὖν δεῖ τοῦτο τὸν κυνηγέτην. Έὰν δὲ αἰσχίους ὦσι καὶ ἄψυχοι πρὸς τὸν δρόμον͵ οὐδὲν κωλύει ἱέναι· εὐθὺς γὰρ δὴ ἀνέλπιστοι οὖσαι τοῦ ἑλεῖν οὐ πείσονται τοῦτο. Τὰ δὲ δρομαῖα͵ ἕως ἂν ἕλωσι [τῷ ἴχνει]͵ μεταθεῖν ἐᾶν· ἁλισκομένου δὲ τοῦ λαγῶ διδόναι αὐταῖς ἀναρρηγνύναι. Έπειδὰν δὲ μηκέτι θέλωσι προσμένειν τοῖς ἴχνεσιν͵ ἀλλ΄ ἀποσκεδαννύωνται͵ ἀναλαμβάνειν͵ ἕως ἂν ἐθισθῶσιν εὑρίσκειν προσθέουσαι τὸν λαγῶ͵ ἐπεὶ μὴ ἐν κόσμῳ ἀεὶ τοῦτον ζητοῦσαι τελευτῶσαι γίγνονται ἔκκυνοι͵ πονηρὸν μάθημα. Πρὸς δὲ ταῖς ἄρκυσι διδόναι τὰ σιτία αὐταῖς͵ ἕως ἂν νέαι ὦσιν͵ ὅταν ἀναιρῶνται͵ ἵν΄ ἐὰν πλανηθῶσιν ἐν τῷ κυνηγεσίῳ δι΄ ἀπειρίαν͵ πρὸς τοῦτο ἐπανιοῦσαι σῴζωνται. ἀφεθήσονται δὲ τούτου͵ ὅταν ἤδη τῷ θηρίῳ ἔχωσι πολεμίως͵ ἐπιμέλειαν δὲ ποιήσονται τούτου μᾶλλον ἢ ἐκείνου φροντίζειν. Χρὴ δὲ καὶ ὡς τὰ πολλὰ δεομέναις διδόναι τὰ ἐπιτήδεια ταῖς κυσὶν αὐτόν· ὅταν μὲν γὰρ μὴ ἐνδεεῖς ὦσι͵ τούτου τὸν αἴτιον οὐκ ἴσασιν͵ ὅταν δὲ ἐπιθυμοῦσαι λάβωσι͵ τὸν διδόντα στέργουσιν. Ἰχνεύεσθαι δὲ τὸν λαγῶ ὅταν νίφῃ ὁ θεὸς ὥστε ἠφανίσθαι τὴν γῆν· εἰ δ΄ ἐνέσται μελάγχιμα͵ δυσζήτητος ἔσται. ἔστι δέ͵ ὅταν μὲν ἐπινεφῇ καὶ ᾖ βόρειον͵ τὰ ἴχνη ἔξω πολὺν χρόνον δῆλα· οὐ γὰρ ταχὺ συντήκεται· ἐὰν δὲ νότιόν τε ᾖ καὶ ἥλιος ἐπιλάμπῃ͵ ὀλίγον χρόνον· ταχὺ γὰρ διαχεῖται. ὅταν δ΄ ἐπινίφῃ συνεχῶς͵ οὐδὲν δεῖ· ἐπικαλύπτει γάρ· οὐδὲ ἂν πνεῦμα ᾖ μέγα· συμφοροῦν γὰρ τὴν χιόνα ἀφανίζει. Κύνας μὲν οὖν οὐδὲν δεῖ ἔχοντα ἐξιέναι ἐπὶ τὴν θήραν ταύτην· ἡ γὰρ χιὼν καίει τῶν κυνῶν τὰς ῥῖνας͵ ῥήγνυσι τοὺς πόδας͵ τὴν ὀσμὴν τοῦ λαγῶ ἀφανίζει διὰ τὸ ὑπερπαγές· λαβόντα δὲ τὰ δίκτυα μετ΄ ἄλλου ἐλθόντα πρὸς τὰ ὄρη παριέναι ἀπὸ τῶν ἔργων͵ καὶ ἐπειδὰν λάβῃ τὰ ἴχνη͵ πορεύεσθαι κατὰ ταῦτα.
Έὰν δ΄ ἐπηλλαγμένα ᾖ͵ ἐκ τῶν αὐτῶν πάλιν εἰς τὸ αὐτὸ ἥκοντα κύκλους ποιούμενον ἐκ περιιέναι τὰ τοιαῦτα ζητοῦντα ὁποῖα ἔξεισι. Πολλὰ δὲ πλανᾶται ὁ λαγῶς ἀπορούμενος ὅπου κατακλινῇ͵
ἅμα δὲ καὶ εἴθισται τεχνάζειν τῇ βαδίσει διὰ τὸ διώκεσθαι ἀεὶ ἀπὸ τῶν τοιούτων. Έπειδὰν δὲ φανῇ τὸ ἴχνος͵ προϊέναι εἰς τὸ πρόσθεν. ἄξει δὲ ἢ πρὸς σύσκιον τόπον ἢ πρὸς ἀπόκρημνον· τὰ γὰρ πνεύματα ὑπερφορεῖ τὴν χιόνα ὑπὲρ τῶν τοιούτων. Παραλείπεται οὖν εὐνάσιμα πολλά· ζητεῖ δὲ τοῦτο.
Έπειδὰν δὲ τὰ ἴχνη πρὸς τοιαῦτα φέρῃ͵ μὴ προσιέναι ἐγγύς͵ ἵνα μὴ ὑποκινῇ͵ ἀλλὰ κύκλῳ ἐκπεριιέναι· ἐλπὶς γὰρ αὐτοῦ εἶναι. Δῆλον δ΄ ἔσται· τὰ γὰρ ἴχνη ἀπὸ τῶν τοιούτων οὐδαμοῦ περάσει. Έπειδὰν δὲ ᾖ σαφὲς ὅτι αὐτοῦ ἐστιν͵ ἐᾶν· μενεῖ γάρ· ἕτερον δὲ ζητεῖν πρὶν τὰ ἴχνη ἄδηλα γενέσθαι͵ τῆς ὥρας ἐνθυμούμενον͵ ὅπως͵ ἂν καὶ ἑτέρους εὑρίσκῃ͵ ἔσται ἡ λειπομένη ἱκανὴ περιστήσασθαι. ἥκοντος δὲ τούτου περιτείνειν αὐτῶν ἑκάστῳ τὰ δίκτυα τὸν αὐτὸν τρόπον ὅνπερ ἐν τοῖς μελαγχίμοις͵ περιλαμβάνοντα ἐντὸς πρὸς ὅτῳ ἂν ᾖ͵ καὶ ἐπειδὰν ἑστηκότα ᾖ͵ προσελθόντα κινεῖν.
Έὰν δὲ ἐκκυλισθῇ ἐκ τῶν δικτύων͵ μεταθεῖν κατὰ τὰ ἴχνη· ὁ δὲ ἀφίξεται πρὸς ἕτερα τοιαῦτα χωρία͵ ἐὰν μὴ ἄρα ἐν αὐτῇ τῇ χιόνι πιέσῃ ἑαυτόν. Σκεψάμενον οὖν δεῖ ὅπου ἂν ᾖ περιίστασθαι. Έὰν δὲ μὴ ὑπομένῃ͵ μεταθεῖν· ἁλώσεται γὰρ καὶ ἄνευ τῶν δικτύων· ταχὺ γὰρ ἀπαγορεύει διὰ τὸ βάθος τῆς χιόνος καὶ διὰ τὸ κάτωθεν τῶν ποδῶν λασίων ὄντων προσέχεσθαι αὐτῷ ὄγκον πολύν.
Ἐπὶ δὲ τοὺς νεβροὺς καὶ τὰς ἐλάφους κύνας εἶναι Ἰνδικάς· εἰσὶ γὰρ ἰσχυραί͵ μεγάλαι͵ ποδώκεις͵ οὐκ ἄψυχοι· ἔχουσαι δὲ ταῦτα ἱκαναὶ γίγνονται πονεῖν. τοὺς μὲν οὖν νεογνοὺς τῶν νεβρῶν τοῦ ἦρος θηρᾶν· ταύτην γὰρ τὴν ὥραν γίγνονται. Κατασκέψασθαι δὲ προελθόντα εἰς τὰς ὀργάδας͵ οὗ εἰσιν ἔλαφοι πλεῖσται· ὅπου δ΄ ἂν ὦσιν͵ ἔχοντα τὸν κυναγωγὸν τὰς κύνας καὶ ἀκόντια πρὸ ἡμέρας ἐλθόντα εἰς τὸν τόπον τοῦτον τὰς μὲν κύνας δῆσαι ἄπωθεν ἐκ τῆς ὕλης͵ ὅπως μή͵ ἂν ἴδωσι τὰς ἐλάφους͵ ὑλακτῶσιν͵ αὐτὸν δὲ σκοπιωρεῖσθαι. ἅμα δὲ τῇ ἡμέρᾳ ὄψεται ἀγούσας τοὺς νεβροὺς πρὸς τὸν τόπον οὗ ἂν μέλλῃ ἑκάστη τὸν ἑαυτῆς εὐνάσειν. Κατακλίνασαι δὲ καὶ γάλα δοῦσαι καὶ διασκεψάμεναι μὴ ὁρῶνται ὑπό τινος͵ φυλάττει τὸν αὑτῆς ἑκάστη ἀπελθοῦσα εἰς τὸ ἀντιπέραν. Ίδόντα δὲ ταῦτα τὰς μὲν κύνας λῦσαι͵ τὸν δὲ λαβόντα τὰ ἀκόντια προσιέναι ἐπὶ τὸν νεβρὸν τὸν πρῶτον͵ ὅπου εἶδεν εὐνασθέντα͵ τῶν τόπων ἐνθυμούμενον͵ ὅπως μὴ διαμαρτήσεται· πολὺ γὰρ ἀλλοιοῦνται τῇ ὄψει ἐγγὺς προσιόντι ἢ οἳ πόρρωθεν ἔδοξαν εἶναι. Έπειδὰν δὲ ἴδῃ αὐτόν͵ προσιέναι ἐγγύς. Ό δ΄ ἕξει ἀτρέμα πιέσας ἑαυτὸν ἐπὶ γῆν καὶ ἐάσει ἀνελέσθαι͵ ἐὰν μὴ ἐφυσμένος ᾖ͵ βοῶν μέγα. Τούτου δὲ γενομένου οὐ μενεῖ· ταχὺ γὰρ τὸ ὑγρόν͵ ὃ ἔχει ἐν ἑαυτῷ͵ ὑπὸ τοῦ ψυχροῦ συνιστάμενον ποιεῖ ἀποχωρεῖν αὐτόν. ἁλώσεται δὲ ὑπὸ τῶν κυνῶν σὺν πόνῳ διωκόμενος· λαβόντα δὲ δοῦναι τῷ ἀρκυωρῷ· ὁ δὲ βοήσεται· ἡ δ΄ ἔλαφος τὰ μὲν ἰδοῦσα͵ τὰ δ΄ ἀκούσασα͵ ἐπιδραμεῖται τῷ ἔχοντι αὐτὸν ζητοῦσα ἀφελέσθαι. 'Εν δὲ τούτῳ τῷ καιρῷ ἐγκελεύειν ταῖς κυσὶ καὶ χρῆσθαι τοῖς ἀκοντίοις. Κρατήσαντα δὲ τούτου πορεύεσθαι καὶ ἐπὶ τοὺς ἄλλους καὶ τῷ αὐτῷ εἴδει πρὸς αὐτοὺς χρῆσθαι τῆς θήρας. Καὶ οἱ μὲν νέοι τῶν νεβρῶν οὕτως ἁλίσκονται· οἱ δὲ ἤδη μεγάλοι χαλεπῶς· νέμονται γὰρ μετὰ τῶν μητέρων καὶ ἑτέρων ἐλάφων· καὶ ἀποχωροῦσιν͵ ὅταν διώκωνται͵ ἐν μέσαις͵ ὁτὲ δὲ πρόσθεν͵ ἐν δὲ τῷ ὄπισθεν ὀλιγάκις. Αἱ δ΄ ἔλαφοι τὰς κύνας ὑπὲρ αὐτῶν ἀμυνόμεναι καταπατοῦσιν͵ ὥστ΄ οὐκ εὐάλωτοί εἰσιν͵ ἐὰν μὴ προσμείξας τις εὐθὺς διασκεδάσῃ αὐτὰς ἀπ΄ ἀλλήλων͵ ὥστε μονωθῆναί τινα αὐτῶν. Βιασθεῖσαι δὲ τοῦτο͵ τὸν μὲν πρῶτον δρόμον αἱ κύνες ἀπολείπονται· ἥ τε γὰρ ἀπουσία τῶν ἐλάφων ποιεῖ αὐτὸν περίφοβον͵ τό τε τάχος οὐδενὶ ἐοικός ἐστι τῶν τηλικούτων νεβρῶν· δευτέρῳ δὲ καὶ τρίτῳ δρόμῳ ταχὺ ἁλίσκονται· τὰ γὰρ σώματα αὐτῶν διὰ τὸ ἔτι νεαρὰ εἶναι τῷ πόνῳ οὐ δύναται ἀντέχειν. Ἵστανται δὲ καὶ ποδοστράβαι ταῖς ἐλάφοις ἐν τοῖς ὄρεσι͵ περὶ τοὺς λειμῶνας καὶ τὰ ῥεῖθρα καὶ τὰς νάπας͵ ἐν ταῖς διόδοις καὶ τοῖς ἔργοις πρὸς ὅ τι ἂν προσίῃ. Χρὴ δὲ εἶναι τὰς ποδοστράβας σμίλακος πεπλεγμένας͵ μὴ περιφλοίους͵ ἵνα μὴ σήπωνται͵ τὰς δὲ στεφάνας εὐκύκλους ἐχούσας͵ καὶ τοὺς ἥλους ἐναλλὰξ σιδηροῦς τε καὶ ξυλίνους ἐγκαταπε πλεγμένους ἐν τῷ πλοκάνῳ· μείζους δὲ τοὺς σιδηροῦς͵ ὅπως ἂν οἱ μὲν ξύλινοι ὑπείκωσι τῷ ποδί͵ οἱ δὲ πιέζωσι. Τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα· ἔστι γὰρ ἀσηπτότατον τοῦτο. Ό δὲ βρόχος αὐτὸς ἔστω στιφρὸς καὶ ἡ σειρίς· τὸ δὲ ξύλον τὸ ἐξαπτόμενον ἔστω μὲν δρυὸς ἢ πρίνου͵ μέγεθος τρισπίθαμον͵ περίφλοιον͵ πάχος παλαιστῆς.
Ίστάναι δὲ τὰς ποδοστράβας διελόντα τῆς γῆς βάθος πεντεπάλαστον͵ περιφερὲς δὲ τοῦτο͵ καὶ ἄνωθεν ἴσον ταῖς στεφάναις τῶν ποδοστραβῶν͵ εἰς δὲ τὸ κάτω ἀμειβόμενον στενότητι· διελεῖν δὲ καὶ τῇ σειρίδι καὶ τῷ ξύλῳ τῆς γῆς ὅσον ἵζεσθαι ἀμφοῖν. Ποιήσαντα δὲ ταῦτα ἐπὶ μὲν τὸ βάθος τὴν ποδοστράβην ἐπιθεῖναι κατωτέρω ἰσόπεδον͵ περὶ δὲ τὴν στέγην τὸν βρόχον τῆς σειρίδος· καὶ αὐτὴν καὶ τὸ ξύλον καθέντα εἰς τὴν χώραν τὴν ἑκατέρου͵ τῇ στέγῃ ἐπιθεῖναι δοκίδας ἀτρακτυλίδος μὴ ὑπερτεινούσας εἰς τὸ ἔξω͵ ἐπὶ δὲ τούτων πέταλα λεπτά͵ ὧν ἂν ἡ ὥρα ᾖ. Μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν ἐπ΄ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων͵ ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν͵ ἵνα ᾖ τῇ ἐλάφῳ ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ τῆς ποδοστράβης· ἐὰν γὰρ ὀσφραίνηται νεωστὶ κεκινημένης͵ δυσωπεῖται· ταχὺ δὲ ποιεῖ τοῦτο. Έπισκοπεῖν δὲ ἔχοντα τὰς κύνας τὰς μὲν ἐν τοῖς ὄρεσιν ἑστώσας͵ μάλιστα μὲν ἕωθεν͵ χρὴ δὲ καὶ τῆς ἄλλης ἡμέρας͵ ἐν δὲ τοῖς ἔργοις πρῴ. Έν μὲν γὰρ τοῖς ὄρεσιν οὐ μόνον τῆς νυκτὸς ἁλίσκονται ἀλλὰ καὶ μεθ΄ ἡμέραν διὰ τὴν ἐρημίαν· ἐν δὲ τοῖς ἔργοις τῆς νυκτὸς διὰ τὸ μεθ΄ ἡμέραν πεφοβῆσθαι τοὺς ἀνθρώπους.
Έπειδὰν δὲ εὕρῃ ἀνεστραμμένην τὴν ποδοστράβην͵ μεταθεῖν ἐπιλύσαντα τὰς κύνας καὶ ἐπικελεύσαντα κατὰ τὸν ὁλκὸν τοῦ ξύλου͵ σκοπούμενον ὅποι ἂν φέρηται. ἔσται δὲ οὐκ ἄδηλον ἐπὶ τὸ πολύ· οἵ τε γὰρ λίθοι ἔσονται κεκινημένοι τά τ΄ ἐπισύρματα τοῦ ξύλου καταφανῆ ἐν τοῖς ἔργοις· ἐὰν δὲ τραχεῖς τόπους διαπερᾷ͵ αἱ πέτραι ἕξουσι τὸν φλοιὸν τοῦ ξύλου ἀφηρπασμένον καὶ κατὰ τοῦτο ῥᾴους αἱ μεταδρομαὶ ἔσονται. ἐὰν μὲν οὖν τοῦ προσθίου ποδὸς ἁλῷ͵ ταχὺ ληφθήσεται· ἐν γὰρ τῷ δρόμῳ πᾶν τὸ σῶμα τύπτει καὶ τὸ πρόσωπον· ἐὰν δὲ τοῦ ὄπισθεν͵ ἐφελκόμενον τὸ ξύλον ἐμποδὼν ὅλῳ ἐστὶ τῷ σώματι͵ ἐνίοτε δὲ καὶ εἰς δίκρας τῆς ὕλης ἐμπίπτει φερόμενον͵ καὶ ἐὰν μὴ ἀπορρήξῃ τὴν σειρίδα͵ καταλαμβάνεται αὐτοῦ. χρὴ δέ͵ ἐὰν οὕτως ἕλῃ ἢ περιγενόμενος πόνῳ͵ [ἐὰν μὲν ᾖ ἄρρην͵] μὴ προσιέναι ἐγγύς· τοῖς γὰρ κέρασι παίει͵ ἐὰν μὲν ᾖ ἄρρην͵ καὶ τοῖν ποδοῖν· ἐὰν δὲ θήλεια͵ τοῖν ποδοῖν· ἄπωθεν οὖν ἀκοντίζειν. ἁλίσκονται δὲ καὶ ἄνευ ποδοστράβης διωκόμεναι͵ ὅταν ᾖ ἡ ὥρα θερινή· ἀπαγορεύουσι γὰρ σφόδρα͵ ὥστε ἑστῶσαι ἀκοντίζονται· ῥιπτοῦσι δὲ καὶ εἰς τὴν θάλατταν͵ ἐὰν κατέχωνται͵ καὶ εἰς τὰ ὕδατα ἀπορούμεναι· ὁτὲ δὲ διὰ δύσπνοιαν πίπτουσι.
Πρὸς δὲ τὸν ὗν τὸν ἄγριον κεκτῆσθαι κύνας Ἰνδικάς͵ Κρητικάς͵ Λοκρίδας͵ Λακαίνας͵ ἄρκυς͵ ἀκόντια͵ προβόλια͵ ποδοστράβας. Πρῶτον μὲν οὖν χρὴ εἶναι τὰς κύνας ἑκάστου γένους μὴ τὰς ἐπιτυχούσας͵ ἵνα ἕτοιμαι ὦσι πολεμεῖν τῷ θηρίῳ.
Αἱ δὲ ἄρκυς λίνων μὲν τῶν αὐτῶν ὧνπερ αἱ τῶν λαγῶν͵ ἔστωσαν δὲ πεντεκαιτετταρακοντάλινοι ἐκ τριῶν τόνων͵ ἕκαστος δὲ τόνος ἐκ πεντεκαίδεκα λίνων͵ ἀπὸ δὲ τοῦ κορυφαίου τὸ μέγεθος δεχάμματοι͵ τὸ δὲ βάθος τῶν βρόχων πυγόνος· οἱ δὲ περίδρομοι ἡμιόλιοι τοῦ τῶν ἀρκύων πάχους· ἐπ΄ ἄκροις δὲ δακτυλίους ἐχέτωσαν͵ ὑφείσθωσαν δ΄ ὑπὸ τοὺς βρόχους͵ τὸ δὲ ἄκρον αὐτῶν ἐκπεράτω ἔξω διὰ τῶν δακτυλίων· ἱκανὰ δὲ πεντεκαίδεκα. τὰ δ΄ ἀκόντια ἔστω παντοδαπά͵ ἔχοντα τὰς λόγχας εὐπλατεῖς καὶ ξυρήκεις͵ ῥάβδους δὲ στιφράς. Τὰ δὲ προβόλια πρῶτον μὲν λόγχας ἔχοντα τὸ μὲν μέγεθος πεντεπαλάστους͵ κατὰ δὲ μέσον τὸν αὐλὸν κνώδοντας ἀπολεχαλκευμένους͵ στιφρούς͵ καὶ τὰς ῥάβδους κρανείας δορατοπαχεῖς. Αἱ δὲ ποδοστράβαι ὅμοιαι ταῖς τῶν ἐλάφων. Συγκυνηγέται δ΄ ἔστωσαν· τὸ γὰρ θηρίον μόλις καὶ ὑπὸ πολλῶν ἁλίσκεται, ὅπως δὲ δεῖ τούτων ἑκάστῳ πρὸς θήραν χρῆσθαι διδάξω.
Πρῶτον μὲν οὖν χρὴ ἐλθόντας ὅπου ἂν οἴωνται [εἶναι] ὑπάγειν τὸ κυνηγέσιον͵ λύσαντας μίαν τῶν κυνῶν τῶν Λακαινῶν͵ τὰς δ΄ ἄλλας ἔχοντας δεδεμένας͵ συμπεριιέναι τῇ κυνί. Έπειδὰν δὲ λάβῃ αὐτοῦ τὰ ἴχνη͵ ἕπεσθαι ἑξῆς τῇ ἰχνεύσει ἡγουμένῃ τοὺς ἀκολουθοῦντας σαφῶς. ἔσται δὲ καὶ τοῖς κυνηγέταις πολλὰ δῆλα αὐτοῦ͵ ἐν μὲν τοῖς μαλακοῖς τῶν χωρίων τὰ ἴχνη͵ ἐν δὲ τοῖς λασίοις τῆς ὕλης κλάσματα· ὅπου δ΄ ἂν δένδρα ᾖ͵ πληγαὶ τῶν ὀδόντων. Ή δὲ κύων ἐπὶ τὸ πολὺ ἀφίξεται ἐπὶ τόπον ὑλώδη ἰχνεύουσα. Κατακλίνεται γὰρ τὸ θηρίον ὡς ἐπὶ τὸ πολὺ εἰς τοιαῦτα· τοῦ μὲν γὰρ χειμῶνός ἐστιν ἀλεεινά͵ τοῦ δὲ θέρους ψυχεινά. Έπειδὰν δ΄ ἀφίκηται ἐπὶ τὴν εὐνήν͵ ὑλακτεῖ· ὁ δ΄ οὐκ ἀνίσταται ὡς τὰ πολλά. Λαβόντα οὖν τὴν κύνα καὶ ταύτην μετὰ τῶν ἄλλων δῆσαι ἄπωθεν ἀπὸ τῆς εὐνῆς πολὺ καὶ εἰς τοὺς ὅρμους ἐμβαλέσθαι τὰς ἄρκυς͵ ἐπιβάλλοντα τοὺς βρόχους ἐπὶ ἀποσχαλιδώματα τῆς ὕλης δίκρα τῆς δὲ ἄρκυος αὐτῆς μακρὸν προήκοντα κόλπον ποιεῖν͵ ἀντηρίδας ἔνδοθεν ἑκατέρωθεν ὑφιστάντα κλῶνας͵ ὅπως ἂν εἰς τὸν κόλπον διὰ τῶν βρόχων αἱ αὐγαὶ τοῦ φέγγους ὡς μάλιστα ἐνέχωσιν͵ ἵνα προσθέοντι ὡς φανότατον ᾖ τὸ ἔσω· καὶ τὸν περίδρομον ἐξάπτειν ἀπὸ δένδρου ἰσχυροῦ͵ καὶ μὴ ἐκ ῥάχου· οὐκ ἰσχυραὶ γὰρ ἐν τοῖς ψιλοῖς αἱ ῥᾶχοι. Ύπὲρ δὲ ἑκάστην ἐμφράττειν τῇ ὕλῃ καὶ τὰ δύσορμα͵ ἵνα εἰς τὰς ἄρκυς ποιῆται τὸν δρόμον καὶ μὴ ἐξαλλάττῃ. Έπειδὰν δ΄ ἑστῶσιν͵ ἐλθόντας πρὸς τὰς κύνας λῦσαι ἁπάσας καὶ λαβόντας τὰ ἀκόντια καὶ τὰ προβόλια προιέναι. Έκελεύειν δὲ ταῖς κυσὶν ἕνα τὸν ἐμπειρότατον͵ τοὺς δ΄ ἄλλους ἕπεσθαι κοσμίως ἀπολείποντας ἀπ΄ ἀλλήλων πολύ͵ ὅπως ἂν ᾖ αὐτῷ ἱκανὴ διαδρομή· ἐὰν γὰρ ὑποχωρῶν ἐμπέσῃ εἰς πυκνούς͵ κίνδυνος πληγῆναι· ᾧ γὰρ ἂν προσπέσῃ͵ εἰς τοῦτον τὴν ὀργὴν κατέθετο. Έπειδὰν δ΄ αἱ κύνες ἐγγὺς ὦσι τῆς εὐνῆς͵ ἐπειδίασι· θορυβούμενος δὲ ἐξαναστήσεται͵ καὶ ἥτις ἂν τῶν κυνῶν προσφέρηται αὐτῷ πρὸς τὸ πρόσωπον͵ ἀναρρίψει· θέων δ΄ ἐμπεσεῖται· ἐὰν δὲ μή͵ μεταθεῖν ἀνάγκη. καὶ ἐὰν μὲν ᾖ τὸ χωρίον κατωφερὲς ἐν ᾧ ἂν ἔχῃ αὐτὸν ἡ ἄρκυς͵ ταχὺ ἐξαναστήσεται· ἐὰν δὲ ἄπεδον͵ εὐθὺς ἑστήξει περὶ αὑτὸν ἔχων.
Έν τούτῳ δὲ τῷ καιρῷ αἱ μὲν κύνες προσκείσονται· αὐτοὺς δὲ χρὴ φυλαττομένους αὐτὸν ἀκοντίζειν͵ καὶ βάλλειν λίθοις͵ περιισταμένους ὄπισθεν καὶ πολὺ ἄπωθεν͵ ἕως ἂν κατατείνῃ προωθῶν αὑτὸν τῆς ἄρκυος τὸν περίδρομον. Εἶτα ὅστις ἂν ᾖ τῶν παρόντων ἐμπειρότατος καὶ ἐγκρατέστατος προσελθόντα ἐκ τοῦ πρόσθεν τῷ προβολίῳ παίειν. Έὰν δὲ μὴ βούληται ἀκοντιζόμενος καὶ βαλλόμενος κατατεῖναι τὸν περίδρομον͵ ἀλλ΄ ἐπανιεὶς ἔχῃ προσιόντα περιδρομὴν ποιούμενος͵ ἀνάγκη͵ ὅταν οὕτως ἔχῃ͵ λαβόντα τὸ προβόλιον προσιέναι͵ ἔχεσθαι δ΄ αὐτοῦ τῇ μὲν χειρὶ τῇ ἀριστερᾷ πρόσθεν͵ τῇ δ΄ ἑτέρᾳ ὄπισθεν· κατορθοῖ γὰρ ἡ μὲν ἀριστερὰ αὐτό͵ ἡ δὲ δεξιὰ ἐπεμβάλλει· ἔμπροσθεν δὲ ὁ ποὺς ὁ μὲν ἀριστερὸς ἑπέσθω τῇ χειρὶ τῇ ὁμωνύμῳ͵ ὁ δὲ δεξιὸς τῇ ἑτέρᾳ. Προσιόντα δὲ προβάλλεσθαι τὸ προβόλιον͵ μὴ πολλῷ μείζω διαβάντα ἢ ἐν πάλῃ͵ ἐπιστρέφοντα τὰς πλευρὰς τὰς εὐωνύμους ἐπὶ τὴν χεῖρα τὴν εὐώνυμον͵ εἶτα εἰσβλέποντα εἰς τὸ ὄμμα τοῦ θηρίου ἐνθυμούμενον τὴν κίνησιν τὴν ἀπὸ τῆς κεφαλῆς τῆς ἐκείνου. Προσφέρειν δὲ τὸ προβόλιον φυλαττόμενον μὴ ἐκκρούσῃ ἐκ τῶν χειρῶν τῇ κεφαλῇ ἐκνεύσας· τῇ γὰρ ῥύμῃ τῆς ἐκκρούσεως ἕπεται.
Παθόντα δὲ τοῦτο πίπτειν δεῖ ἐπὶ στόμα καὶ ἔχεσθαι τῆς ὕλης κάτωθεν· τὸ γὰρ θηρίον ἐὰν μὲν οὕτως ἔχοντι προσπέσῃ͵ διὰ τὴν σιμότητα τῶν ὀδόντων τὸ σῶμα οὐ δύναται ὑπολαβεῖν· ἐὰν δὲ μετεώρῳ͵ ἀνάγκη πληγῆναι. πειρᾶται μὲν οὖν μετεωρίζειν· ἐὰν δὲ μὴ δύνηται͵ ἀμφιβὰς πατεῖ.
Άπαλλαγὴ δὲ τούτων μία ἐστὶ μόνη͵ ὅταν ἐν τῇ ἀνάγκῃ ταύτῃ ἔχηται͵ προσελθόντα ἐγγὺς τῶν συγκυνηγετῶν ἕνα ἔχοντα προβόλιον ἐρεθίζειν ὡς ἀφήσοντα· ἀφιέναι δὲ οὐ χρή͵ μὴ τύχῃ τοῦ πεπτωκότος. ὅταν δὲ ἴδῃ τοῦτο͵ καταλιπὼν ὃν ἂν ἔχῃ ὑφ΄ αὑτῷ ἐπὶ τὸν ἐρεθίζοντα ὑπ΄ ὀργῆς καὶ θυμοῦ ἐπιστρέψει. Τὸν δὲ ταχὺ ἀναπηδᾶν͵ τὸ δὲ προβόλιον μεμνῆσθαι ἔχοντα ἀνίστασθαι· οὐ γὰρ καλὴ ἡ σωτηρία ἄλλως ἢ κρατήσαντι. Προσφέρειν δὲ πάλιν τὸν αὐτὸν τρόπον καὶ προτεῖναι ἐντὸς τῆς ὠμοπλάτης ᾗ ἡ σφαγή͵ καὶ ἀντερείσαντα ἔχειν ἐρρωμένως· ὁ δ΄ ὑπὸ τοῦ μένους πρόσεισι͵ καὶ εἰ μὴ κωλύοιεν οἱ κνώδοντες τῆς λόγχης͵ ἀφίκοιτ΄ ἂν διὰ τῆς ῥάβδου προωθῶν αὑτὸν πρὸς τὸν τὸ προβόλιον ἔχοντα. Οὕτω δὲ πολλὴ ἡ δύναμίς ἐστιν αὐτοῦ ὥστε καὶ ἃ οὐκ ἂν οἴοιτό τις πρόσεστιν αὐτῷ· τεθνεῶτος γὰρ εὐθὺς ἐάν τις ἐπὶ τὸν ὀδόντα ἐπιθῇ τρίχας͵ συντρέχουσιν· οὕτως εἰσὶ θερμοί· ζῶντι δὲ διάπυροι͵ ὅταν ἐρεθίζηται· οὐ γὰρ ἂν τῶν κυνῶν ἁμαρτάνων τῇ πληγῇ τοῦ σώματος ἄκρα τὰ τριχώματα περιεπίμπρη. ὁ μὲν οὖν ἄρρην τοσαῦτα καὶ ἔτι πλείω πράγματα παρασχὼν ἁλίσκεται. Ἐὰν δὲ θήλεια ᾖ ἡ ἐμπεσοῦσα͵ ἐπιθέοντα παίειν φυλαττόμενον μὴ ὠσθεὶς πέσῃ· παθόντα δὲ τοῦτο πατεῖσθαι ἀνάγκη καὶ δάκνεσθαι. ἑκόντα οὖν οὐ χρὴ ὑποπίπτειν· ἐὰν δ΄ ἄκων ἔλθῃ εἰς τοῦτο͵ διαναστάσεις γίγνονται αἱ αὐταὶ ὥσπερ ὑπὸ τοῦ ἄρρενος· ἐξαναστάντα δὲ δεῖ παίειν τῷ προβολίῳ͵ ἕως ἂν ἀποκτείνῃ.
Ἁλίσκονται δὲ καὶ ὧδε. ἵστανται μὲν αὐτοῖς αἱ ἄρκυς ἐπὶ τὰς διαβάσεις τῶν ναπῶν εἰς τοὺς δρυμούς͵ τὰ ἄγκη͵ τὰ τραχέα͵ εἰσβολὰς δὲ εἰς τὰς ὀργάδας καὶ τὰ ἕλη καὶ τὰ ὕδατα. Ό δὲ τεταγμένος ἔχων τὸ προβόλιον φυλάττει τὰς ἄρκυς. Οἱ δὲ τὰς κύνας ἐπάγουσι τοὺς τόπους ζητοῦντες τοὺς καλλίστους· ἐπειδὰν δὲ εὑρεθῇ͵ διώκεται. 'Εὰν μὲν οὖν εἰς τὴν ἄρκυν ἐμπίπτῃ͵ τὸν ἀρκυωρὸν ἀναλαβόντα τὸ προβόλιον προσιέναι καὶ χρῆσθαι ὡς εἴρηκα· ἐὰν δὲ μὴ ἐμπέσῃ͵ μεταθεῖν. 'Αλίσκεται δὲ καὶ ὅταν ᾖ πνίγη͵ διωκόμενος ὑπὸ τῶν κυνῶν· τὸ γὰρ θηρίον καίπερ ὑπερβάλλον δυνάμει ἀπαγορεύει ὑπέρασθμον γιγνόμενον. Άποθνῄσκουσι δὲ κύνες πολλαὶ ἐν τῇ τοιαύτῃ θήρᾳ καὶ αὐτοὶ οἱ κυνηγέται κινδυνεύουσιν͵ ὅταν γε ἐν ταῖς μεταδρομαῖς ἀπειρηκότι ἀναγκάζωνται προσιέναι ἔχοντες τὰ προβόλια ἢ ἐν ὕδατι ὄντι ἢ ἐφεστῶτι πρὸς ἀποκρήμνῳ ἢ ἐκ δασέος μὴ θέλοντι ἐξιέναι· οὐ γὰρ κωλύει αὐτὸν οὔτε ἄρκυς οὔτε ἄλλο οὐδὲν φέρεσθαι ὁμόσε τῷ πλησιάζοντι· ὅμως μέντοι προσιτέον͵ ὅταν ἔχῃ οὕτως͵ καὶ ἐπιδεικτέον τὴν εὐψυχίαν͵ δι΄ ἣν εἵλοντο ἐκπονεῖν τὴν ἐπιθυμίαν ταύτην. Χρηστέον δὲ τῷ προβολίῳ καὶ ταῖς προβολαῖς τοῦ σώματος ὡς εἴρηται· εἰ γάρ τι καὶ πάσχοι͵ οὐκ ἂν διά γε τὸ μὴ ὀρθῶς ποιεῖν πάσχοι. Ἵστανται δὲ αἱ ποδοστράβαι αὐτοῖς ὥσπερ ταῖς ἐλάφοις ἐν τοῖς αὐτοῖς τόποις͵ καὶ ἐπισκέψεις αἱ αὐταὶ καὶ μετα δρομαὶ καὶ αἱ πρόσοδοι καὶ αἱ χρεῖαι τοῦ προβολίου.
Τὰ δὲ νεογενῆ αὐτῶν ὅταν ἁλίσκηται͵ χαλεπῶς τοῦτο πάσχει· οὔτε γὰρ μονοῦται͵ ἕως ἂν μικρὰ ᾖ͵ ὅταν τε αἱ κύνες εὕρωσιν ἢ προΐδῃ τι͵ ταχὺ εἰς τὴν ὕλην ἀφανίζεται͵ ἕπονταί τε ἐπὶ πολὺ ἄμφω ὧν ἂν ὦσι͵ χαλεποὶ ὄντες τότε καὶ μᾶλλον μαχόμενοι ὑπὲρ ἐκείνων ἢ ὑπὲρ αὑτῶν.
Λέοντες δὲ καὶ παρδάλεις͵ λύγκες͵ πάνθηρες͵ ἄρκτοι καὶ τἆλλα ὅσα ἐστὶ τοιαῦτα θηρία ἁλίσκεται ἐν ξέναις χώραις περὶ τὸ Πάγγαιον ὄρος καὶ τὸν Κίττον τὸν ὑπὲρ τῆς Μακεδονίας͵ τὰ δ΄ ἐν τῷ Ὀλύμπῳ τῷ Μυσίῳ καὶ ἐν Πίνδῳ͵ τὰ δ΄ ἐν τῇ Νύσῃ τῇ ὑπὲρ τῆς Συρίας͵ καὶ πρὸς τοῖς ἄλλοις ὄρεσιν ὅσα οἷά τ΄ ἐστὶ τρέφειν τοιαῦτα. 'Αλίσκεται δὲ τὰ μὲν ἐν τοῖς ὄρεσι φαρμάκῳ διὰ δυσχωρίαν ἀκονιτικῷ· παραβάλλουσι δὲ τοῦτο οἱ θηρώμενοι͵ συμμιγνύντες εἰς τὸ αὐτὸ ὅτῳ ἂν ἕκαστον χαίρῃ περὶ τὰ ὕδατα καὶ πρὸς ὅ τι ἂν ἄλλο προσίῃ. Τὰ δὲ αὐτῶν καταβαίνοντα εἰς τὸ πεδίον τῆς νυκτὸς ἀποκλεισθέντα μετὰ ἵππων καὶ ὅπλων ἁλίσκεται͵ εἰς κίνδυνον καθιστάντα τοὺς αἱροῦντας. ἔστι δὲ οἷς αὐτῶν καὶ ὀρύγματα ποιοῦσι περιφερῆ μεγάλα βαθέα͵ ἐν μέσῳ λείποντες κίονα τῆς γῆς. Έπὶ δὲ τοῦτον εἰς νύκτα ἐπέθεσαν δήσαντες αἶγα͵ καὶ ἔφραξαν κύκλῳ τὸ ὄρυγμα ὕλῃ ὥστε μὴ προορᾶν͵ εἴσοδον οὐ λείποντες. Τὰ δὲ ἀκούοντα τῆς φωνῆς ἐν τῇ νυκτὶ κύκλῳ τὸν φραγμὸν περιθέουσι͵ καὶ ἐπειδὰν μὴ εὑρίσκῃ δίοδον͵ ὑπερπηδᾷ καὶ ἁλίσκεται.
Περὶ μὲν αὐτῶν τῶν πράξεων τῶν ἐν τοῖς κυνηγεσίοις εἴρηται. Ώφελήσονται δ΄ οἱ ἐπιθυμήσαντες τούτου τοῦ ἔργου πολλά· ὑγίειάν τε γὰρ τοῖς σώμασι παρασκευάζει καὶ ὁρᾶν καὶ ἀκούειν μᾶλλον͵ γηράσκειν δὲ ἧττον͵ τὰ δὲ πρὸς τὸν πόλεμον μάλιστα παιδεύει. Πρῶτον μὲν γὰρ τὰ ὅπλα ὅταν ἔχοντες πορεύωνται ὁδοὺς χαλεπάς͵ οὐκ ἀπεροῦσιν· ἀνέξονται γὰρ τοὺς πόνους διὰ τὸ εἰθίσθαι μετὰ τούτων αἱρεῖν τὰ θηρία. ἔπειτα εὐνάζεσθαί τε σκληρῶς δυνατοὶ ἔσονται καὶ φύλακες εἶναι ἀγαθοὶ τοῦ ἐπιταττομένου. Έν δὲ ταῖς προσόδοις ταῖς πρὸς τοὺς πολεμίους ἅμα οἷοί τε ἔσονται ἐπιέναι καὶ τὰ παραγγελλόμενα ποιεῖν διὰ τὸ οὕτω καὶ αὐτοὶ αἱρεῖν τὰς ἄγρας. Τεταγμένοι δὲ ἐν τῷ πρόσθεν οὐ λείψουσι τὰς τάξεις διὰ τὸ καρτερεῖν δύνασθαι. Έν φυγῇ δὲ τῶν πολεμίων ὀρθῶς καὶ ἀσφαλῶς διώξονται τοὺς ἐναντίους ἐν παντὶ χωρίῳ διὰ συνήθειαν. Δυστυχήσαντος δὲ οἰκείου στρατοπέδου ἐν χωρίοις ὑλώδεσι καὶ ἀποκρήμνοις ἢ ἄλλως χαλεποῖς οἷοί τ΄ ἔσονται καὶ αὐτοὶ σῴζεσθαι μὴ αἰσχρῶς καὶ ἑτέρους σῴζειν· ἡ γὰρ συνήθεια τοῦ ἔργου παρέξει αὐτοῖς πλέον τι εἰδέναι. Καὶ ἤδη τινὲς τῶν τοιούτων πολλοῦ ὄχλου συμμάχων τρεφθέντος τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει διὰ δυσχωρίαν ἁμαρτόντας τοὺς πολεμίους νενικηκότας ἀναμαχόμενοι ἐτρέψαντο· ἀεὶ γὰρ ἔστι τοῖς τὰ σώματα καὶ τὰς ψυχὰς εὖ ἔχουσιν ἐγγὺς εἶναι τοῦ εὐτυχῆσαι. Εἰδότες δὲ καὶ οἱ πρόγονοι ἡμῶν ὅτι ἐντεῦθεν ηὐτύχουν πρὸς τοὺς πολεμίους͵ ἐπιμέλειαν τῶν νέων ἐποιήσαντο· σπανίζοντες γὰρ καρπῶν τὸ ἐξ ἀρχῆς ἐνόμισαν ὅμως τοὺς κυνηγέτας μὴ κωλύειν διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων ἀγρεύειν· πρὸς δὲ τούτῳ μὴ νυκτερεύειν ἐντὸς πολλῶν σταδίων͵ ἵνα μὴ ἀφαιροῖντο τὰς θήρας αὐτῶν οἱ ἔχοντες ταύτην τὴν τέχνην. Έώρων γὰρ ὅτι τῶν νεωτέρων ἡ ἡδονὴ μόνη αὕτη πλεῖστα ἀγαθὰ παρασκευάζει. Σώφρονάς τε γὰρ ποιεῖ καὶ δικαίους διὰ τὸ ἐν τῇ ἀληθείᾳ παιδεύεσθαι. Τά τε ἄλλα γὰρ καὶ τὰ τοῦ πολέμου διὰ τούτων εὐτυχοῦντες ᾐσθάνοντο· καὶ τῶν ἄλλων εἴ τι βούλονται ἐπιτηδεύειν καλῶν οὐδενὸς ἀποστερεῖ ὥσπερ ἕτεραι κακαὶ ἡδοναί͵ ἃς οὐ χρὴ μανθάνειν.
Έκ τῶν τοιούτων οὖν στρατιῶταί τε ἀγαθοὶ καὶ στρατηγοὶ γίγνονται.
ὧν γὰρ οἱ πόνοι τὰ μὲν αἰσχρὰ καὶ ὑβριστικὰ ἐκ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀφαιροῦνται͵ ἐπιθυμίαν δ΄ ἀρετῆς ἐνηύξησαν͵ οὗτοι ἄριστοι· οὐ γὰρ ἂν περιίδοιεν οὔτε τὴν πόλιν τὴν ἑαυτῶν ἀδικουμένην οὔτε τὴν χώραν πάσχουσαν κακῶς.

Λέγουσι δέ τινες ὡς οὐ χρὴ ἐρᾶν κυνηγεσίων͵ ἵνα μὴ τῶν οἰκείων ἀμελῶσιν͵ οὐκ εἰδότες ὅτι οἱ τὰς πόλεις καὶ τοὺς φίλους εὖ ποιοῦντες πάντες τῶν οἰκείων ἐπιμελέστεροί εἰσιν. εἰ οὖν οἱ φιλοκυνηγέται παρασκευάζουσιν αὑτοὺς τῇ πατρίδι χρησίμους εἶναι εἰς τὰ μέγιστα͵ οὐδ΄ ἂν τὰ ἴδια ἀργοῖτο· σὺν γὰρ τῇ πόλει καὶ σῴζεται καὶ ἀπόλλυται τὰ οἰκεῖα ἑκάστου. ὥστε πρὸς τοῖς αὑτῶν καὶ τὰ τῶν ἄλλων ἰδιωτῶν οἱ τοιοῦτοι σῴζουσι. Πολλοὶ δὲ ὑπὸ φθόνου ἀλόγιστοι τῶν ταῦτα λεγόντων αἱροῦνται διὰ τὴν αὑτῶν κακίαν ἀπολέσθαι μᾶλλον ἢ ἑτέρων ἀρετῇ σῴζεσθαι· αἱ γὰρ ἡδοναὶ αἱ πολλαὶ καὶ κακαί· ὧν ἡττώμενοι ἢ λέγειν ἢ πράττειν ἐπαίρονται τὰ χείρω. Εἶτα ἐκ μὲν τῶν ματαίων λόγων ἔχθρας ἀναιροῦνται͵ ἐκ δὲ τῶν κακῶν ἔργων νόσους καὶ ζημίας καὶ θανάτους καὶ αὐτῶν καὶ παίδων καὶ φίλων͵ ἀναισθήτως μὲν τῶν κακῶν ἔχοντες͵ τῶν δὲ ἡδονῶν πλέον τῶν ἄλλων αἰσθανόμενοι͵ οἷς τίς ἂν χρήσαιτο εἰς πόλεως σωτηρίαν; τούτων μέντοι τῶν κακῶν οὐδεὶς ὅστις οὐκ ἀφέξεται ἐρασθεὶς ὧν ἐγὼ παραινῶ· παίδευσις γὰρ καλὴ διδάσκει χρῆσθαι νόμοις καὶ λέγειν περὶ τῶν δικαίων καὶ ἀκούειν. Οἱ μὲν οὖν παρασχόντες αὑτοὺς ἐπὶ τὸ ἀεί τι μοχθεῖν τε καὶ διδάσκεσθαι ἑαυτοῖς μὲν μαθήσεις καὶ μελέτας ἐπιπόνους ἔχουσι͵ σωτηρίαν δὲ ταῖς ἑαυτῶν πόλεσιν· οἱ δὲ μὴ θέλοντες διὰ τὸ ἐπίπονον διδάσκεσθαι͵ ἀλλὰ ἐν ἡδοναῖς ἀκαίροις διάγειν͵ φύσει οὗτοι κάκιστοι. οὔτε γὰρ νόμοις οὔτε λόγοις ἀγαθοῖς πείθονται· οὐ γὰρ εὑρίσκουσι διὰ τὸ μὴ πονεῖν οἷον χρὴ τὸν ἀγαθὸν εἶναι· ὥστε οὔτε θεοσεβεῖς δύνανται εἶναι οὔτε σοφοί· τῷ δὲ ἀπαιδεύτῳ χρώμενοι πολλὰ ἐπιτιμῶσι τοῖς πεπαιδευμένοις.
Διὰ μὲν οὖν τούτων οὐδὲν ἂν καλῶς ἔχοι· διὰ δὲ τῶν πονούντων ἅπασαι αἱ ὠφέλειαι τοῖς ἀνθρώποις ηὕρηνται· ἀμείνους οὖν οἱ θέλοντες πονεῖν. Καὶ τοῦτο ἐπιδέδεικται μεγάλῳ παραδείγματι· τῶν γὰρ παλαιοτέρων οἱ παρὰ Χείρωνι ὧν ἐπεμνήσθην νέοι ὄντες ἀρξάμενοι ἀπὸ τῶν κυνηγεσίων πολλὰ καὶ καλὰ ἔμαθον· ἐξ ὧν ἐγένετο αὐτοῖς μεγάλη ἀρετή͵ δι΄ ἣν καὶ νῦν θαυμάζονται· ἧς ὅτι μὲν ἐρῶσιν ἅπαντες εὔδηλον͵ ὅτι δὲ διὰ πόνων ἔστι τυχεῖν αὐτῆς͵ οἱ πολλοὶ ἀφίστανται. Τὸ μὲν γὰρ κατεργάσασθαι αὐτὴν ἄδηλον͵ οἱ δὲ πόνοι οἱ ἐν αὐτῇ ἐνόντες φανεροί.
ἴσως μὲν οὖν͵ εἰ ἦν τὸ σῶμα αὐτῆς δῆλον͵ ἧττον ἂν ἠμέλουν οἱ ἄνθρωποι ἀρετῆς͵ εἰδότες ὅτι ὥσπερ αὐτοῖς ἐκείνη ἐμφανής ἐστιν͵ οὕτω καὶ αὐτοὶ ὑπ΄ ἐκείνης ὁρῶνται. ὅταν μὲν γάρ τις ὁρᾶται ὑπὸ τοῦ ἐρωμένου͵ ἅπας ἑαυτοῦ ἐστι βελτίων καὶ οὔτε λέγει οὔτε ποιεῖ αἰσχρὰ οὐδὲ κακά͵ ἵνα μὴ ὀφθῇ ὑπ΄ ἐκείνου. Ύπὸ δὲ τῆς ἀρετῆς οὐκ οἰόμενοι ἐπισκοπεῖσθαι πολλὰ κακὰ καὶ αἰσχρὰ ἐναντίον ποιοῦσιν͵ ὅτι αὐτοὶ ἐκείνην οὐχ ὁρῶσιν· ἡ δὲ πανταχοῦ πάρεστι διὰ τὸ εἶναι ἀθάνατος καὶ τιμᾷ τοὺς περὶ αὐτὴν ἀγαθούς͵ τοὺς δὲ κακοὺς ἀτιμάζει. Εἰ οὖν εἰδεῖεν τοῦτο͵ ὅτι θεᾶται αὐτούς͵ ἵειντο ἂν ἐπὶ τοὺς πόνους καὶ τὰς παι δεύσεις αἷς ἁλίσκεται μόλις͵ καὶ κατεργάζοιντο ἂν αὐτήν.
Θαυμάζω δὲ τῶν σοφιστῶν καλουμένων ὅτι φασὶ μὲν ἐπ΄ ἀρετὴν ἄγειν οἱ πολλοὶ τοὺς νέους͵ ἄγουσι δ΄ ἐπὶ τοὐναντίον· οὔτε γὰρ [ἂν] ἄνδρα που ἑωράκαμεν ὅντιν΄ οἱ νῦν σοφισταὶ ἀγαθὸν ἐποίησαν͵ οὔτε γράμματα παρέχονται ἐξ ὧν χρὴ ἀγαθοὺς γίγνεσθαι͵ ἀλλὰ περὶ μὲν τῶν ματαίων πολλὰ αὐτοῖς γέγραπται͵ ἀφ΄ ὧν τοῖς νέοις αἱ μὲν ἡδοναὶ κεναί͵ ἀρετὴ δ΄ οὐκ ἔνι· διατρίβειν δ΄ ἄλλως παρέχει τοῖς ἐλπίσασί τι ἐξ αὐτῶν μαθήσεσθαι [μάτην] καὶ ἑτέρων κωλύει χρησίμων καὶ διδάσκει κακά.
Μέμφομαι οὖν αὐτοῖς τὰ μὲν μεγάλα μειζόνως· περὶ δὲ ὧν γράφουσιν͵ ὅτι τὰ μὲν ῥήματα αὐτοῖς ἐζήτηται͵ γνῶμαι δὲ ὀρθῶς ἔχουσαι͵ αἷς ἂν παιδεύοιντο οἱ νεώτεροι ἐπ΄ ἀρετήν͵ οὐδαμοῦ. 'Εγὼ δὲ ἰδιώτης μέν εἰμι͵ οἶδα δὲ ὅτι κράτιστον μέν ἐστι παρὰ τῆς αὑτοῦ φύσεως τὸ ἀγαθὸν διδάσκεσθαι͵ δεύτερον δὲ παρὰ τῶν ἀληθῶς ἀγαθόν τι ἐπισταμένων μᾶλλον ἢ ὑπὸ τῶν ἐξαπατᾶν τέχνην ἐχόντων. ἴσως οὖν τοῖς μὲν ὀνόμασιν οὐ σεσο φισμένως λέγω· οὐδὲ γὰρ ζητῶ τοῦτο· ὧν δὲ δέονται εἰς ἀρετὴν οἱ καλῶς πεπαιδευμένοι ὀρθῶς ἐγνωσμένα ζητῶ λέγειν· ὀνόματα μὲν γὰρ οὐκ ἂν παιδεύσειε͵ γνῶμαι δέ͵ εἰ καλῶς ἔχοιεν. Ψέγουσι δὲ καὶ ἄλλοι πολλοὶ τοὺς νῦν σοφιστὰς καὶ οὐ [τοὺς] φιλοσόφους͵ ὅτι ἐν τοῖς ὀνόμασι σοφί ζονται͵ οὐκ ἐν τοῖς νοήμασιν. Οὐ λανθάνει δέ με ὅτι τὰ μὴ καλῶς καὶ ἑξῆς γεγραμμένα φήσει τις ἴσως τῶν τοιούτων οὐ καλῶς οὐδ΄ ἑξῆς γεγράφθαι· ῥᾴδιον γὰρ ἔσται αὐτοῖς τὸ ταχὺ μὴ ὀρθῶς μέμψασθαι· καίτοι γέγραπταί γε οὕτως͵ ἵνα ὀρθῶς ἔχῃ͵ καὶ μὴ σοφιστικοὺς ποιῇ ἀλλὰ σοφοὺς καὶ ἀγαθούς· οὐ γὰρ δοκεῖν αὐτὰ βούλομαι μᾶλλον ἢ εἶναι χρήσιμα͵ ἵνα ἀνεξέλεγκτα ᾖ εἰς ἀεί. Οἱ σοφισταὶ δ΄ ἐπὶ τῷ ἐξαπατᾶν λέγουσι καὶ γράφουσιν ἐπὶ τῷ ἑαυτῶν κέρδει͵ καὶ οὐδένα οὐδὲν ὠφελοῦσιν· οὐδὲ γὰρ σοφὸς αὐτῶν ἐγένετο οὐδεὶς οὐδ΄ ἔστιν͵ ἀλλὰ καὶ ἀρκεῖ ἑκάστῳ σοφιστὴν κληθῆναι͵ ὅ ἐστιν ὄνειδος παρά γε εὖ φρονοῦσι. τὰ μὲν οὖν τῶν σοφιστῶν παραγγέλματα παραινῶ φυλάττεσθαι͵ τὰ δὲ τῶν φιλοσόφων ἐνθυμήματα μὴ ἀτιμάζειν· οἱ μὲν γὰρ σοφισταὶ πλουσίους καὶ νέους θηρῶνται͵ οἱ δὲ φιλόσοφοι πᾶσι κοινοὶ καὶ φίλοι· τύχας δὲ ἀνδρῶν οὔτε τιμῶσιν οὔτε ἀτιμάζουσι.
Μὴ ζηλοῦν δὲ μηδὲ τοὺς ἐπὶ τὰς πλεονεξίας εἰκῇ ἰόντας͵ μήτ΄ ἐπὶ τὰς ἰδίας μήτ΄ ἐπὶ τὰς δημοσίας͵ ἐνθυμηθέντα ὅτι οἱ μὲν ἄριστοι αὐτῶν γιγνώσκονται μὲν ἐπὶ τὰ βελτίω ἐπίπονοι δέ εἰσιν͵ οἱ δὲ κακοὶ πάσχουσί τε κακῶς καὶ γιγνώσκονται ἐπὶ τὰ χείρω. τάς τε γὰρ τῶν ἰδιωτῶν οὐσίας ἀφαιρούμενοι καὶ τὰ τῆς πόλεως εἰς τὰς κοινὰς σωτηρίας ἀνωφελέστεροί εἰσι τῶν ἰδιωτῶν͵ τά τε σώματα πρὸς τὸν πόλεμον κάκιστα καὶ αἴσχιστα ἔχουσι πονεῖν οὐ δυνάμενοι. Οἱ δὲ κυνηγέται εἰς τὸ κοινὸν τοῖς πολίταις καὶ τὰ σώματα καὶ τὰ κτήματα καλῶς ἔχοντα παρέχουσιν. ἔρχονται δὲ οἱ μὲν ἐπὶ τὰ θηρία͵ οἱ δ΄ ἐπὶ τοὺς φίλους. Εἶθ΄ οἱ μὲν ἐπὶ τοὺς φίλους ἰόντες δύσκλειαν ἔχουσι παρὰ πᾶσιν͵ οἱ δὲ κυνηγέται ἐπὶ τὰ θηρία ἰόντες εὔκλειαν· ἑλόντες μὲν γὰρ πολέμια νικῶσι͵ μὴ ἑλόντες δὲ πρῶτον μὲν ὅτι πάσης τῆς πόλεως ἐχθροῖς ἐπιχειροῦσιν ἔπαινον ἔχουσιν͵ ἔπειτα ὅτι οὔτ΄ ἐπ΄ ἀνδρὸς βλάβῃ οὔτε φιλοκερδείᾳ ἔρχονται. ἔπειτα ἐξ αὐτοῦ τοῦ ἐπιχειρήματος βελτίους γίγνονται πρὸς πολλὰ καὶ σοφώτεροι δι΄ οὗ διδάξομεν. Έὰν γὰρ μὴ πόνοις καὶ ἐνθυμήμασι καὶ ἐπιμελείαις πολλαῖς ὑπερβάλλωνται͵ οὐκ ἂν ἕλοιεν ἄγρας. Τὰ γὰρ ἀντίπαλα αὐτῶν ὑπὲρ τῆς ψυχῆς ἀγωνιζόμενα καὶ ἐν τῇ αὑτῶν οἰκήσει ἐν ἰσχύι πολλῇ ἐστιν· ὥστε τῷ κυνηγέτῃ μάτην οἱ πόνοι γίγνονται͵ ἐὰν μὴ μείζονι φιλοπονίᾳ καὶ πολλῇ συνέσει κρατήσῃ αὐτῶν. Οἱ μὲν οὖν κατὰ πόλιν βουλόμενοι πλεονεκτεῖν μελετῶσι νικᾶν φίλους͵ οἱ δὲ κυνηγέται κοινοὺς ἐχθρούς· καὶ τοὺς μὲν ἡ μελέτη αὕτη ποιεῖ πρὸς τοὺς ἄλλους πολεμίους ἀμείνους͵ τοὺς δὲ πολὺ χείρους· καὶ τοῖς μὲν ἡ ἄγρα μετὰ σωφροσύνης͵ τοῖς δὲ μετὰ αἰσχροῦ θράσους. Κακοηθείας δὲ καὶ αἰσχροκερδείας οἱ μὲν δύνανται καταφρονεῖν͵ οἱ δ΄ οὐ δύνανται· φωνὴν δὲ οἱ μὲν εὐεπῆ ἱᾶσιν͵ οἱ δ΄ αἰσχράν· πρὸς δὲ τὰ θεῖα τοῖς μὲν οὐδὲν ἐμποδὼν ἀσεβεῖν͵ οἱ δ΄ εὐσεβέστατοι. λόγοι γὰρ παλαιοὶ κατέχουσιν ὡς καὶ θεοὶ τούτῳ τῷ ἔργῳ χαίρουσι καὶ πράττοντες καὶ ὁρῶντες· ὥστε ὑπάρχειν ἐνθυμουμένους τούτων θεοφιλεῖς τ΄ εἶναι καὶ εὐσεβεῖς τοὺς νέους τοὺς ποιοῦντας ἃ ἐγὼ παραινῶ͵ οἰομένους ὑπὸ θεῶν του ὁρᾶσθαι ταῦτα. οὗτοι δ΄ ἂν εἶεν καὶ τοκεῦσιν ἀγαθοὶ καὶ πάσῃ τῇ ἑαυτῶν πόλει καὶ ἑνὶ ἑκάστῳ τῶν φίλων καὶ πολιτῶν.

Οὐ μόνον δὲ ὅσοι ἄνδρες κυνηγεσίων ἠράσθησαν ἐγένοντο ἀγαθοί͵ ἀλλὰ καὶ αἱ γυναῖκες αἷς ἔδωκεν ἡ θεὸς ταῦτα [Ἄρτεμις]͵ Ἀταλάντη καὶ Πρόκρις καὶ ἥτις ἄλλη.

Υ.Γ.: Θα βλέπετε, μερικές φορές, επεξεργασίες των αναρτήσεων, επειδή στην πληκτρόλόγηση "κολλάω" δύο ξεχωριστές λέξεις.
Όταν το βλέπω μετά την ανάρτηση, το διορθώνω. Σας ευχαριστώ για την υπομονή σας
:D

_________________
Aquila non capit muscas


Τελευταία επεξεργασία από Ιππολύτη και Τρί Αύγ 24, 2010 12:26 am, έχει επεξεργασθεί 1 φορά/ες συνολικά

Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Δευτ Αύγ 23, 2010 9:53 am 
Άβαταρ μέλους

Εγγραφή: Σάβ Δεκ 05, 2009 10:56 am
Δημοσιεύσεις: 176
Εξαιρετικό :D

_________________
Είμαι κυνηγός όπως ο πατέρας μου όπως ο παππούς μου !


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Δευτ Αύγ 23, 2010 1:07 pm 
Άβαταρ μέλους

Εγγραφή: Πέμ Οκτ 11, 2007 6:07 pm
Δημοσιεύσεις: 615
Τοποθεσία: ΚΟΖΑΝΗ
Μπραβο Ιππολύτη απίστευτο!!!!!!!!!!!111


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Δευτ Αύγ 23, 2010 9:01 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Εικόνα


Ο Φλάβιος Αρριανός (90 - 175 μ.Χ.), από τη Νικομήδεια της Βιθυνίας,
με φιλοσοφική παιδεία στην Αθήνα και στη Νικόπολη της Ηπείρου
(υπήρξε μαθητής του στωικού Επίκτητου),
με στρατιωτική και πολιτική δράση (διατέλεσε άρχων, ύπατος, ανθύπατος, τοπάρχης Καππαδοκίας),
ήταν οικείος και φίλος του μεγάλου φιλέλληνα Αδριανού (117-138 μ.Χ.).
Τιμήθηκε στην Αθήνα ως «υπατικός φιλόσοφος» και πρύτανης της Πανδιονίδος φυλής και απέκτησε τα δικαιώματα του Ρωμαίου πολίτη.
Υπήρξε συγγραφέας πολυγραφότατος.
Ο Κυνηγετικός του συμπληρώνει τον ομώνυμο του Ξενοφώντα.


ΑΡΡΙΑΝΟΥ "ΚΥΝΗΓΕΤΙΚΟΣ"


Ξενοφῶντι τῷ Γρύλλου λέλεκται ὅσα ἀγαθὰ ἀνθρώποις ἀπὸ κυνηγεσίων γίγνεται͵
καὶ οἱ παιδευθέντες ὑπὸ Χείρωνι τὴν παίδευσιν ταύτην ὅπως θεοφιλεῖς τε ἦσαν καὶ ἔντιμοι ἀνὰ τὴν Ἑλλάδα͵
λέλεκται δὲ καὶ καθ΄ ὅ τι ἔοικεν τῇ πολεμικῇ ἐπιστήμῃ ἡ κυνηγετική͵ καὶ ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον͵
καὶ τὸ εἶδος καὶ τὴν γνώμην ποῖόν τινα· καὶ περὶ ἀρκύων δὲ καὶ δικτύων καὶ ἐνοδίων ὁποῖα χρὴ παρασκευάσασθαι͵
καὶ πάγας ὅπως ἱστάναι τοῖς θηρίοις ὅσα πάγῃ ἁλωτά.
Καὶ περὶ λαγωῶν δὲ λέλεκται͵ ἥτις ἡ φύσις αὐτῶν͵ καὶ ὅπως νέμονται καὶ ὅπου εὐνάζονται͵ καὶ ὅπως χρὴ μαστεύειν αὐτούς·
καὶ περὶ κυνῶν͵ ὅσαι ἰχνεύειν σοφαὶ καὶ ὅσαι πονηραί͵ καὶ ὅπως ἀπό τε τοῦ εἴδους καὶ τῶν ἔργων τεκμαίρεσθαι χρὴ ἑκατέρας.
ἔστιν δὲ ἃ καὶ περὶ συῶν θήρας λέλεκται καὶ ἐλάφων καὶ ἄρκτων καὶ λεόντων͵ ὅπως σοφίᾳ καὶ δόλῳ ἁλωτά.
ὅσα δὲ ἐλλείπειν μοι δοκεῖ ἐν τῷ λόγῳ͵ οὐχὶ ἀμελείᾳ ἀλλ΄ ἀγνοίᾳ τοῦ γένους τῶν κυνῶν τοῦ Κελτικοῦ καὶ τοῦ γένους τῶν ἵππων τοῦ Σκυθικοῦ τε καὶ Λιβυκοῦ͵
ταῦτα λέξω͵ ὁμώνυμός τε ὢν αὐτῷ καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς͵ κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν·
ἐπεὶ καὶ αὐτὸς ἐκεῖνος͵ ἃ Σίμωνι περὶ ἱππικῆς ἐνδεῶς λελεγμένα ἦν͵ ᾠήθη δεῖν ἀναγράψαι͵ οὐχὶ ἔριδι τῇ πρὸς Σίμωνα͵ ἀλλ΄ ὅτι ὠφέλιμα ἐς ἀνθρώπους ἐγίγνωσκεν. ὅτι μὲν δὴ οὐκ ἠπίστατο τὸ γένος τῶν κυνῶν τὸ Κελτικόν͵ δοκῶ ἔγωγε ὡς οὐδὲ τεκμηρίων δεῖ πρὸς αὐτό· ἄγνωστα γὰρ ἦν τὰ ἔθνη τῆς Εὐρώπης ὅσα ταύτῃ ᾤκισται͵ ὅτι μὴ τῆς Ἰταλίας ὅσα Ἕλληνες κατέσχον͵ ἢ ὅσοις κατ΄ ἐμπορίαν διὰ θαλάσσης ἐπεμίγνυον. ὡς δὲ οὐδὲ ἄλλο γένος κυνῶν ἐγίγνωσκεν͵ ὃ ἂν κατὰ ὠκύτητα ἔοικεν τῷ Κελτικῷ͵ τεκμαίρεσθαι ὑπάρχει ἀπὸ τῶνδε.
Λέγει γὰρ ὡς ὅσοι ἁλίσκονται λαγωοὶ ὑπὸ κυνῶν͵ παρὰ φύσιν σώματος ἁλίσκονται ἢ τύχῃ χρησάμενοι. Εἰ δέ γε ἠπίστατο τὰς κύνας τὰς Κελτικάς͵ ταὐτὸν τοῦτο δοκεῖ ἄν μοι ἀποφήνασθαι περὶ τῶν κυνῶν͵ ὡς ὁπόσους λαγωοὺς οὐχ αἱροῦσιν κύνες κατὰ πόδας͵ παρὰ φύσιν σώματος οὐχ αἱροῦσιν ἢ τύχῃ χρησάμεναι.
ὡς ὅσαι γε ἀγαθαὶ τὸ σῶμα καὶ τὸν θυμὸν γενναῖαι͵ ταύτας δὲ οὐκ ἄνποτε διαφύγοι λαγώς͵ εἰ μή τις δυσχωρία ἐμποδὼν γένοιτο͵ ἢ ὕλη ἀποκρύψασα͵ ἢ κατάδυσις τῆς γῆς κοίλη καὶ βαθεῖα ἀφελομένη τοῦ κινδύνου͵ ἢ τάφρος διαδραμεῖν ἐν τῷ ἀφανεῖ παρασχοῦσα. ἐνθένδε͵ οἶμαι͵ ὅπως μὲν ἐπὶ τὰς ἄρκυς χρὴ ἐπελαύνειν τὸν λαγὼν ἐπεξέρχεται τῷ λόγῳ͵ καὶ εἰ παραδράμοι τὰς ἄρκυς͵ ὅπως χρὴ μεταθεῖν αὐτὸν καὶ ἀνευρίσκειν κατὰ τὸ ἴχνος͵ ἔστε ἁλῶναι ἀπαγορεύσαντα ὑπὸ καμάτου. ὅτι δὲ οὐδὲν οὔτε ἀρκύων δεῖ τῷ κύνας ἀγαθὰς κεκτημένῳ οὔτε τοῦ μαστεύειν διαφυγόντα͵ οὐδαμοῦ τοῦτο ἐδήλωσεν͵ ἀλλὰ τὴν θήραν ταύτην μόνην ἐξηγεῖται͵ ἣν Κᾶρες τε καὶ Κρῆτες θηρῶσιν.
Θηρῶσιν δὲ [καὶ] Κελτοὶ ἀφαιροῦντες ἄρκυς͵ ὅσοι οὐκ ἀπὸ κυνηγεσίων βιοτεύουσιν ἀλλ΄ αὐτοῦ τοῦ ἐν θήρᾳ καλοῦ ἕνεκα· ἔστιν γὰρ καὶ ταύτῃ κυνῶν γένος ἰχνεῦσαι μὲν οὐ μεῖον σοφὸν ἢ τὸ Καρικὸν καὶ Κρητικόν͵ τὴν δὲ ἰδέαν ἀνιαρὸν καὶ θηριῶδες. Καὶ αὗται ἰχνεύουσιν ξὺν κλαγγῇ καὶ ὑλαγμῷ͵ ὁπόσα αἱ Καρικαὶ ἐπικλάζουσαι. ἀλλ΄ αὗταί γε ἔτι μᾶλλον ἔκφρονες γίγνονται͵ ἐπειδὰν αἴσθωνται ἴχνους· καὶ ἔστιν ὅτε καὶ ἐπὶ ἑώλοις ὑπερλαμπρύνονται. ὥστε ἐμεμψάμην ἔγωγε αὐτῶν τὸ πολὺ τῆς κλαγγῆς καὶ τὸ ὅμοιον ἐπὶ παντὶ ἴχνει καὶ τῷ δρομαίῳ οὐ μεῖον ἢ τῷ εὐναίῳ. Μεταθεῖν δὲ καὶ ἀνευρίσκειν τὸν ὑποκινήσαντα οὔτε τῶν Καρικῶν φαυλότεραί εἰσιν οὔτε τῶν Κρητικῶν͵ ὅτι μὴ κατὰ τὴν ὠκύτητα. ἀγαπητὸν γοῦν εἰ καὶ ἕνα λαγὼν χειμῶνος ὥρᾳ κατακαίνοιεν· τοσαύτην διατριβὴν ἐς τὸ ἀναπαύεσθαι αὐτῷ παρέχουσιν͵ εἰ μή τι ἄρα ὑπὸ θορύβου τῶν κυνῶν ἁλοίη ἔκφρων γενόμενος.
Καλοῦνται δὲ Σεγούσιαι αἵδε αἱ κύνες͵ ἀπὸ ἔθνους Κελτικοῦ τὴν ἐπωνυμίαν ἔχουσαι͵ οὗ πρῶτον͵ ὥς γέ μοι δοκεῖ͵ ἔφυσάν τε καὶ εὐδοκίμησαν. ἀλλ΄ ὑπὲρ μὲν τούτων͵ ὅσα ἄν τις τῷ λόγῳ ἐπεξέλθοι͵ λελεγμένα ἐρεῖ πρὸς Ξενοφῶντος τοῦ πάλαι· οὐδὲν γὰρ ἴδιον οὐδὲ διάφορον ἐν τῷ μαστεύειεν ἢ μεταθεῖν ἐπιδεικνύουσιν͵ πλήν γε δὴ εἴ τις ἐθέλοι περὶ τῆς ἰδέας αὐτῶν λέγειν͵ ὡς ἔμοιγε οὐ δοκεῖ ἄξιον ὅτι μὴ αὐτὸ τοῦτο εἰπεῖν μόνον͵ ὥς εἰσιν δασεῖαι καὶ πονηραὶ ἰδεῖν͵ καὶ ὅσαι γενναιόταται αὐτῶν͵ αὗται αἱ πονηρόταται͵ ὥστε εὐδοκιμεῖ ἐν Κελτοῖς ὁ ἀπεικάσας αὐτὰς τοῖς ἀνὰ τὰς ὁδοὺς πτωχεύουσιν.
Καὶ γὰρ φωνὴ αὐταῖς γοερά τε καὶ ἐλεεινή ἐστιν͵ καὶ οὐχ ὡς θυμούμεναι ἄρα πρὸς τὸ θηρίον ἐπικλάζουσιν ἐν τῇ ἰχνείᾳ͵ ἀλλὰ ὡς οἰκτιζόμεναι καὶ λιπαροῦσαι.
Περὶ μὲν δὴ τούτων οὐκ ἄν τις ἀναγράψαι μοι δοκεῖ ὅ τι καὶ λόγου ἄξιον. Αἱ δὲ ποδώκεις κύνες αἱ Κελτικαὶ καλοῦνται μὲν οὐέρτραγοι φωνῇ τῇ Κελτῶν͵ οὐκ ἀπὸ ἔθνους οὐδενός͵ καθάπερ αἱ Κρητικαὶ ἢ Καρικαὶ ἢ Λάκαιναι͵ ἀλλὰ ὡς τῶν Κρητικῶν αἱ διάπονοι ἀπὸ τοῦ φιλοπονεῖν καὶ αἱ ἰταμαὶ ἀπὸ τοῦ ὀξέος καὶ αἱ μικταὶ ἀπ΄ ἀμφοῖν͵ οὕτω δὲ καὶ αὗται ἀπὸ τῆς ὠκύτητος. Τὴν δὲ ἰδέαν καλόν τι χρῆμά εἰσιν κατά τε τοὺς ὀφθαλμοὺς αἱ γενναιόταται αὐτῶν καὶ κατὰ τὸ σῶμα ἅπαν καὶ τὴν τρίχα καὶ τὴν χρόαν· οὕτω ταῖς τε ποικίλαις ἐπανθεῖ τὸ ποικίλον͵ καὶ ὅσαις ἁπλῆ ἡ χρόα ἐστίν͵ ἀποστίλβει καὶ αὕτη͵ καὶ ἔστιν ἥδιστον θέαμα ἀνδρὶ θηρευτικῷ.
Λέξω δὲ καὶ αὐτός͵ ἀφ΄ οἵων τινῶν χρὴ τεκμαίρεσθαι τὰς ὠκείας τε καὶ γενναίας͵ καὶ τίσιν αὖ προσέχων τις τὸν νοῦν τὰς ἀγεννεῖς τε καὶ βραδείας ἀποκρίνοι αὐτῶν. Πρῶτα μὲν δὴ μακραὶ ἔστωσαν ἀπὸ κεφαλῆς ἐπ΄ οὐράν· ἓν γὰρ οὐδὲν οὕτω τεκμήριον ἐς ὠκύτητά τε καὶ γενναιότητα εὕροις ἂν ἐπιλεγόμενος ταὐτὸν ἐπὶ πάσῃ ἰδέᾳ κυνός͵ ὡς τὸ μῆκος͵ καὶ τοὐναντίον τὴν βραχύτητα ἐς τὸ βραδὺ καὶ ἀγεννές. ὥστε ἤδη ἔγωγε εἶδον πολλὰ ἄλλα κακὰ ἐχούσας κύνας͵ ὅτι δὲ μακραὶ ἐτύγχανον͵ ὠκεῖαι ἦσαν καὶ θυμοειδεῖς. καὶ μὴν καὶ αἱ μείζονες εἰ τὰ ἄλλα ὅμοιαι τύχοιεν͵ κατ΄ αὐτὸ τὸ μέγεθος εὐφυέστεραι τῶν σμικρῶν. Φαῦλαι δὲ τῶν μεγάλων͵ ὅσαι τὰ μέλη ἀπαγεῖς καὶ ἀξύμμετροι· ὥστε φαυλότεραι ἂν εἶεν οὕτω γε ἔχουσαι τῶν σμικρῶν͵ εἰ τὰ ἄλλα κακὰ ἴσα προσείη αὐταῖς. ἐχέτωσαν δὲ τὰς κεφαλὰς ἐλαφρὰς καὶ ἀρθρώδεις· εἰ δὲ γρυπαὶ ἢ σιμαὶ εἶεν͵ οὐ παρὰ μέγα διοίσει τοῦτο· οὐδ΄ εἰ τὰ ὑπὸ τοῖς μετώποις ἰνώδη ἔχοιεν͵ οὐδὲ τοῦτο ἐν μεγάλῳ ποιητέον͵ ἀλλ΄ αἱ βαρυκέφαλοι μόναι πονηραί͵ καὶ ὅσαις παχέα τὰ ῥύγχη καὶ μὴ ἐς ὀξὺ ἀλλὰ ἀθρόως ἀπολήγοντα. [καὶ αὗται οὖν εὐκέφαλοι.]
Τὰ δὲ ὄμματα ἔστω μεγάλα μετέωρα καθαρὰ λαμπρά͵ ἐκπλήττοντα τὸν θεώμενον. Καὶ κράτιστα μὲν τὰ πυρωπὰ καὶ ὑπεραστράπτοντα͵ οἷα πορδάλεων ἢ λεόντων ἢ λυγκῶν· δεύτερα ἐπὶ τούτοις τὰ μέλανα͵ εἰ τύχοι ἀναπεπταμένα τε καὶ γοργὰ ἰδεῖν· τρίτα δὲ τὰ χαροπά· οὐδὲ γὰρ οὐδὲ τὰ χαροπὰ φαῦλά ἐστιν͵ οὐδὲ φαύλων κυνῶν ξύμβολα͵ εἰ καὶ ταῦτα τύχοι καθαρὰ καὶ γοργὰ ἰδεῖν. ἐπεί τοι ἀνέθρεψα ἐγὼ κύνα χαροπὴν οἵαν χαροπωτάτην͵ καὶ αὕτη ὠκεῖά τε ἦν καὶ φιλόπονος καὶ εὔψυχος καὶ εὔπους͵ ὥστε καὶ τέτταρσιν ἤδη ποτὲ λαγωοῖς ἐφ΄ ἡλικίας ἀντήρκεσεν. Καὶ τὰ ἄλλα δὲ πραοτάτη τέ ἐστιν (ἔτι γάρ μοι ἦν͵ ὁπότε ταῦτα ἔγραφον) καὶ φιλανθρωποτάτη͵ καὶ οὔπω πρόσθεν ἄλλη κύων ὡς αὐτὴ οὔτε ἐμὲ ἐπόθησεν οὔτε τὸν ἑταῖρον τὸν ἐμὸν καὶ σύνθηρον τὸν Μέγιλλον. ἐπειδὴ γὰρ τοῦ δρόμου ἀπεπαύσατο͵ οὐκ ἔτι ἡμῶν ἢ θατέρου γε ἀπαλλάττεται. ἀλλὰ εἰ μὲν ἐγὼ ἔνδον εἴην͵ ἅμα ἐμοὶ διατρίβει͵ καὶ προϊόντα μοι παραπέμπει͵ καὶ ἐπὶ γυμνάσιον ἰόντι ἐφομαρτεῖ͵ καὶ γυμναζομένῳ παρακάθηται͵ καὶ ἐπανιόντος πρόεισιν͵ θαμινὰ ἐπιστρεφομένη͵ ὡς καταμανθάνειν μή πη ἄρα ἐξετράπην τῆς ὁδοῦ· ἰδοῦσα δὲ καὶ ἐπιμειδιάσασα αὖθις αὖ πρόεισιν.
Εἰ δὲ ἐπί τι ἔργον πολιτικὸν ἴοιμι͵ ἣ δὲ τῷ ἑταίρῳ τῷ ἐμῷ ξύνεστιν͵ καὶ πρὸς ἐκεῖνον τὰ αὐτὰ ταῦτα δρᾷ. ὁπότερος δὲ ἡμῶν κάμνοι τὸ σῶμα͵ ἐκείνου αὖ οὐκ ἀπαλλάσσεται. Εἰ δὲ καὶ δι΄ ὀλίγου χρόνου ἴδοι͵ ἐπιπηδᾷ ἀτρέμα͵ ὥσπερ ἀσπαζομένη͵ καὶ τῷ ἀσπασμῷ ἐπιφθέγγεται͵ οἷα φιλοφρονουμένη. Καὶ δειπνοῦντι ξυνοῦσα ἐφάπτεται ἄλλοτε ἄλλῳ τοῖν ποδοῖν͵ ὑπομιμνήσκουσα ὅτι καὶ αὐτῇ ἄρα μεταδοτέον εἴη τῶν σιτίων. Καὶ μὴν πολύφθογγός ἐστιν͵ ὡς οὔπω ἐγὼ ἰδεῖν μοι δοκῶ ἄλλην κύνα· καὶ ὅσων δεῖται τῇ φωνῇ σημαίνει. Καὶ ὅτι σκυλακευομένη μάστιγι ἐκολάζετο͵ εἴ τις εἰς τοῦτο ἔτι μάστιγα ὀνομάσειεν͵ πρόσεισιν τῷ ὀνομάσαντι͵ καὶ ὑποπτήξασα λιπαρεῖ͵ καὶ τὸ στόμα ἐφαρμόζει τῷ στόματι ὡς φιλοῦσα͵ καὶ ἐπιπηδήσασα ἐκκρέμαται τοῦ αὐχένος͵ καὶ οὐ πρόσθεν ἀνίησιν πρὶν τῆς ἀπειλῆς ἀποπαῦσαι τὸν θυμούμενον. ὥστε οὐκ ἂν ὀκνῆσαί μοι δοκῶ καὶ τὸ ὄνομα ἀναγράψαι τῆς κυνός͵ ὡς καὶ ἐς ὕστερον ἀπολελεῖφθαι αὐτῆς͵ ὅτι ἦν ἄρα Ξενοφῶντι τῷ Ἀθηναίῳ κύων͵ Ὁρμὴ ὄνομα͵ ὠκυτάτη τε καὶ σοφωτάτη καὶ ἱερωτάτη.
ὦτα δὲ μεγάλα ἔστω ταῖς κυσὶν καὶ μαλθακά͵ ὥστε ὑπὸ μεγέθους καὶ μαλακότητος ἐπικεκλασμένα φαίνοιτο· οὕτως ἂν εἴη κράτιστα. οὐ μέντοι ἀλλὰ καὶ εἰ ὀρθὰ εἴη͵ οὐ πονηρόν͵ εἰ μὴ σμικρά τε εἴη καὶ σκληρά. Τράχηλος δὲ μακρός τε ἔστω καὶ περιφερὴς καὶ ὑγρός· ὥστε εἰ ἀντιτείνοις ἀπὸ τῶν δεραίων τὰς κύνας ἐς τοὐπίσω͵ ἐπικλᾶσθαι δοκεῖν τὸν τράχηλον δι΄ ὑγρότητα καὶ μαλακότητα. Στήθη δὲ πλατέα ἀμείνω τῶν στενῶν͵ καὶ τὰς ὠμοπλάτας διεστώσας ἐχέτωσαν καὶ μὴ ξυμπεπηγυίας ἀλλ΄ ὡς οἷόν τε λελυμένας ἀπ΄ ἀλλήλων. Σκέλη στρογγύλα ὀρθὰ εὐπαγῆ͵ πλευρὰς γενναίας͵ ὀσφὺν πλατεῖαν ἰσχυράν͵ μὴ σαρκώδη ἀλλὰ νεύροις πεπηγυῖαν. Λαγόνας ἀνειμένας͵ ἰσχία μὴ συνδεδεμένα͵ κενεῶνας λαγαρούς. Οὐρὰς λεπτὰς μακράς͵ δασείας τὴν τρίχα͵ ὑγρὰς εὐκαμπεῖς͵ τὸ ἄκρον τῆς οὐρᾶς δασύτερον. ὑποκώλια μακρὰ εὐπαγῆ.
Σκέλη δὲ εἰ μὲν τὰ ὀπίσθια ἔχοι μείζω τῶν ἔμπροσθεν͵ τὰ ὄρθια ἂν μεταθέοι ἄμεινον· εἰ δὲ τὰ ἔμπροσθεν τῶν ὀπισθίων͵ τὰ κατάντη· εἰ δ΄ ἴσα εἴη ἄμφω͵ τὰ πεδία. ἐπεὶ δὲ χαλεπώτερον ἐν ὀρθίῳ μὴ ἡττηθῆναι λαγώ͵ ὅτι καὶ ὁ λαγὼς τὰ ὄρθια θεῖ ἄμεινον͵ ἐκεῖναι δοκοῦσιν γενναιότεραι αἱ κύνες͵ ὅσαι τὰ ὄπισθεν μείζονα ἔχουσιν τῶν ἔμπροσθεν· πόδες δὲ οἱ περιφερεῖς καὶ στερροὶ κράτιστοι. Τὰ δὲ χρώματα οὐδὲν διοίσει ὁποῖα ἂν ἔχωσιν͵ οὐδ΄ εἰ παντελῶς εἶεν μέλαιναι ἢ πυρραὶ ἢ λευκαί·
καὶ οὐδὲ τὸ ἁπλοῦν χρὴ ὑποπτεύειν τῆς χρόας ὡς θηριῶδες· ἀλλὰ τὰ ὄντα ἔστω στιλπνὰ καὶ καθαρά͵ καὶ ἡ θρίξ͵ εἴτε οὖν τοῦ δασέος γένους εἴτε τοῦ ψιλοῦ τύχοιεν αἱ κύνες͵ λεπτὴ ἔστω καὶ πυκνὴ καὶ μαλθακή.
Κράτιστοι δὲ ἄρρενες μέν͵ ὅσοι μεγάλοι τε καὶ εὐπαγεῖς ὄντες ὑπὸ ὑγρότητος θηλείαις ἐοίκασιν· θήλειαι δέ͵ ὅσαι διὰ τὸ γενναῖον καὶ μυῶδες τοῦ σώματος ἄρρεσιν. Τοῦ μὲν δὴ σώματος ταῦτά τις ἂν δοκεῖ μοι ἐπισκοπῶν ἀποχρῶντα τεκμήρια ποιεῖσθαι εἰς γενναιότητα͵ καὶ τὰ ἐναντία τοῦ ἐναντίου.
Οὐ μείονα δὲ καὶ ἡ γνώμη τῶν κυνῶν ἐς ἑκάτερα τεκμηριοῦσθαι παρέξει τῷ ὡς χρὴ ὁρῶντι. Αὐτίκα ὅσαι σκυθρωπαὶ κύνες πρὸς ἅπαντας͵ οὐ γενναῖαι· εἰ δὲ ἔστιν ἃς εὕροις [ἂν] πρὸς μὲν τοὺς ἀγνῶτας χαλεπάς͵ τῷ δὲ ἀνατρέφοντι προσφιλεῖς͵ [καὶ τοῦτο] ἀγαθὸν μᾶλλον ἢ κακόν.
ἤδη δὲ ἔγνων κύνα͵ ἥτις οἴκοι μὲν κατηφὴς ἦν καὶ οὐδενὶ τῶν πλησιαζόντων ἔχαιρεν͵ ἐπὶ θήραν δὲ ἐξαγομένη ὑπερευφραίνετο καὶ παντὶ τῷ προσελθόντι προσμειδιῶσα καὶ προσσαίνουσα διεδήλου ὅτι ἀνιᾶται οἴκοι μένουσα· καὶ τοῦτο ἀγαθόν. Κράτισται δὲ αἱ φιλανθρωπόταται καὶ ὅσαις οὐκ ἔστιν ξένον ὄψις ἀνθρώπου οὐδενός. ὅσαι δὲ ἀνθρώπους δεδίασιν καὶ ὑπὸ ψόφου ἐκπλήττονται καὶ θορυβώδεις εἰσὶν καὶ ἐπὶ πολλὰ καὶ εἰκῇ κινοῦνται καὶ ταῦτα ἀλογίστων ἐστὶν καὶ οὐκ ἐμφρόνων͵ καθάπερ ἄνθρωποι εἰ δειλοὶ καὶ ἔκφρονες͵ οὕτω δὲ καὶ αἱ κύνες αἱ τοιαῦται οὔποτε ἂν εἶεν γενναῖαι.
Κακαὶ δὲ καὶ ὅσαι λυθεῖσαι τοῦ δεσμοῦ ἐν χωρίῳ οὐκ ἐπανίασιν ἐπὶ τὸν ἄγοντα καλούμεναι͵ ἀλλ΄ ἀποσκιρτῶσιν͵ καὶ ἢν μὲν πράως μετακαλῇς͵ καταφρονοῦσιν͵ ἢν δὲ ξὺν ἀπειλῇ͵ δειμαίνουσαι οὐ προσίασιν. ἀλλὰ χρὴ ἀποσκιρτήσασαν τὴν κύνα καὶ περιδραμοῦσαν ἐπανιέναι ἐπὶ τὸν κυναγωγόν͵ εἰ καὶ μὴ καλοίη αὐτός͵ σημαίνουσαν ὅτι οἵα τε ὑπακούειν͵ εἰ ἤδη ἐθέλοι· ἔτι δὲ εἰ μὴ λαμβάνοιτο͵ πάλιν αὖ ἀποσκιρτάτω͵ καὶ πάλιν ἐπανίτω.
Πεπαιδευμέναι δέ͵ ὅσαι φθεγξαμένου τοῦ κυναγωγοῦ ὑποκατακλίνονται͵ μὴ ὑπὸ δέους͵ ἀλλὰ φιλοφρονούμεναι τὸν τροφέα καὶ τιμῶσαι͵ καθάπερ οἱ προσκυνοῦντες μέγαν βασιλέα. Οὐδὲ τὸ ἵστασθαι δὲ ἐν πεδίῳ λυθεῖσαν κύνα ἀγαθόν͵ εἰ μὴ πρεσβυτέρα τύχοι· ὄκνον γὰρ σημαίνει. Ταῖς δὲ γενναιοτάταις καὶ ἐπισκύνιον πρόσεστιν͵ καὶ σοβαραὶ φαίνονται͵ καὶ τὸ βάδισμα κοῦφον καὶ πυκνὸν καὶ ἁβρόν· καὶ μεταβάλλουσι τὰς πλευράς͵ καὶ τὸν τράχηλον ἀνατείνουσιν͵ καθάπερ οἱ ἵπποι ἐπειδὰν λαμπρύνωσιν.
ἐσθίουσιν δὲ αἳ μὲν λάβρως αἳ δὲ κοσμίως͵ καὶ τὸ κόσμιον γενναιότερον τοῦ ἀκόσμου. ἀγαθαὶ δὲ ὅσαι μὴ κακόσιτοι͵ ἀλλ΄ ἄρτῳ ἢ μάζῃ χαίρουσιν· κράτιστον γὰρ κυνὶ τοῦτο σιτίον͵ καὶ οὐ δέος μὴ ὑπερεμπλησθείη ἀπ΄ αὐτοῦ. ἄμεινον δὲ εἰ καὶ ξηρᾷ τῇ τροφῇ χαίροιεν. Εἰ δὲ καὶ ὕδατι καταβρέχοις καὶ τούτῳ χαίροιεν͵ οὐ κακόν. Καμούσῃ δὲ ἐμβάλλειν ἢ ὕδωρ ἀπὸ κρέως λιπαροῦ͵ ἢ βοὸς ἧπαρ ἐν σποδιᾷ θερμῇ φρύξαντα ἔπειτα τρίψαντα καθάπερ ἄλφιτα ἐπιπάττειν.
Καὶ ταῖς γε σκυλακευομέναις ἀγαθὸν τοῦτο ἐς τὸ πῆξαι τὰ μέλη͵ ἐπειδὰν ἀποπαύσωνται τοῦ γάλακτος. Τὸ γάλα δὲ σκυλακεῦσαι κράτιστον ἐς ἔνατον μῆνα καὶ πορρωτέρω͵ καὶ καμούσῃ δὲ καὶ μαλακιζομένῃ ἀγαθὸν καὶ πῶμα καὶ σιτίον. ἀγαθὸν δὲ καὶ ἡ ἀσιτία καμνούσῃ.
Οὐδὲν δὲ οἷον εὐνὴ μαλθακὴ καὶ ἀλλεεινή. Κρατίστη δὲ ἡ μετ΄ ἀνθρώπου͵ ὅτι καὶ φιλάνθρωποι ἀποτελοῦνται͵ καὶ τῷ χρωτὶ τῷ ἀνθρωπίνῳ χαίρουσιν͵ καὶ φιλοῦσιν οὐ μεῖον τὸν συγκαθεύδοντα ἢ τὸν τρέφοντα.
Κἂν τῶν λυπούντων τὴν κύνα τις αἰσθάνοιτο͵ ὡς διψώσῃ τε ἐν νυκτὶ ἐπικουρῆσαι καὶ ἐπειγομένῃ ὑπό του τῶν ἀναγκαίων· γνοίη δ΄ ἂν καὶ ὅπως ἀνεπαύσατο. εἰ γὰρ ἀγρυπνήσειεν͵ ἐξάγειν ἐπὶ θήραν οὐκ ἀσφαλές͵ οὐδ΄ εἰ ἐπιστάξειεν θαμινὰ ἐν τῷ ὕπνῳ͵ οὐδ΄ εἴ τι ἀπεμέσειεν τῶν σιτίων· ταῦτα δὲ γνοίη ἂν ὁ συναναπαυόμενος.
Κακίστη δὲ κοίτη κυνῶν μετὰ κυνῶν͵ πολὺ πλέον͵ εἰ καὶ ἐπιψαύουσαι ἀλλήλων ἀναπαύοιντο· ὡς ἄνθρωπος μὲν συγκαθεύδων κυνὶ ἀφαιρεῖ τοῦ χρωτὸς τὸ ἀνιαρόν͵ κύνες δὲ ἐν τῷ αὐτῷ ἀναπαυόμεναι ὅτι περπονηρὸν τοῦ χρωτὸς τῷ πλησιάζειν τε καὶ ἐκθερμαίνειν ἐπαύξουσιν· ὥστε ψώρας ἐμπίμπλασθαι τὸ πολύ͵ ὁπότε ἐν ταὐτῷ ἀναπαύοιντο. Δηλοῖ δὲ τὸ αἴτιον καὶ ἡ ὀσμή͵ ἐπειδὰν εἰσέλθῃς οὗ κύνες πολλαὶ ἀναπαύονται· οὕτως χαλεπή τέ ἐστιν καὶ δριμεῖα.
Μέγα δὲ ὄφελος κυνὶ καὶ τρῖψις τοῦ σώματος παντός͵ οὐ μεῖον ἢ ἵππῳ· τά τε γὰρ μέλη πῆξαι καὶ ῥῶσαι ἀγαθή͵ καὶ τὴν τρίχα μαλθακὴν ἐργάζεται καὶ τὴν χρόαν στιλπνήν͵ καὶ τοῦ χρωτὸς ἀποκαθαίρει ὅ τι περ πονηρόν. Τρίβειν δὲ τὰ μὲν νῶτα καὶ τὴν ὀσφὺν τῇ δεξιᾷ͵ ὑποθέντα τὴν ἀριστερὰν τῇ λαγόνι͵ ὡς μὴ ἐπιθλιβομένην ἄνωθεν τὴν κύνα ὀκλάζουσαν κακοπαθεῖν· τὰς δὲ πλευρὰς ἑκατέρᾳ τῇ χειρί͵ καὶ τοὺς γλουτοὺς μέχρις ἄκρων ποδῶν͵ καὶ τὰς ὠμοπλάτας ὡσαύτως. ἐπειδὰν δ΄ ἱκανῶς φαίνωνται ἔχειν͵ ἐπαίρειν τῆς οὐρᾶς λαβόμενον καὶ ἀνατείναντα ἀφιέναι· ἣ δὲ διασείσεταί τε ἀφεθεῖσα καὶ δήλη ἔσται ὅτι ἠγάπησεν τὸ πραχθέν. Δεδέσθαι δὲ κύνα γενναίαν δι΄ ἡμέρας͵ ὥσπερ τι ἄλλο͵ ἀγαθόν· εἰ δὲ μή͵ ἀναγώγους ἀποτελεῖσθαι ἀνάγκη͵ καὶ εἴποτε ἄρα δεσμοῦ δεηθεῖεν͵ ἀσχάλλουσιν καὶ κλαυθμυρίζονται καὶ ἀπεσθίουσιν τοὺς ἱμάντας͵ ὥστε σιδήρου δεῖν ἐπ΄ αὐταῖς͵ καθάπερ ἐπὶ ἀνθρώποις τοῖς κακούργοις.
Καὶ ἐσθίειν δὲ ἀνάγκη λελυμένην κύνα πᾶν τὸ ἐμπεσόν͵ καὶ τὸ ἀκμαῖον τοῦ δρόμου ἀφαιρεῖται αὐτῶν ὁ δι΄ ἡμέρας περίπατος. ἀλλὰ χρὴ τεταγμένα μὲν περιπατεῖν͵ τὸ πολὺ δὲ ἀμπαύεσθαι.
Προάγειν δὲ τὰς κύνας τοὐλάχιστον τετράκις ἐπὶ τῇ ἡμέρᾳ ἐς ὁμαλὸν χωρίον καὶ καθαρόν. ἐνταῦθα ἀφιέναι τοῦ δεσμοῦ͵ τῶν τε ἀναγκαίων ἕνεκα καὶ ἐς τὸ ἀποσκιρτᾶν καὶ διαθεῖν· εἰ δὲ ἀργοῦσαι ἀπὸ θήρας τύχοιεν͵ καὶ πλεονάκις ταὐτὸ τοῦτο δρᾶν καὶ δύο ἐπιλύειν ἐν τῷ αὐτῷ͵ ὥστε ἁμιλλωμένας καὶ παιζούσας ὁμοῦ μὲν εὐφραίνεσθαι ὁμοῦ δὲ γυμνάζεσθαι. Πολλὰς δὲ μὴ λύειν ἐν ταὐτῷ· ἐμπίπτουσαι γὰρ ἀλλήλαις ἔστιν ὅτε μεγάλα κακὰ ἐργάζονται. ἀλλὰ μηδὲ σκληρὰν κύνα καὶ πεπηγυῖαν ἅμα τῇ σκυλακευομένῃ λυέτω· βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι͵ καὶ διώκουσά τε αἱρεῖ καὶ ἀποφεύγουσα ἀπολείπει εὐμαρῶς͵ ὥστε ἀθυμεῖν ἀνάγκη τὸ σκυλάκιον ἐν ἑκατέρῳ μεῖον φερόμενον. ἀλλὰ μηδὲ ὅσαι διεχθρεύουσιν ἀλλήλαις͵ μηδὲ ταύτας λύειν ὁμοῦ͵ ὡς μὴ λυμαίνοιντο ἀλλήλας·
εἰσὶν γάρ τοι κύνες ἐχθραὶ ἀλλήλαις καὶ ἄλλαι ἄφιλοι͵ καθάπερ ἄνθρωποι͵ καὶ μάλιστα δὴ οἵ τε ἄρρενες τοῖς ἄρρεσιν καὶ αἱ θήλειαι ταῖς θηλείαις͵ τὸ πολὺ ὑπὸ φθόνου. Καὶ οὐδὲ τούτων ἀμελῶς χρὴ ἔχειν. Καὶ δὴ χειμῶνος μὲν ὥρᾳ ἅπαξ σιτεῖσθαι τὰς κύνας ὀλίγον πρὸ τῆς ἑσπέρας· ἥ τε γὰρ ἡμέρα βραχεῖα͵ καὶ χρὴ γεγυμνάσθαι αὐτάς͵ ὥστε͵ εἰ δέοι πόρρω τῆς ἡμέρας διαπονεῖσθαι ἐν θήρᾳ͵ τοῦ λιμοῦ ἀνέχεσθαι. Θέρους δὲ ἀγαθὸν καὶ ὄρθρου ὀλίγον δοῦναι ἐμφαγεῖν͵ ὡς μὴ ἀποκναίεσθαι ὑπὸ μήκους· καὶ γὰρ εἰ διψήσειαν͵ ἀλυπότερον ἂν πίνοιεν ἐμφαγοῦσαι. Εἰ δὲ καὶ στέαρ ταριχευόμενον καθείης τῆς κυνός͵ ἀγαθὸν καὶ τοῦτο.
Εἰ δὲ μέγα τὸ καῦμα ἐπιφλέγοι͵ ᾠὸν ἐμβαλόντα εἰς τὴν χεῖρα καὶ ἀνατείνοντα τῆς κυνὸς τὸ στόμα καθιέναι͵ ὡς ἀθρόον καταπιεῖν. Καὶ τοῦτο σιτίον τε ἱκανὸν ἔσται αὐτῇ͵ καὶ ἀναψύξει τὸ ἄσθμα͵ καὶ ἀναπαύσει τὸ δῖψος.
ἐξάγειν δὲ ἐπὶ θήραν ἦρος μὲν καὶ φθινοπώρου θαμινά· ἀσφαλέσταται γὰρ αἱ ὧραι αὗται ταῖς κυσί. Θέρους δὲ ὀλιγάκις καὶ τὸ πολὺ διαλείποντα͵ εἰ πνῖγος εἴη· οὐ γὰρ ἀνέχονται καύματος αἱ κύνες͵ ἀλλὰ πολλαὶ ἤδη διώξασαι ἀνὰ κράτος ἀπεπνίγησαν ὑπὸ τοῦ ἄσθματος. Τούτου δὴ ἕνεκα φέρειν χρὴ ᾠὰ τὸν κυνηγέτην͵ ὥστε͵ εἰ ὑπερασθμαίνοι ἡ κύων͵ καθιέναι ἀθρόα· οὐ γάρ ἐστιν ὅ τι μᾶλλον ἀναψύχειτε αὐταῖς τὸ καῦμα καὶ τὸ ἄσθμα ἀμπαύει. Εἰ δὲ πίοι ἀθρόον ὑπερασθμαίνουσα͵ καὶ τοῦτο οὐκ ἀσφαλές. Τούτων δὴ ἕνεκα χρὴ φυλάττεσθαι ἐν καύματι ἐξάγειν. Καὶ χειμῶνος δὲ μὴ ἐξάγειν͵ εἰ τὸ κρύος τύχοι χαλεπόν͵ καὶ πολὺ δὴ μάλιστα͵ εἰ πεπηγυῖα ἡ γῆ τύχοι· ἀποκαίονται γὰρ ἐν τῷ κρυστάλλῳ αἱ κύνες͵ καὶ τοὺς ὄνυχας ἔστιν αἳ ἀπολλύουσιν͵ καὶ τὰ νέρθεν τῶν ποδῶν αὐταῖς ῥήγνυνται. Εἰ δὲ εὐψυχότεραι εἶεν͵ καὶ θραύοιεν ἂν περὶ τῷ κρυστάλλῳ τὰ ὀστᾶ τῶν ποδῶν ἀφειδῶς θέουσαι.
ὁ δὲ λαγὼς κοῦφός τέ ἐστιν καὶ δασεῖς ἔχει τοὺς πόδας καὶ μαλθακούς͵ ὥστε ἀλύπως θεῖν ἐν τῷ πάγῳ. Χρὴ δὲ ὅστις κύνας ἀγαθὰς ἔχει μήτε ἐγγύθεν ἐπιλύειν τῷ λαγωῷ μήτε πλείους δυοῖν· καὶ γὰρ εἰ πάνυ ὠκὺς τύχοι καὶ πολλὰς πολλάκις κύνας διαπεφευγώς͵ ἀλλά γε ἐξ εὐνῆς ἀνιστάμενον καὶ ξὺν βοῇ τῶν κυνῶν ἐπικειμένων ἐκπλαγῆναι ἀνάγκη καὶ πατάσσειν αὐτῷ τὴν καρδίαν. Καὶ ἐν τούτῳ πολλάκις γενναῖοι λαγωοὶ ἀκλεῶς ἀπώλοντο͵ μηδὲν μήτε δράσαντες μήτε ἐπιδειξάμενοι μνήμης ἄξιον. ἐᾶν δὴ ὑπεκφυγεῖν ἀπὸ τῆς εὐνῆς καὶ ἀναθαρρῆσαι. ὃ δέ͵ εἰ τύχοι δρομικός͵ ἐπαρεῖ εὐθὺς τὰ ὦτα καὶ μεγάλα ἀπὸ τῆς εὐνῆς πηδήσεται· οἳ δὲ καὶ διαρρίψαντες τὰ μέλη͵ καθάπερ οἱ σκιρτῶντες͵ τότε [ἂν] ἀπευθυνοῦσιν τὸν δρόμον. Καὶ τότε ἄρα ἐστὶν τὸ θέαμα ἄξιον τῶν πόνων͵ ὅσους ἐπὶ ταῖς κυσὶν πονεῖν ἀνάγκη.
Κράτιστοι δὲ τῶν λαγωῶν οἱ ἐν τοῖς περιφανέσιν καὶ ἀναπεπταμένοις τὰς εὐνὰς ἔχοντες· ὑπὸ θάρρους γὰρ οὐκ ἀποκρύπτουσιν σφᾶς͵ ἀλλὰ προκαλοῦνται͵ ἐμοὶ δοκεῖν͵ τὰς κύνας. οἱ δὲ αὐτοὶ οὗτοι ἐπειδὰν διώκωνται͵ οὐκ ἐπὶ τὰς νάπας φεύγουσιν οὐδὲ ἐπὶ τὰ ἄλση͵ εἰ καὶ πάνυ πλησίον τύχοι ὄντα ὥστε εὐμαρῶς ἀφελέσθαι αὐτοὺς τοῦ κινδύνου͵ ἀλλὰ ἐς τὰ πεδία βιάζονται͵ ἐρίζοντες πρὸς τὰς κύνας.
Καὶ εἰ μὲν βραδεῖαι κύνες ἕποιντο αὐτοῖς͵ τοσοῦτον ὅσον διώκονται θέουσιν· εἰ δὲ ὠκεῖαι͵ ὅση δύναμις. Πολλάκις δὲ ἤδη ἐς τὰ πεδία ἐκτραπέντες͵ εἰ αἴσθοιντο ἐφομαρτοῦσαν κύνα ἀγαθὴν ὡς ἐπισκιάζεσθαι ὑπ΄ αὐτῆς͵ θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας͵ ἢ εἴ που κατάδυσιν γιγνώσκοιεν. καὶ τοῦτο τεκμήριον ποιητέον ὅτι ἐκράτησεν ἡ κύων τοῦ λαγώ· οὐ γάρ τοι ἐπὶ τῷ ἁλῶναι τὸ θηρίον ἐξάγουσιν τὰς κύνας ἀλλὰ ἐς ἀγῶνα δρόμου καὶ ἅμιλλαν οἵ γε τῇ ἀληθείᾳ κυνηγετικοί.
Καὶ ἀγαπῶσιν εἰ ἐπιτύχοι ὁ λαγὼς τοῦ διασώσοντος͵ καὶ καταφυγόντα ἐς ἀκάνθας ἔστιν ὅτε ὀλίγας͵ οἳ δὲ καὶ ἰδόντες ἐπτηχότα καὶ ἀπαγορεύοντα͵ ἀνακαλοῦσιν τὰς κύνας͵ μάλιστα δή͵ εἰ καλῶς διαγωνίσαιντο. ὥστε πολλάκις ἤδη ἔγωγε ἐφ΄ ἵππου ἐφομαρτῶν τῷ δρόμῳ καὶ ἁλόντι ἐπελθὼν ζῶντα ἀφειλόμην͵ καὶ ἀφελόμενος καὶ δήσας τὴν κύνα ἀφῆκα διαφυγεῖν τὸν λαγών. Καὶ εἰ ὕστερος ἀφικόμην ἢ ὥστε διασῶσαι͵ ἔπαισα τὴν κεφαλήν͵ ὅτι ἀνταγωνιστὴν ἄρα ἀγαθὸν ἀπώλεσαν αἱ κύνες.
Καὶ τούτου μόνου ἕνεκα οὐ ξύμφημι τῷ ἐμαυτοῦ ὁμωνύμῳ͵ ἀλλὰ εὑρισκόμενον μὲν ὅστις ἴδοι τὸ θηρίον καὶ διωκόμενον καὶ μεταθεόμενον͵ ξυγχωρῶ διότι ἐπιλάθοιτο ἂν εἴ του ἐρῴη· ἁλισκόμενον δὲ ἰδεῖν οὔτε ἡδὺ τὸ θέαμα ἀποφαίνω οὔτε ἐκπληκτικὸν ἀλλ΄ ἀνιαρὸν μᾶλλον͵ καὶ οὐκ ἂν ἐπί γε τούτῳ ἐπιλαθέσθαι ἄν τινα εἴ του ἐρῴη. ἀλλ΄ ἐκείνῳ γε τῷ Ξενοφῶντι͵ οὐκ ἐγνωκότι ὠκείας κύνας͵ σύγγνωστον εἰ καὶ ἁλισκόμενος λαγὼς μέγα θέαμα ἐφαίνετο.
ἐφομαρτοῦντα δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην͵ οἶδα ὅτι πολλὴ ἀνάγκη· ὥστε κἂν ἄναυδόν τινα ῥῆξαι φωνήν͵ οὐ μεῖον ἤ͵ ὡς λόγος͵ τὸν Κροίσου υἱέα. Καὶ τὴν κύνα δὲ ἀνακαλεῖν ἀγαθόν· χαίρουσιν γὰρ τὴν φωνὴν τοῦ δεσπότου γνωρίζουσαι͵ καὶ παραμυθίαν ἴσχουσιν τῶν πόνων τὸ γινώσκειν ὅτι θεατὴς αὐταῖς πάρεστιν καὶ ὅτι οὐ λανθάνουσιν ἀγωνιζόμεναι καλῶς.
Καὶ δὴ τὸ ἐν πρώτῳ μὲν δρόμῳ͵ ὁσάκις φίλον͵ ἀνακαλεῖν οὐ κωλύω· ἐν δευτέρῳ δὲ ἢ τρίτῳ͵ ὁπότε εἰκὸς διαπεπονῆσθαι τὴν κύνα͵ κωλῦσαι ἄν μοι δοκῶ θαμινὰ ἀνακαλεῖν αὐτὴν ὀνομαστί͵ μήποτε ἄρα ὑπὸ μένους καὶ προθυμίας͵ χαρίζεσθαι τῷ δεσπότῃ θέλουσα͵ ἔπειτα παρὰ δύναμιν ἐνταθεῖσα ῥήξειέν τι τῶν ἐντός͵ πολλαὶ γὰρ ἤδη οὕτω γε κύνες καὶ αἱ γενναιόταται διεφθάρησαν ἀλλὰ τηνικαῦτα ἐφιέναι διαγωνίζεσθαι ὅπως ἐθέλουσιν· οὐ γάρ τοι οὐδ΄ ἴσος ἁγὼν λαγωῷ καὶ κυνί· ἀλλ΄ ὃ μὲν ὅποι βούλεται θεῖ͵ ἣ δὲ ἄλλῳ ἐφομαρτεῖ· καὶ ὃ μὲν ἐξελίξας τὸν δρόμον καὶ διαρρίψας τὴν κύνα ἵεται τοῦ πρόσω͵ ἣ δέ͵ εἰ διαρριφθείη͵ πλάζεται͵ καὶ ἀνάγκη φθάσαντα αὖ μεταθεῖν καὶ ἀναλαβεῖν ὅσον ἐξηνέχθη τοῦ δρόμου. Καὶ αἱ δυσχωρίαι πρὸς τοῦ λαγὼ μᾶλλόν τί εἰσιν ἢ τῆς κυνὸς ὅσα τε τραχέα καὶ οἱ φελλεῶνες καὶ τὰ σιμὰ καὶ τὰ ἀνώμαλα͵ ὅτι κοῦφός τέ ἐστιν καὶ οἱ πόδες αὐτῷ ὑπὸ δασύτητος οὐ ῥήγνυνται ἐν τοῖς τραχέσιν.
Καὶ τὸ περὶ ψυχῆς δὲ θεῖν ἀφαιρεῖται τὴν αἴσθησιν τῶν δυσκόλων. ἔχουσαν δὲ τὴν κύνα ἢ καὶ ἄλλως κρατήσασαν τῷ δρόμῳ καταπηδήσαντα ἀπὸ τοῦ ἵππου καταψᾶν χρὴ ἐπευφημοῦντα͵ καὶ τὴν κεφαλὴν φιλεῖν͵ καὶ τὰ ὦτα ἀποτείνειν͵ καὶ ὀνομαστὶ ἐπιλέγειν εὖγε ὦ Κιρρά͵ εὖγε ὦ Βόννα͵ καλῶς γε ὦ Ὁρμή͵ καὶ ὅ τι περ ἄλλο ἑκάστῃ ὄνομα αὐτὸ τοῦτο ἀνακαλοῦντα· χαίρουσιν γὰρ ἐπαινούμεναι͵ καθάπερ τῶν ἀνθρώπων οἱ γενναῖοι. ἣ δὲ εἰ μὴ τύχοι ἀπηγορευκυῖα͵ πρόσεισιν ἐπιμειδιῶσα καὶ φιλοφρονουμένη. ἀγαθὸν δὲ ἐπὶ τούτῳ καὶ καλινδεῖσθαι τὴν κύνα͵ καθάπερ τοὺς ἵππους ὁρῶμεν· δῆλον γὰρ ὅτι μὴ ἀπηγόρευσεν ὑπὸ τοῦ δρόμου͵ καὶ ἅμα τὸν κάματον παύει αὐτῶν.
Θηρῶσιν δὲ Κελτοί͵ ὅσοι μὲν πλουτοῦσιν αὐτῶν καὶ τρυφῶσιν͵ ἕωθεν ἐκπέμποντες ἐς τὰ χωρία τὰ ὕποπτα τοὺς κατοπτεύσοντας ὅπου τυγχάνει ἀναπαυόμενος λαγώς· καὶ ἔστιν ὁ ἀγγέλλων͵ εἰ τύχοι ὀφθείς͵ ἢ ὁπόσοι ἂν τύχωσιν. ἔπειτα ἀφικόμενοι μεθιᾶσιν τὰς κύνας͵ ἐξεγείραντες τὸ θηρίον͵ αὐτοὶ δὲ ἐφ΄ ἵππων ἕπονται. ὅσοις δὲ οὐκ εἰσὶν οἱ κατοπτεύσοντες͵ οἳ μὲν αὐτῶν πλείονας συνθήρους συνάγοντες ἐξίασιν ἐφ΄ ἵππων͵ καὶ τὰ ὕποπτα ἐπερχόμενοι͵ ὅπου ἂν τύχῃ ἐξεγερθεὶς λαγώς͵ μεθιᾶσιν τὰς κύνας· ὅσοι δὲ ἔτι μᾶλλον αὐτουργοί εἰσιν κυνηγεσίων͵ πεζοὶ ἐξίασιν͵ εἷς δέ τις αὐτοῖς ἐφ΄ ἵππου ἐφομαρτεῖ͵ καὶ οὗτος διώκειν τέτακται ἅμα ταῖς κυσίν. ἐκ περιίασιν δὲ ἐπὶ μετώπου ταχθέντες· ἔπειτα ἐπ΄ εὐθείας προελθόντες ὅσον ξύμμετρον διανῦσαι͵ ἐπιστρέψαντες αὖ ἀνακάμπτουσιν παρὰ τὰ αὐτὰ διὰ τῶν αὐτῶν͵ μηδὲν εἰς δύναμιν παραλείποντες τῶν ὑπόπτων·
χρὴ δὲ εἰ πλείους κύνας ἐπάγοιντο͵ μὴ εἰκῇ τεταγμένους ἰέναι· εἰ γάρ τοι ἐξεγερθείη τῆς εὐνῆς λαγώς͵ οὐκ ἔστιν ὅστις ἂν ἀπόσχοιτο μὴ οὐκ ἐφεῖναι τὴν ἑαυτοῦ κύνα͵ ὃ μὲν ἐπιθυμίᾳ τοῦ θέουσαν ἰδεῖν τὴν αὑτοῦ ἕκαστος͵ ὃ δέ τις ἐκπλαγεὶς πρὸς τὴν βοὴν καὶ ἔκφρων γενόμενος͵ ἁλίσκοιτό τε ἂν ἄνευ ἀγῶνος ὁ λαγὼς ὑπὸ θορύβου τῶν κυνῶν καὶ τοῦ θεάματος ὅ τι περ ὄφελος ἀπολλύοιτο.
ἀλλ΄ ἄρχοντα χρὴ ἐπιτετάχθαι τῇ θήρᾳ͵ καὶ οὗτος συνδυαζέτω τὰς κύνας͵ καὶ ταττέτω ὡς εἰ ταύτῃ πηδήσειεν͵ σὺ καὶ σὺ ἐπιλύειν͵ ἄλλος δὲ μὴ λυέτω· εἰ δὲ ταύτῃ αὖ͵ σὺ καὶ σύ. οἳ δὲ ἐμπεδούντων τὸ ταχθέν. Θηρῶσιν δὲ Κελτοὶ καὶ ἀναμιγνύοντες τοῖς ἰχνευταῖς κυσὶν τὰς ὠκείας. Καὶ οἳ μὲν μαστεύουσιν͵ αὐτοὶ δὲ διίστανται͵ μετὰ χεῖρας ἄγοντες τὰς κύνας τὰς ἀγαθάς͵ οἷπερ μάλιστα εἰκὸς τὸν λαγὼ ἀπευθῦναι τὸν δρόμον͵ ὥστε ἐφιέναι τῶν κυνῶν ὅπως ἄν τῳ προχωρῇ. Καὶ εἰσὶν αἱ κύνες αὗται ὅ τι περ αἱ ἄρκυς τῷ Ξενοφῶντι ἐκείνῳ. ἀλλ΄ ἄτακτοί γε οὕτως γίγνονται οἱ δρόμοι͵ καὶ ὁ λαγώς͵ εἰ καὶ πάνυ ἀγαθὸς ὢν τύχοι͵ τὸ πολὺ ὑπὸ τῆς κλαγγῆς τῶν κυνῶν ἐκπλήττεται͵ καὶ εἰ μὴ πρὸ πολλοῦ τύχοι προπηδήσας͵ ὡς καταστῆναι αὐτῷ τὴν γνώμην͵ ἁλίσκεται εὐμαρῶς͵ ἔκφρων γενόμενος. Χρὴ οὖν ὅστις ἐπιλῦσαι κύνα ἀγαθός͵ μὴ ἐφιέναι ἔτι θορυβουμένῳ͵ ἀλλὰ ἐάσαντα ἐξελιχθῆναι τοὺς ἑλιγμοὺς τοὺς πρώτους͵ οὕτω μεθεῖναι τὴν κύνα͵ εἰ μὴ διαφθεῖραι θέλει τὴν θέαν.
Νεογνῷ δὲ ἐπιλύειν μὴ θέμις ἔστω͵ ἀλλὰ χρὴ πειθομένους τῷ ἐμῷ ὁμωνύμῳ ἀφιέναι τούτους τῇ θεῷ. ὥστε καὶ τὰς ἰχνευούσας͵ εἰ οἷόν τε͵ πειρατέον ἀνακαλεῖν.
Κακαὶ δὲ ἀνακληθῆναι αὗται καὶ δυσπειθεῖς ὑπὸ λιμοῦ͵ δειναὶ δὲ καὶ καταφαγεῖν τὸν ἁλόντα παντελῶς͵ ὥστε μόλις ἂν ξύλῳ παίων ἀπαλλάξειας αὐτάς.
Χρὴ δὲ ἔλαφον ἤ τι ἄλλο ἐς μέγεθος προῆκον τοσόνδε τόνδε τὸν τρόπον θηρᾶν͵ ἐφιέντα τὰς κύνας τὰς γενναίας· μέγα τε γὰρ τὸ θηρίον καὶ θεῖ ἐπὶ πολύ͵ καὶ διαγωνίσασθαι οὐκ ἀσφαλές. Καὶ ὁ κίνδυνος οὐ σμικρὸς κύνα ἀγαθὴν ἐλάφου ἕνεκα διαφθαρῆναι. ἀλλὰ τὰς ἐλάφους͵ ἔνθα τὰ πεδία εὐήλατα͵ ἐν μὲν Μυσοῖς καὶ ἐν Γέταις καὶ ἐν Σκυθίᾳ καὶ ἀνὰ τὴν Ἰλλυρίδα͵ ἀφ΄ ἵππων τῶν Σκυθικῶν καὶ Ἰλλυρικῶν διώκουσιν· οὗτοι γὰρ ἐλαύνεσθαι μὲν τὰ πρῶτα οὐκ ἀγαθοί͵ ἀλλὰ κἂν πάνυ καταφρονήσειας ἰδὼν παραβάλλοντας ἵππῳ Θετταλῷ ἢ Σικελῷ ἢ Πελοποννησίῳ͵ διαπονούμενοι δὲ ἐπὶ πᾶν ἀντέχουσιν. Καὶ τότε ἂν ἴδοις τὸν μὲν ὠκὺν ἐκεῖνον ἵππον καὶ μέγαν καὶ σοβαρὸν ἀπαγορεύοντα͵ τὸν δὲ λεπτὸν καὶ ψωραλέον πρῶτα μὲν παραμείβοντα͵ ἔπειτα ἀπολείποντα͵ ἔπειτα ἀπελαύνοντα τὸ θηρίον. ὃ δὲ ἐς τοσοῦτον ἄρα ἀντέχει͵ ἔστε ἀπαγορεῦσαι τὴν ἔλαφον. ἀπαγορεύσασα δὲ καὶ χανοῦσα ὑπὸ ἀπορίας ἵσταται͵ καὶ ἔξεστιν ἤδη͵ εἰ μὲν βούλοιο͵ ἀκοντίσαι ἐγγύθεν ὡς πεπεδημένην͵ εἰ δὲ ἐθέλοις͵ καὶ ζώσῃ βρόχον περιβαλόντα ἄγειν.
ἐν δὲ Λιβύῃ ἀφ΄ ἵππων τῶν Λιβυκῶν͵ οἳ δὴ Νομάδες καλοῦνται͵ οἵ τε ἄνδρες αὐτοὶ καὶ οἱ ἵπποι͵ ἀπὸ τούτων τῶν ἵππων μὴ ὅτι ἐλάφους αἱροῦσιν ἢ δορκάδας ταῦτα μὲν γὰρ οὐδὲ διὰ πολλοῦ ἀγῶνος͵ οὐδὲ ἀγαθοὶ ἵπποι δοκοῦσιν οἱ τοιοῦτόν τι ἑλόντες ἀλλὰ καὶ τοὺς ὄνους τοὺς ἀγρίους͵ οἳ δὴ ὠκύτητι διαφέροντές εἰσιν καὶ τῷ ἐπὶ μήκιστον ἀντέχειν θέοντες. ὁπότε γοῦν ἐπὶ μέγαν βασιλέα ἤλαυνον οἱ ἅμα Κύρῳ τῷ Δαρείου Ἕλληνες͵ οἷς καὶ Ξενοφῶν συνεστράτευσεν͵ λέγει Ξενοφῶν͵ οὗ τὰ πεδία τὰ Ἀραβίων ἐξήνυον͵ ἀγέλας προφαίνεσθαι τῶν ὄνων τῶν ἀγρίων͵ καὶ ὑπὸ ἑνὸς μὲν ἱππέως μήποτε ἁλῶναι ὄνον ἄγριον͵ διισταμένους δὲ ἄλλους ἐπ΄ ἄλλοις ἐλαύνειν͵ τοὺς δὲ πολλοῖς ἀντισχόντας τελευτῶντας ἤδη ἀπαγορεύειν ὑπὸ καμάτου· οὕτως ἄρα καὶ Κύρῳ τῷ μεγάλου μὲν βασιλέως παιδί͵ μεγάλου δὲ βασιλέως ἀδελφῷ͵ οὐκ ἀγαθοὶ διώκειν ἵπποι ἦσαν.
Λιβύων δὲ παῖδες ὀκταέτεις ἔστιν οἳ αὐτῶν͵ οἳ δὲ οὐ πολλῷ πρεσβύτεροι͵ ἐπὶ γυμνῶν τῶν ἵππων ἐλαύνουσιν͵ ῥάβδῳ χρώμενοι ἐπ΄ αὐτοῖς ὅσα Ἕλληνες χαλινῷ͵ καὶ ἐς τοσοῦτον ἄρα ἐφομαρτοῦσιν τοῖς ὄνοις τοῖς ἀγρίοις ὥστε τελευτῶντες βρόχον περιβάλλοντες τῷ θηρίῳ ἄγουσιν αὐτόν· ὃ δὲ ἕπεται ἡττημένος. οὕτω τοι θηρῶσιν ὅσοις κύνες τε ἀγαθαὶ καὶ ἵπποι͵ οὐ πάγαις οὐδὲ ἄρκυσιν οὐδὲ βρόχοις οὐδὲ ἁπλῶς δόλοις καὶ σοφίσμασιν ἐξαπατῶντες τὰ θηρία͵ ἀλλὰ ἐκ τοῦ εὐθέος διαγωνιζόμενοι.
Καὶ ἔστιν τὰ θεάματα͵ ἐμοὶ δοκεῖν͵ οὐδέν τι ἐκείνοις παραπλήσια͵ ἀλλὰ τὰ μὲν λῃστείᾳ ἢ κλοπῇ ἔοικεν͵ τὰ δὲ πολέμῳ τῷ ἀνὰ κράτος διαπολεμουμένῳ· καὶ οἳ μὲν ὡς πειραταὶ λάθρᾳ ἐπιπλέοντες προσφέρονται πρὸς τὰ θηρία͵ οἳ δέ͵ καθάπερ Ἀθηναῖοι Μήδων ἐκράτησαν ναυμαχίᾳ περὶ Ἀρτεμίσιον ἢ περὶ Σαλαμῖνα καὶ Ψυττάλειαν ἢ αὖθις περὶ Κύπρον͵ οὕτω δὲ καὶ οὗτοι τῶν θηρίων ἐκ τοῦ ἐμφανοῦς κρατοῦσιν.
Κυνὸς ἡλικία ἐς τὸ θεῖν· θήλειαν μὲν μετὰ μῆνα ἑνδέκατον ἐξάγειν ἐπὶ θήραν͵ πρόσθεν δὲ ἔτι ἀπὸ δεκάτου μηνός͵ εἰ εὐπαγὴς τύχοι καὶ μὴ ὑγρομελής͵ λαγὼ ἀπὸ χειρὸς ἀφιέναι ἐν χωρίῳ περιφανεῖ͵ καὶ τὴν μὲν ἐγγύθεν ἐφιέναι τῷ λαγῷ͵ ὡς τῆς τε ὄψεως αὐτὴν ἐμπίπλασθαι καὶ ἐγγὺς ὁρῶσαν μετ΄ ἐλπίδος ἀγαθῆς πονεῖν͵ κύνα δὲ ἄλλην γενναίαν ἐφιέναι ὕστερον͵ ὡς μὴ ἐπὶ πολὺ κακοπαθῆσαι τὴν σκύλακα μηδὲ ἀπαγορεῦσαι ὑπὸ καμάτου. ἣ δὲ θαμινὰ καὶ εὐμαρῶς ἐξελίσσουσα τὸν λαγὼ παραδώσει τῇ σκύλακι. ἑλοῦσαν δὲ ἐᾶν σπαράξαι τοῖς ὀδοῦσιν͵ ἔστε κατακανεῖν. ἐπειδὰν δὲ ἐξάγεσθαι ἤδη ὥραν ἔχῃ͵ πρῶτα μὲν τὰς ὁδοὺς βαδίζειν͵ ὅσαι τραχεῖαι αὐτῶν· ἀγαθὸν γὰρ τὸ μελέτημα ἐς τὸ πῆξαι τοὺς πόδας ταῖς κυσίν. ἔπειτα ἵστασθαι τὸν ἔχοντα αὐτὴν ἐν χωρίῳ περιφανεῖ καὶ ὑπερδεξίῳ͵ καὶ φθάσαντι μὲν τῷ λαγῷ καὶ προλαβόντι οὐχ ὁρῶσαν μὴ ἐφιέναι· τοῦτο γάρ τοι περὶ τῶν εἰς ἰχνείαν ἀσκουμένων κυνῶν παραινεῖ ὁ Ξενοφῶν ἐκεῖνος.
Κύνα δὲ ὠκεῖαν εἰ μὴ ὁρῶσαν ἐπιλύσειας͵ πλάζεται καὶ σκιρτᾷ καὶ ἔκφρων γίγνεται καὶ ἀνασοβεῖται. Καὶ τοίνυν εἴποτε διαφύγοι αὐτὴν τελεωθεῖσαν ἤδη ὁ λαγώς͵ οὐκ ἀτρέμα ἔχει ἑαυτὴν οὐδὲ ἐπὶ τὸν κυναγωγὸν ἐπάνεισιν οὐδὲ ἀνακαλοῦντος ὑπακούει͵ ἀλλ΄ ὑπὸ μελέτης τοῦ θεῖν ἐπὶ μηδενὶ εἰκῇ πλάζεται͵ καὶ μαινομένῃ ἔοικεν. ἀλλὰ ἵστασθαι μὲν τὸν ἔχοντα τὴν σκύλακα ἐν χωρίῳ͵ ὁποῖον ἤδη μοι λέλεκται͵ κρυπτόμενον οὗ μάλιστα τεκμήραιτο ἄν τις ὅτι πονούμενος ὁ λαγὼς ὑποκάμψας ἥξει. ἰδόντα δὲ διαπεπονημένον ἐγγύθεν ἐφιέναι͵ μὴ κατὰ στόμα μηδὲ ἐκ τοῦ ἐναντίου·
ἡ μὲν γὰρ κύων ἐξορμήσασα εὐθὺ ἐξενεχθήσεται͵ ὁ δὲ λαγὼς ἐξελίξας εὐμαρῶς παραμείψει· τὴν δὲ πολὺ ἀπολειφθῆναι ἀνάγκη καὶ χαλεπῶς ὑποκάμψαι͵ καθάπερ αἱ τριήρεις εὐθυπλοοῦσαι οὐκ εὐμαρῶς ἐπικάμπτουσιν͵ εἰ μὴ ἀνεθείη τὸ πολὺ τῆς εἰρεσίας αὐταῖς πρὶν ἐπιστρέφεσθαι͵ ἀλλὰ ἐάσαντα παραμεῖψαι τὸν λαγὼν ἐκ τοῦ πλαγίου χρὴ ἐφεῖναι.
ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ͵ πρὶν ἐμφορηθῆναι τοῦ αἵματος τὴν κύνα͵ οὐκ ἐπειδὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς κάλλος κυνηγετοῦντι͵ ἀλλ΄ ὅτι πονηρὸν μάθημα κυνὶ γενναίᾳ λαγωοῦ ἐσθίειν. Καὶ ἤδη πολλαὶ κύνες οὕτω διεφθάρησαν͵ ἐπεὶ μακρῷ δρόμῳ ἀσθμαίνουσαι ἐνεπλήσθησαν͵ ἔπειτα πνιγεῖσαι ἀπώλοντο. ἄρρενα δὲ μὴ πρόσθεν ἢ διέτη γενόμενον ἐξάγειν ἐπὶ θήραν· πολὺ γάρ τοι ὕστερον τοῖς ἄρρεσιν πήγνυται τὰ μέλη.
Καὶ ὁ κίνδυνος οὐ σμικρός͵ ἀλλὰ πολλοὶ ἤδη πρὶν τελεωθῆναι ἀγωνισάμενοι πρὸ ὥρας ἀπώλοντο͵ καὶ μάλιστα δὲ ὅσοι γενναιότατοι· ὑπὸ γὰρ μένους τοσοῦτον ὅσον δύνανται θέουσιν.
Τὰ δὲ ἄλλα ὡσαύτως παραφυλάττειν͵ ὅσα ἐπὶ ταῖς θηλείαις ἤδη μοι λέλεκται ὅπως πρακτέον. Φυλάττειν δὲ καὶ ἀπὸ ὀχείας ἐντὸς τῆσδε τῆς ἡλικίας· οὔτε γὰρ ἡ γονήπω αὐτοῖς πέπηγεν͵ ἀλλά ἐστιν ἐξίτηλος τὸ πολὺ καὶ ἀμαυρά͵ καθάπερ ἡ τῶν παίδων͵ αὐτοὶ δὲ διαφθείρονται πάμπαν͵ ὡς μηδὲν ἔτι πράττοντα ὕστερον ἂν ὀρθῶσαι τὴν ἁμαρτίαν. ἀλλ΄ ἀπὸ τρίτου μὲν ἔτους ἐφίεσθαι ἐν ὥρᾳ ἂν εἴη τῇ ξυμμέτρῳ. ἐφιέσθωσαν δὲ ὧδε. φυλάξαι χρὴ τὴν κύνα͵ ἐπειδὰν ἀποκαθαρθῇ ἀπὸ τοῦ αἵματος· πρόσθεν δὲ εἰ παραλάβοιεν τὴν γονήν͵ τὸ πολὺ οὐ κρατοῦσιν͵ ἀλλὰ ἐκκλύζεται ὑπὸ τοῦ αἵματος͵ καθάπερ ταῖς γυναιξίν. Προσέχειν δὲ τὸν νοῦν ἐνταῦθα· βραχὺς γὰρ χρόνος διαγίγνεται͵ ἐν ᾧ οὐκέτι μὲν φέρεται αὐτῇ τὸ αἷμα͵ ἔτι δὲ φυλάττει τὴν ἐπιθυμίαν.
ἀγαθὴ δὲ τῇ θηλείᾳ ἡλικία ἡ ἀπὸ διέτους ἐς ἕβδομον ἔτος. Κράτιστον δὲ καθεῖρξαι ἐν ταὐτῷ τὸν ἄρρενα ἅμα τῇ θηλείᾳ͵ αὐτὸν δὲ ἀφανῆ εἶναι [ἅμα] ταῖς κυσίν· αἱ γὰρ ἐν τῷ ἐμφανεῖ ὁμιλίαι οὐ γόνιμοι͵ εἰ χρὴ πείθεσθαι ἀνδράσιν κυνηγετικοῖς. ὅσα δὲ τοιαῦτα λάθρᾳ ὑπὸ κυνῶν ἐσπουδάσθη͵ ἐπιτυχῆ γίνεσθαι λόγος.
Μετὰ ταῦτα δὲ ἐξάγειν μὲν ἐπὶ θήραν ὁ γὰρ περίπατος ἀγαθὸν ἐς ῥώμην ταῖς κυσίν͵ ἐφεῖναι δὲ αὐτὰς λαγωῷ μηκέτι· κίνδυνος γὰρ διαφθεῖραι ὑπερκαμοῦσαν ἢ ὑπερταθεῖσαν.
Καὶ τὸν ἄρρενα δὲ μὴ ἐφιέναι ἐπὶ λαγὼν ὡσαύτως͵ πρὶν ἀπὸ τοῦ καμάτου ἀμπαύσασθαι καὶ ῥωσθῆναι͵ ἑξήκοντα ἡμερῶν οὐ μεῖον· ἔπειτα ἐφιέναι ἐς ἀγῶνα οὐδὲν κωλύσει. Κρατίστη δὲ ὥρα ἐς σκυλακείαν ἡ τοῦ ἦρος· εὐκράτως γὰρ αὕτη μάλιστα ἔχει κρύους τε καὶ θάλπους. ὡς τὸ μὲν κρύος τοῖς σκυλακίοις οὐκ ἀγαθὸν ἐς ἀνατροφήν͵ ἄλλως τε καὶ ἀπορίᾳ γάλακτος· τὸ δὲ καῦμα ταῖς μητράσιν χαλεπὸν ἐν τῇ ἀνατροφῇ· τὸ φθινόπωρον δὲ ταύτῃ χεῖρον τοῦ ἦρος͵ ὅτι χειμὼν ἐπιλαμβάνει τὰ σκυλάκια πρὶν παγῆναι.
Τεκοῦσαν δὲ εἰ μὲν ἔτι θέλοις ἐπαναλαβεῖν τὴν πρόσθεν ὠκύτητα͵ μὴ ἐᾶν ἐκτρέφειν αὐτὴν ὅτι μὴ ἐς ὅσον ἀποκουφίσαι τὸ πολὺ τοῦ γάλακτος· εἶτα δὲ ἀφελόντα ἄλλαις παραδιδόναι κυσὶν ἐπιλεγόμενον γενναίας· τὸ γὰρ τῶν ἀγεννῶν γάλα οὐ ξύμφυλον ταῖς γενναίαις. εἰ δὲ μηκέτι ἐς δρόμον ἐπιτηδείως ἔχουσα φαίνοιτο ἡ κύων͵ κράτιστον ἐᾶν ὑπὸ τῇ τεκούσῃ καὶ μὴ ὑποβάλλειν ὑφ΄ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι͵ ᾗπερ καὶ ὁ Ξενοφῶν ἐκεῖνος ἀποφαίνει͵ οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα. Καὶ ὁπόταν δὲ ἤδη πλανᾶται τὰ σκυλάκια͵ ὀρθῶς ξυμβουλεύει ὅτι χρὴ γάλακτι ἀνατρέφειν αὐτά͵ καὶ ὅτι αἱ βαρεῖαι πλησμοναὶ τά τε σκέλη αὐτοῖς διαστρέφουσιν καὶ τοῖς σώμασιν νόσους ἐμβάλλουσιν.
Καὶ τὰ ὀνόματα δὲ ὅτι βραχέα καὶ εὐανάκλητα θετέον ταῖς κυσίν͵ καὶ τοῦτο χρὴ πείθεσθαι αὐτῷ. Καὶ ὅσα ἀναγέγραφεν ὀνόματα͵ τὰ μὲν εὑρὼν τὰ δὲ καὶ αὐτὸς ποιήσας͵ δεξιῶς ἀναγέγραφεν.
Εἰ δὲ μήπω ἐθέλοις σκυλακεῦσαι͵ φυλάττειν ὡς ἀνυστὸν ἐπιμελέστατα τὰς κύνας͵ ἐπειδὰν τῇ ἀνάγκῃ ταύτῃ ἔχωνται· ἀποπαυσαμέναις δὲ οἱ μαστοὶ σφριγῶσιν καὶ ὑποπίμπλανται γάλακτος͵ καὶ τείνεται τὰ ὑπὸ τῇ γαστρί. Καὶ ἔστιν τηνικαῦτα οὐκ ἀσφαλὲς ἐπιλύειν κύνα ἐπὶ λαγών· ῥήγνυνται γὰρ αὐταῖς αἱ λαγόνες. ὥστε οὐδὲ ἐς τὸ σκιρτῆσαι χρὴ λύειν αὐτὰς ἅμα ἑτέρᾳ κυνί· ἁμιλλώμεναι γὰρ ἔστιν ὅτε καὶ ὑπὲρ δύναμιν ξυνταθεῖσαι ἐς ἴσον κίνδυνον καθίστανται. ἀλλὰ κράτιστον περιμεῖναι͵ ἔστε χαλάσαι αὐταῖς τοὺς μαστούς. Τεκμήριον δὲ ὅτι ἤδη ἀσφαλές͵ ἐπειδὰν αἱ τρίχες ἀπορρέωσιν ἀθρόαι ἐπαφωμένῳ· τότε γὰρ λύονται͵ ἐμοὶ δοκεῖ͵ ἀπὸ τῆς ἀνάγκης τῆς πρόσθεν καὶ παρίστανται ἤδη ἐς δρόμον.
Κύων θήλεια μὲν ὠκυτέρα ἄρρενος͵ ἄρρην δὲ θηλείας διαπονεῖσθαι ἀμείνων. Καὶ ὅτι δι΄ ἔτους θεῖ͵ πολλῷ τινι ἐντιμότερον τὸ κτῆμα· καὶ ὅτι θήλειαι μὲν πολλαὶ ἀγαθαί͵ ἄρρενος δὲ γενναίου ἐπιτυχεῖν οὐκ εὐμαρές͵ καὶ ταύτῃ ἐντιμότερον. Καὶ ὅτι αἱ θήλειαι μὲν ἀγαπητὸν εἰ καὶ ἐς πέμπτον ἔτος διαφυλάξειαν τὸ ὠκύ͵ ἄρρενες δὲ καὶ ἐς δέκατον διαφυλάττουσιν. ὥστε μέγα μοι δοκεῖ τὸ κτῆμα ἄρρην κύων τῇ ἀληθείᾳ γενναῖος καὶ οὐκ ἄνευ θεῶν του εὐμενείας παραγίγνεσθαι ἀνδρὶ κυνηγετικῷ. ἀλλὰ χρὴ θύειν Ἀρτέμιδι Ἀγροτέρᾳ ἐπὶ τῷδε τῷ κτήματι· θύειν δὲ χρὴ καὶ ἐπὶ θήρᾳ εὖ πράξαντα͵ καὶ ἀνατιθέναι ἀπαρχὰς τῶν ἁλισκομένων τῇ θεῷ͵ γε ἀποκαθαίρειν τὰς κύνας καὶ τοὺς κυνηγέτας͵ κατὰ τὰ πάτρια͵ ὡς νόμος.
Κελτῶν δὲ ἔστιν οἷς νόμος καὶ ἐνιαύσια θύειν τῇ Ἀρτέμιδι͵ οἳ δὲ καὶ θησαυρὸν ἀποδεικνύουσιν τῇ θεῷ. Καὶ ἐπὶ μὲν λαγωῷ ἁλόντι δύ΄ ὀβολὼ ἐμβάλλουσιν ἐς τὸν θησαυρόν͵ ἐπὶ δὲ ἀλώπεκι δραχμήν͵ ὅτι ἐπίβουλον τὸ χρῆμα καὶ τοὺς λαγὼς διαφθείρει· τούτου ἕνεκα πλεῖον ἐμβάλλουσιν͵ ὡς ἐπὶ πολεμίῳ ἁλόντι. ἐπὶ δὲ δορκάδι τέσσαρας δραχμάς͵ ὅτι μέγα τὸ ζῷον καὶ ἡ θήρα ἐντιμοτέρα. Περιελθόντος δὲ τοῦ ἔτους ὁπόταν τὰ γενέθλια ἥκῃ τῆς Ἀρτέμιδος͵ ἀνοίγνυται μὲν ὁ θησαυρός͵ ἀπὸ δὲ τοῦ συλλεχθέντος ἱερεῖον ὠνοῦνται͵ οἳ μὲν οἶν͵ οἳ δὲ αἶγα͵ οἳ δὲ μόσχον͵ εἰ οὕτω προχωροίη. Θύσαντες δὲ καὶ τῶν ἱερείων ἀπαρξάμενοι τῇ Ἀγροτέρᾳ͵ ὡς ἑκάστοις νόμος͵ εὐωχοῦνται αὐτοί τε καὶ αἱ κύνες. Τὰς κύνας δὲ καὶ στεφανοῦσιν ἐν τῇδε τῇ ἡμέρᾳ͵ ὡς δῆλον εἶναι διότι ἐπ΄ αὐταῖς ἑορτάζουσιν. Καὶ ἐγὼ ἅμα τοῖς συνθήροις ἕπομαι τῷ Κελτῶν νόμῳ͵ καὶ ἀποφαίνω ὡς οὐδὲν ἄνευ θεῶν γιγνόμενον ἀνθρώποις ἐς ἀγαθὸν ἀποτελευτᾷ. ἀλλὰ καὶ ὅσοι ναυτίλλονται ἀπὸ θεῶν ἄρχονται͵ ὅσοις γε τοῦ σῴζεσθαι μέλει͵ καὶ ἀνασωθέντες χαριστήρια θύουσιν τοῖς θεοῖς τοῖς θαλαττίοις͵ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσιν.
Καὶ ὅσοι τὴν γῆν ἐργάζονται͵ Δήμητρι καὶ τῇ παιδὶ αὐτῆς καὶ Διονύσῳ͵ οἱ δὲ ἀμφὶ τὰς τέχνας πονούμενοι Ἀθηνᾷ καὶ Ἡφαίστῳ͵ καὶ οἱ ἀμφὶ παίδευσιν Μούσαις καὶ Ἀπόλλωνι Μουσηγέτῃ καὶ Μνημοσύνῃ καὶ Ἑρμῇ͵ οἱ δὲ ἀμφὶ τὰ ἐρωτικὰ Ἀφροδίτῃ καὶ Ἔρωτι καὶ Πειθοῖ καὶ Χάρισιν. οὕτω τοι καὶ τοὺς ἐπὶ θήρᾳ ἐσπουδακότας οὐ χρὴ ἀμελεῖν τῆς Ἀρτέμιδος τῆς Ἀγροτέρας οὐδὲ Ἀπόλλωνος οὐδὲ Πανὸς οὐδὲ Νυμφῶν οὐδὲ Ἑρμοῦ Ἐνοδίου καὶ Ἡγεμονίου͵ οὐδὲ ὅσοι ἄλλοι ὄρειοι θεοί· εἰ δὲ μή͵ ἡμιτελῆ ἀποβαίνειν ἀνάγκη τὰ σπουδάσματα. Καὶ γὰρ καὶ αἱ κύνες βλάπτονται͵ καὶ οἱ ἵπποι χωλεύονται͵ καὶ οἱ ἄνθρωποι σφάλλονται. Καὶ τοῦτό γε δηλοῖ καὶ Ὅμηρος ἐν τῇ ποιήσει.
Τεῦκρον μὲν γὰρ τὸν τοξικώτατον Ἑλλήνων ἐν τῷ ἀγῶνι οὔ φησιν τυχεῖν ὅτι μὴ τῆς μηρίνθου͵ καὶ ταύτην διακόψαι͵ ἐπειδὴ μὴ ἐπηύξατο τῷ Ἀπόλλωνι· Μηριόνην δέ͵ ἄνδρα οὐ τοξικόν͵ ἐπευξάμενον τῷ Ἀπόλλωνι͵ ἀποπετομένης ἤδη τῆς ὄρνιθος τυχεῖν. Καὶ τοὺς ἐκγόνους δὲ τῶν ἐπὶ Θήβας σὺν Πολυνείκει στρατευσάντων ἑλεῖν τὰς Θήβας πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· τοὺς δὲ πατέρας αὐτῶν͵ οὐδέν τι χείρους ἐκείνων ἐς ἀλκὴν γενομένους͵ διαφθαρῆναι ἐν Θήβαις͵ ὅτι μὴ ἐπείθοντο τοῖς σημαινομένοις ἀπὸ θεῶν. Καὶ τὸν Ἕκτορα οὐ πεισθέντα Πουλυδάμαντι οὐκ ἐῶντι ἐπελαύνειν ταῖς ναυσὶ τῶν Ἑλλήνων ἐπὶ τῷ δράκοντι τῷ καταβληθέντι πρὸς τοῦ ἀετοῦ͵ ὡς οὐ ξὺν κόσμῳ ἐπανελευσομένους͵ ὀλίγον ὕστερον ἔργῳ ἀναδιδαχθῆναι ὡς οὐκ ἀγαθὸν ἀπειθεῖν τῷ θείῳ. Τούτοις χρὴ πειθομένους͵ καθάπερ ἐπ΄ ἄλλῳ τῳ ἔργῳ͵ οὕτω δὲ καὶ ἐπὶ θήρᾳ ἄρχεσθαί τε ἀπὸ θεῶν καὶ χαριστήρια θύειν εὖ πράξαντας καὶ σπένδειν καὶ εὐφημεῖν καὶ στεφανοῦν καὶ ὑμνεῖν καὶ ἀπαρχὰς τῶν ἁλισκομένων ἀνατιθέναι͵ οὐ μεῖον ἢ ἐπὶ νίκῃ πολέμου ἀκροθίνια.


Υ.Γ.: Χαίρομαι που σας αρέσουν οι αναρτήσεις :D
Όρεξη να έχουμε να διαβάζουμε
για να μαθαίνουμε-επαληθεύουμε κάποιες γνώσεις μας
και από τους διαχρονικούς θησαυρούς των προγόνων μας :D

_________________
Aquila non capit muscas


Τελευταία επεξεργασία από Ιππολύτη και Τρί Αύγ 24, 2010 12:10 am, έχει επεξεργασθεί 2 φορά/ες συνολικά

Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Δευτ Αύγ 23, 2010 9:43 pm 
Site Admin
Άβαταρ μέλους

Εγγραφή: Σάβ Μαρ 31, 2007 2:39 pm
Δημοσιεύσεις: 5506
Τοποθεσία: ΑΘΗΝΑ
Καλησπέρα σ όλους τους φίλους .
Ιππολύτη σ ευχαριστούμε είναι άπαιχτο πραγματικά .
Φτιάχνεται για την πρώτη σελίδα του PORTAL
:D :D :D :D :D


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τρί Αύγ 24, 2010 9:35 am 
Άβαταρ μέλους

Εγγραφή: Πέμ Ιούλ 05, 2007 5:31 pm
Δημοσιεύσεις: 679
Εξαιρετικά , Μπράβο σου :D

_________________
Σέργιος Δ - I love Irish setter


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τρί Αύγ 24, 2010 10:11 am 
Άβαταρ μέλους

Εγγραφή: Τρί Αύγ 24, 2010 9:56 am
Δημοσιεύσεις: 2
Τοποθεσία: Attikh
Τα συγχαρητήρια μου


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τρί Αύγ 24, 2010 9:58 pm 
Site Admin
Άβαταρ μέλους

Εγγραφή: Σάβ Μαρ 31, 2007 2:39 pm
Δημοσιεύσεις: 5506
Τοποθεσία: ΑΘΗΝΑ
Εικόνα

Η ΘΗΡΑ ΣΤΗΝ ΕΛΛΑΔΑ ΚΑΤΑ ΤΗΝ ΑΡΧΑΙΟΤΗΤΑ ΦΙΛΟΣΟΦΙΑ, ΤΡΟΠΟΙ & ΜΕΣΑ ΣΗΜΕΡΑ


Ιωάννη Χρ. Παναγέα

Οι πρόγονοί μας είχαν το κυνήγι σε πολύ μεγάλη υπόληψη. Αυτό, μεταξύ άλλων, το βεβαιώνουν ο Όμηρος κι ο Ξενοφώντας. Ο Όμηρος έγραψε για τον Τηλέμαχο και τον Σκάμανδρο, υμνώντας το κυνηγετικό τους ταλέντο, ο δε Ξενοφώντας, συγγραφέας του βιβλίου «Κυνηγετικός», ήταν κι ο ίδιος άριστος κυνηγός της εποχής του. Στο προρρηθέν εξαίρετο, ακόμη και στις μέρες μας βιβλίο του, περιγράφει ακριβέστατα το κυνήγι, τα σκυλιά και τα κυνηγετικά πράγματα της εποχής του.
Αν και γνωρίζω καλώς, ότι οι Έλληνες σήμερα δεν διαβάζουν ή έστω διαβάζουν ελάχιστα, προτρέπω όλους τους συναδέλφους εν όπλοις να διαβάσουν το βιβλίο αυτό του Ξενοφώντα, σε μετάφραση βέβαια, και τους διαβεβαιώνω ότι θα εκπλαγούν ευχάριστα.

Ο μεγάλος Πλάτωνας ύμνησε τη θήρα σαν θεία άσκηση. Ο Ξενοφών επίσης, στον «Κυνηγετικό» του, γράφει ότι η θήρα, το εύρημα αυτό των θεών, διατηρεί υγιές και δυνατό σώμα, αλλά κι οξύνει το πνεύμα, με αποτέλεσμα να προετοιμάζει άριστους οπλίτες.
Η θήρα ήταν πολύ αγαπητή στους αρχαίους προγόνους μας και την ασκούσαν άνδρες απ’ όλες τις κοινωνικές τάξεις. Πλούσιοι και φτωχοί (φευ, φτωχοί υπήρχαν και τότε), άρχοντες κι απλοί πολίτες. Όλοι, ή σχεδόν όλοι οι ήρωες του Ομήρου ήταν κυνηγοί, όπως ο Οδυσσέας, ο Αίας ο Τελαμώνιος, ο Πάτροκλος, ο Αχιλλέας και πολλοί άλλοι.

Οι αρχαίοι μας πρόγονοι θεωρούσαν μεν το κυνήγι άσκηση, δεν παρέβλεπαν όμως και τα υλικά αγαθά του, π.χ. κρέας, δέρμα, οστά. Η θήρα των μεγάλων κι επικίνδυνων θηραμάτων, όπως του αγριόχοιρου και της αρκούδας, εθεωρείτο κι ήταν δραστηριότητα των πιο ανδρείων κι ικανών κυνηγών. Οι αρχαίοι χρησιμοποιούσαν την παγίδευση και τα δίχτυα αυστηρώς και μόνον για τη θήρα των μικρών τριχωτών θηραμάτων, π.χ. του λαγού, καθώς και των πουλιών. Απεναντίας, κι εδώ φαίνεται ο χαρακτήρας, το ανδροπρεπές και το ανδρείο της φυλής μας, σε σύγκριση με άλλες. Ποτέ μα ποτέ δεν χρησιμοποιούσαν (αν και μπορούσαν) ύπουλα μέσα για τη θήρα των μεγάλων κι οπωσδήποτε επικίνδυνων θηραμάτων, π.χ. του λύκου, του αγριόχοιρου, της αρκούδας. Τα ύπουλα μέσα θήρας τα θεωρούσαν οι Έλληνες ανέντιμα και ποταπά. Το αντίθετο έγινε αργότερα με τους Ρωμαίους κατακτητές μας.

Οι πρόγονοί μας βεβαίως χρησιμοποιούσαν σκυλιά στα διάφορα κυνήγια τους, που τα αγαπούσαν και τα φρόντιζαν. Από διάφορες παραστάσεις σε αγγεία διαπιστώνουμε, ότι τα κυνηγετικά σκυλιά τους ήταν μυώδη, λεπτά και ψηλά. Για τους Σπαρτιάτες και τους Αθηναίους το κυνήγι ήταν κυρίως μια αθλητική άσκηση, που βεβαίως τους εξασφάλιζε κι εκλεκτή τροφή. Αντιθέτως, στη Μακεδονία, την Ήπειρο και τη Θράκη βασικά τους εξασφάλιζε τροφή και βεβαίως ήταν εφ’ εαυτού αθλητική άσκηση.

Περιφρονώντας λοιπόν όλα τα ύπουλα μέσα θήρας των προαναφερθέντων επικίνδυνων θηραμάτων, οι πρόγονοί μας προτιμούσαν να τα κυνηγούν πεζοί, αλλά κι έφιπποι, και σαν όπλα χρησιμοποιούσαν το ακόντιο, το κοντό ξίφος και το μαχαίρι. Τα κυνήγια των μεγάλων κι επικίνδυνων ζώων, οι Έλληνες της αρχαιότητος τ’ ασκούσαν είτε μεμονωμένα είτε σε ομάδες. Ένα δείγμα από το κυνήγι του αγριόχοιρου και τη μάχη σώμα με σώμα έχουμε από τον Οδυσσέα, ο οποίος είχε πληγωθεί στο μηρό από τα δόντια ενός μοναχικού κάπρου. Τα σημάδια των δοντιών του κάπρου που είχαν διατηρηθεί, έκαναν την Ευρύκλεια, όταν επέστρεψε στην Ιθάκη μετά από τόσα χρόνια, να τον αναγνωρίσει.

Το κυνήγι της αρκούδας γινόταν με δόρυ και κοντό ξίφος(!) πλην της Μακεδονίας, όπου χρησιμοποιούσαν ένα ειδικό τσεκούρι πολύ καλά ακονισμένο, με βάρος 15 περίπου κιλών. Ήταν ένα θανατηφόρο όπλο για το κυνήγι της αρκούδας στα χέρια των Μακεδόνων κυνηγών της εποχής.
Κατά την παράδοση, η εκμάθηση του κυνηγίου στους Έλληνες οφείλεται στον Κένταυρο Χείρωνα. Ο Χείρωνας γεννήθηκε από τον Κρόνο και τη Φιλύρα, μια πανέμορφη νύμφη, βασίλισσα των ελληνικών δασών. Όλη η ιστορία μας λάμπει από αγάπη των Ελλήνων για το κυνήγι. Η θήρα είναι δεμένη με την τύχη και το μοιραίο. Πολλές θεότητες των προγόνων μας αγαπούσαν με πάθος το κυνήγι, όπως κι οι Έλληνες της ωραίας εκείνης εποχής, και πολύ συχνά αυτό το πάθος αδέλφωνε τους θεούς με τους ανθρώπους. Έτσι, υπήρξαν θεότητες, που παθιασμένες κι αυτές σαν τους θνητούς για τη θήρα, προστάτευαν τους κοινούς ανθρώπους. Ανάμεσα σ’ αυτές, πρώτοι ο Απόλλωνας κι η Άρτεμις.

Οι θεοί όμως, οι ημίθεοι, καθώς κι οι ήρωες που ήταν λάτρεις της κυνηγεσίας στην Αρχαία Ελλάδα είναι ονομαστοί και πολυάριθμοι. Ας γνωρίσουμε λοιπόν μερικούς απ’ αυτούς: Απόλλων, Άρτεμις, Άδωνης, Ιάσωνας, Ορφέας, Κάστωρ, Πολυδεύκης, Θησέας, Ιππόλυτος, Πηλέας, Μελέαγρος, Οδυσσέας, Χείρωνας, Αχιλλέας, Λυσίμαχος, Διομήδης, Ηρακλής, Πολυδάμας, Βάκχος. Ο Κάστωρ έμαθε στους προγόνους μας να κυνηγούν έφιπποι και ο Πολυδεύκης να κυνηγούν με σκυλιά.

Απ’ όλα τα παραπάνω, διαπιστώνουμε αβίαστα, ότι οι πρόγονοί μας θεωρούσαν τη θήρα έναν πραγματικό αγώνα-άθλημα μεγάλης σημασίας για την ικανότητα, την εξυπνάδα και τη δύναμη που απαιτούσε. Ο αρχαίος Έλληνας που πήγαινε ν’ αντιμετωπίσει την αρκούδα ή τον μεγάλο εξαγριωμένο κάπρο ή την αγέλη των πεινασμένων λύκων, ήθελε να δείξει την ικανότητά του, τη δύναμή του, την εξυπνάδα του κι όχι απλώς να θηρεύσει.
Στην Ελλάδας μας κατά την αρχαιότητα είχε τεράστια σημασία η ατομική αρετή του κυνηγίου σε συνδυασμό με την άξια πράξη της νίκης επί του αγρίου κι επικίνδυνου θηράματος, που ο Έλληνας της εποχής εκείνης αντιμετώπιζε τίμια και με ίσους όρους.

Σήμερα;
Είναι γεγονός, ότι στις μέρες μας το κυνήγι σκληραγωγεί τα σώματα κι ακονίζει το πνεύμα των κυνηγών, φτιάχνοντας έτσι άνδρες, και γιατί όχι και γυναίκες ικανές να προσφέρουν στρατιωτικώς -κι όχι μόνον- στην Πατρίδα. Μήπως, λέω μήπως κάποιοι, ελάχιστοι μεν, πολύ επικίνδυνοι δε, σαφώς εχθροί των συμφερόντων του Λαού μας, που με πάθος αδικαιολόγητο πολεμούν το κυνήγι στον τόπο μας (άραγε με ποιων εντολές;) θέλουν τα Ελληνόπουλα, αγόρια και κορίτσια, αντί να τα βλέπουν «ροδοκόκκινα», γεμάτα υγεία, να τα βλέπουν «κίτρινα» από τα τσιγαριλίκια ή νεκρά με μια σύριγγα καρφωμένη στο χέρι;

Αγαπητοί συνάδελφοι κυνηγοί, σκεφτήκατε ποτέ το θέμα της εκ μέρους των αντικυνηγών συγχρονισμένης πολεμικής υστερίας εναντίον του κυνηγίου από τη σκοπιά αυτή; Είναι άραγε τυχαίο, ότι οι κυνηγετικές άδειες, τα τελευταία χρόνια, μειώθηκαν περίπου από 350.000 σε 250.000; Τι λένε οι ταγοί της κυνηγετικής μας οικογένειας έπ’ αυτού;

http://www.alfa-omega.gr/article.asp?AID=1397


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τρί Αύγ 24, 2010 11:15 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Ο Καλλίμαχος ήταν αρχαίος ποιητής και επιγραμματοποιός ( 310-240 πΧ )
Πατέρας του ήταν ο Βάττος από την Κυρήνη .
Μεγάλωσε και σπούδασε στην Αθήνα , αλλά πέρασε μεγάλο μέρος της ζωής του στην Αλεξάνδρεια
ως διευθυντής της αλεξανδρινής βιβλιοθήκης .
Άκμασε την εποχή των Πτολεμαίων Φιλάδελφου και Ευεργέτη .
Τα έργα που άφησε είναι πάρα πολλά , έξι Ύμνοι , 63 επιγράμματα και ένα επύλλιο , η « Εκάλη ».
(το επύλλιο είναι μικρό επικό ποίημα, σαν έπος, 100 - 600 στίχων, σε δακτυλικό εξάμετρο, με αφηγηματικό περιεχόμενο)..
Επίσης έγραψε μια μεγάλη εγκυκλοπαίδεια ( αποτελούμενη από 120 βιβλία ) ,
που περιείχε τους πιο μεγάλους συγγραφείς και ποιητές με πληροφορίες για τη ζωή και το έργο τους .
Ήταν ξακουστός για τα γεμάτα οξύτητα επιγράμματά του , που θεωρούνται εφάμιλλα αυτών του Σιμωνίδη .
Ένας από τους μαθητές του και ισχυρός αντίζηλος και εχθρός του ήταν ο Απολλώνιος ο Ρόδιος ,
με τον οποίο φαίνεται ότι συμφιλιώθηκε αργότερα , αφού μετά θάνατον οι τάφοι τους ήταν ο ένας δίπλα στον άλλο .
Υ.Γ. : ( Ίσως και να μην είχαν συμφιλιωθεί , αλλά μοιραστήκαν μία παραπλήσια θέση - μνήμα για να θυμούνται όλοι πως όσο δυνατές κι αν είναι οι διαφωνίες μας ,κερδίζουμε μόλις λίγα μέτρα γήινης αγκαλιάς ο ένας δίπλα στον άλλον , αφού ο θάνατος τιμά ισάξια κάθε προσκεκλημένο του . )
Ο Καλλίμαχος, λοιπόν, έγραψε και έναν όμορφο Ύμνο για την Άρτεμη..



Εικόνα


ΕΙΣ ΑΡΤΕΜΙΝ
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι )
ὑμνέομεν͵ τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι͵
ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα·
«δός μοι παρθενίην αἰώνιον͵ ἄππα͵ φυλάσσειν͵
καὶ πολυωνυμίην͵ ἵνα μή μοι Φοῖβος ἐρίζῃ͵
δὸς δ’ ἰοὺς καὶ τόξα-ἔα πάτερ͵ οὔ σε φαρέτρην
οὐδ’ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς
αὐτίκα τεχνήσονται͵ ἐμοὶ δ’ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν͵ ἵν’ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας ͵
πάσας εἰνέτεας͵ πάσας ἔτι παῖδας ἀμίτρους.
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας͵
αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ’ ἐλάφους βάλλοιμι͵ θοοὺς κύνας εὖ κομέοιεν.
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ’ Ἄρτεμις ἄστυ κάτεισιν·
οὔρεσιν οἰκήσω͵ πόλεσιν δ’ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ’ ὀξείῃσιν ὑπ’ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέωσι βοηθόον͵ ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν͵
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
μήτηρ͵ ἀλλ’ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.»
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός
ἅψασθαι͵ πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας
μέχρις ἵνα ψαύσειε. πατὴρ δ’ ἐπένευσε γελάσσας͵
φῆ δὲ καταρρέζων· «ὅτε μοι τοιαῦτα θέαιναι
τίκτοιεν͵ τυτθόν κεν ἐγὼ ζηλήμονος ῞Ηρης
χωομένης ἀλέγοιμι. φέρευ͵ τέκος͵ ὅσσ’ ἐθελημός
αἰτίζεις͵ καὶ δ’ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω͵
τρὶς δέκα τοι πτολίεθρα͵ τὰ μὴ θεὸν ἄλλον ἀέξειν
εἴσεται͵ ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.» ὣς ὁ μὲν εἰπών
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
Λευκὸν ἔπι Κρηταῖον ὄρος κεκομημένον ὕλῃ͵
ἔνθεν ἐπ’ Ὠκεανόν· πολέας δ’ ἐπελέξατο νύμφας͵
πάσας εἰνέτεας͵ πάσας ἔτι παῖδας ἀμίτρους·
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα͵ χαῖρε δὲ Τηθύς͵
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ ( Λιπάρη νέον͵ ἀλλὰ τότ’ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς) ἐπ’ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δ’ ἔδδεισαν͵ ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν ἐοικότα ( πᾶσι δ’ ὑπ’ ὀφρύν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντα ) καὶ ὁππότε δοῦπον ἄκουσαν
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ’ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη͵
αὖε δὲ Τρινακρίη Σικανῶν ἕδος͵ αὖε δὲ γείτων
Ἰταλίη͵ μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀΰτει͵
εὖθ’ οἵγε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετύποντες ἐπὶ μέγα μυχθίσσειαν.
τῷ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ’ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
οὐδέποτ’ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ’ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι͵
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ͵
Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχριμένος αἰθῇ·
αὐτίκα τὴν κούρην μορμύσσεται͵ ἡ δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα͵ σὺ δὲ προτέρω περ͵ ἔτι τριέτηρος ἐοῦσα͵
εὖτ’ ἔμολεν Λητώ σε μετ’ ἀγκαλίδεσσι φέρουσα͵
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη͵
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι͵
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης͵
ὤλοψας δὲ βίηφι· τὸ δ’ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος͵ ὡς ὅτε κόρσῃ
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ’ ἀλώπηξ.
τῷ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος·
«Κύκλωπες͵ κἠμοί τι Κυδώνιον εἰ δ’ ἄγε τόξον
ἠδ’ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κ’ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
θηρίον ἀγρεύσω ͵ τὸ δέ κεν Κύκλωπες ἔδοιεν.»
ἔννεπες· οἱ δ’ ἐτέλεσσαν· ἄφαρ δ’ ὡπλίσσαο͵ δαῖμον.
αἶψα δ’ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δ’ αὖλιν
Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε
Μαιναλίης͵ ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
τὶν δ’ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς͵
τρεῖς δὲ παρουαίους͵ ἕνα δ’ αἰόλον͵ οἵ ῥα λέοντας
αὐτοὺς αὖ ἐρύοντες͵ ὅτε δράξαιντο δεράων͵
εἷλκον ἔτι ζώοντας ἐπ’ αὐλίον͵ ἑπτὰ δ’ ἔδωκε
θάσσονας αὐράων Κυνοσουρίδας͵ αἵ ῥα διῶξαι
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
σημῆναι καὶ ζορκὸς ἐπ’ ἴχνιον ἡγήσασθαι.
ἔνθεν ἀπερχομένη ( μετὰ καὶ κύνες ἐσσεύοντο )
εὗρες ἐπὶ προμολῇσ’ ὄρεος τοῦ Παρρασίοιο
σκαιρούσας ἐλάφους͵ μέγα τι χρέος · αἱ μὲν ἐπ’ ὄχθῃς
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου͵
μάσσονες ἢ ταῦροι͵ κεράων δ’ ἀπελάμπετο χρυσός·
ἐξαπίνης δ’ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες·
«τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.»
πέντ’ ἔσαν αἱ πᾶσαι· πίσυρας δ’ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίης͵ ἵνα τοι θοὸν ἅρμα φέρωσι.
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
῞Ηρης ἐννεσίῃσιν͵ ἀέθλιον Ἡρακλῆι
ὕστερον ὄφρα γένοιτο͵ πάγος Κερύνειος ἔδεκτο.
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε͵ χρύσεα μέν τοι
ἔντεα καὶ ζώνη͵ χρύσεον δ’ ἐζεύξαο δίφρον͵
ἐν δ’ ἐβάλευ χρύσεια ͵ θεή ͵ κεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ’ ἀείρειν;
Αἵμῳ ἐπὶ Θρήικι͵ τόθεν βορέαο κατᾶιξ
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δ’ ἔταμες πεύκην͵ ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῷ ἐν Οὐλύμπῳ͵ φάεος δ’ ἐνέηκας ἀυτμήν
ἀσβέστου͵ τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δ ἀργυρέοιο͵ θεή͵ πειρήσαο τόξου;
πρῶτον ἐπὶ πτελέην͵ τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν͵
τὸ τρίτον αὖτ’ ἐπὶ θῆρα . τὸ τέτρατον οὐκέτ’ ἐπὶ δρῦν͵
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν͵ οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον.
σχέτλιοι͵ οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
κτήνεά φιν λοιμὸς καταβόσκεται͵ ἔργα δὲ πάχνη͵
κείρονται δὲ γέροντες ἐφ’ υἱάσιν͵ αἱ δὲ γυναῖκες
ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι͵
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν͵ εὖ δὲ γενέθλη
τετραπόδων͵ εὖ δ’ οἶκος ἀέξεται· οὐδ’ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
οὐδὲ διχοστασίη τρώει γένος͵ ἥ τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν
εἰνάτερες γαλόῳ τε μίαν πέρι δίφρα τίθενται.
πότνια͵ τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής͵
εἴην δ’ αὐτός͵ ἄνασσα͵ μέλοι δέ μοι αἰὲν ἀοιδή·
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται͵ ἐν δὲ σὺ πολλή͵
ἐν δὲ καὶ Ἀπόλλων͵ ἐν δ’ οἵ σεο πάντες ἄεθλοι͵
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες͵ αἵ τε σε ῥεῖα
θηητὴν φορέουσιν ὅτ’ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος͵ αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρῃσθα-πάροιθέ γε͵ πρίν περ ἱκέσθαι
καρτερὸν Ἀλκεΐδην· νῦν δ’ οὐκέτι Φοῖβος ἄεθλον
τοῦτον ἔχει͵ τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος͵ εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δ’ ἐπὶ πάντες ἐκείνῳ
ἄλληκτον γελόωσι͵ μάλιστα δὲ πενθερὴ αὐτή ͵
ταῦρον ὅτ’ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅγε χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
κερδαλέῳ μύθῳ σε͵ θεή ͵ μάλα τῷδε πινύσκει·
«βάλλε κακοὺς ἐπὶ θῆρας͵ ἵνα θνητοί σε βοηθόν
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
οὔρεα βόσκεσθαι· τί δέ κεν πρόκες ἠδὲ λαγωοί
ῥέξειαν; σύες ἔργα͵ σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλ ἐπὶ καὶ τούς.»
ὣς ἔνεπεν͵ ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ ὅγε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθείς
παύσατ’ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη͵
τῇ ποτ’ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δ’ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας ͵ παρὰ δέ σφισι πουλὺ νέμεσθαι
῞Ηρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
ὠκύθοον τριπέτηλον͵ ὃ καὶ Διὸς ἵπποι ἔδουσιν·
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος ͵ ὄφρ’ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δ’ ἐς πατρὸς δόμον ἔρχεαι οἱ δέ σ’ ἐφ’ ἕδρην
πάντες ὁμῶς καλέουσι · σὺ δ’ Ἀπόλλωνι παρίζεις.
ἡνίκα δ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
ἢ Πιτάνῃ ( καὶ γὰρ Πιτάνη σέθεν ) ἢ ἐνὶ Λίμναις͵
ἢ ἵνα ͵ δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
ἦλθες ἀπὸ Σκυθίης͵ ἀπὸ δ’ εἴπαο τέθμια Ταύρων͵
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
τετράγυον τέμνοιεν ὑπ’ ἀλλοτρίῳ ἀροτῆρι·
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
κόπρον ἔπι προγένοιντο͵ καὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέες͵ αἳ μέγ’ ἄρισται
τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτ’ ἐκεῖνον
ἦλθε παρ’ Ἠέλιος καλὸν χορόν͵ ἀλλὰ θεῆται
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων͵ ποῖον δ’ ὄρος εὔαδε πλεῖστον͵
τίς δὲ λιμήν͵ ποίη δὲ πόλις; τίνα δ’ ἔξοχα νυμφέων
φίλαο καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
εἰπέ͵ θεή͵ σὺ μὲν ἄμμιν͵ ἐγὼ δ’ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη͵ πολίων δέ τοι εὔαδε Πέργη͵
Τηΰγετον δ’ ὀρέων͵ λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δ’ ἀλλάων Γορτυνίδα φίλαο νύμφην͵
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον · ἧς ποτε Μίνως
πτοιηθεὶς ὑπ’ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
ἡ δ’ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη͵
ἄλλοτε δ’ εἱαμενῇσιν· ὁ δ’ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν͵
μέσφ’ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα͵ τά σφ’ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν͵ ὄρος δ’ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν͵ ἀνεστήσαντο δὲ βωμούς
ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ
ἢ πίτυς ἢ σχῖνος͵ μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης͵ ὅτ’ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.
Οὖπι ἄνασσ’ εὐῶπι φαεσφόρε͵ καὶ δέ σε κείνης
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο͵ τῇ ποτ’ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε͵ τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ’ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο͵
πότνια͵ σὴν ὁμόθηρον ἐθήκαο. καὶ δέ σέ φασι
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι.
αἱ πρῶται θοὰ τόξα καὶ ἀμφ’ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
ᾔνησας δ’ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο͵
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
Ἀρκαδίην εἰσῆλθεν͵ ἔχει δ’ ἔτι θηρὸς ὀδόντας ·
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ροῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄϊδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται͵
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια .
πότνια πουλυμέλαθρε͵ πολύπτολι͵ χαῖρε͵ Χιτώνη
Μιλήτῳ ἐπίδημε · σὲ γὰρ ποιήσατο Νηλεύς
ἡγεμόνην͵ ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
Χησιὰς Ἰμβρασίη πρωτόθρονε͵ σοὶ δ’ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
μείλιον ἀπλοΐης͵ ὅτε οἱ κατέδησας ἀήτας͵
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφ’ Ἑλένῃ Ραμνουσίδι θυμωθεῖσαι.
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς͵
ἄλλον μὲν Κορίης͵ ὅτι οἱ συνελέξαο κούρας
οὔρεα πλαζομένας Ἀζήνια͵ τὸν δ ἐνὶ Λούσοις
Ἡμέρῃ͵ οὕνεκα θυμὸν ἀπ’ ἄγριον εἵλεο παίδων.
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν κοτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
φηγῷ ὑπὸ πρέμνῳ ͵ τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
αὐταὶ δ’͵ Οὖπι ἄνασσα͵ περὶ πρύλιν ὠρχήσαντο
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον͵ αὖθι δὲ κύκλῳ
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες͵ ἵνα ῥήσσωσιν ὁμαρτῇ
( οὐ γάρ πω νέβρεια δι’ ὀστέα τετρήναντο͵
ἔργον Ἀθηναίης ἐλάφῳ κακόν )· ἔδραμε δ’ ἠχώ
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζον͵ ἐπεψόφεον δὲ φαρέτραι.
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη͵ τοῦ δ’ οὔτι θεώτερον ὄψεται ἠώς
οὐδ’ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
τῷ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον͵ οἵ ῥα παρ’ αὐτόν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
ἆ δειλὸς βασιλέων͵ ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
οὔτ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε͵ χαῖρε ͵ Φεραίη.
μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν ( οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες )͵
μηδ' ἐλαφηβολίην μηδ' εὐστοχίην ἐριδαίνειν
( οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἐπὶ κόμπασε μισθῷ )͵
μηδέ τινα μνᾶσθαι τὴν παρθένον ( οὐδὲ γὰρ Ὦτος͵
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν )͵
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον ( οὐδὲ γὰρ Ἱππώ
ἀκλαυτὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι )·
χαῖρε μέγα͵ κρείουσα͵ καὶ εὐάντησον ἀοιδῇ.

_________________
Aquila non capit muscas


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τετ Αύγ 25, 2010 8:31 am 
Άβαταρ μέλους

Εγγραφή: Τρί Αύγ 24, 2010 9:56 am
Δημοσιεύσεις: 2
Τοποθεσία: Attikh
ΤΟ ΚΥΝΗΓΙ ΣΤΗΝ ΑΡΧΑΙΑ ΕΛΛΑΔΑ

"Εγώ Λοιπόν προτρέπω τους νέους να μην περιφρονούν καθόλου όσα έχουν σχέση με τις κυνηγετικές δραστηριότητες..."
Ξεναφώντας

Οι αρχαίοι Έλληνες από πολύ παλιά υπήρξαν κυρίως αγρότες, αντίθετα από άλλους Ευρωπαϊκούς λαούς. Το κυνήγι, αν και δεν συνδεόταν άμεσα με την επιβίωση τους, ήταν μια αγαπημένη τους ασχολία την ο­ποία είχαν σε μεγάλη υπόληψη, όπως βεβαιώνουν πολλοί αρχαίοι συγγραφείς. Ο Πλάτωνας υποστηρίζει την απόλυτη ελευθερία στο να κυνηγάει κανείς πανιού και πάντα και ύμνησε το κυνήγι σαν θεία άσκηση και γύμναση για δυνατούς άνδρες. Τον ηθικό και παιδαγωγικό ρόλο του κυνηγίου τόνισαν και άλλοι αρχαίοι Έλληνες πεζογράφοι και ποιη­τές, όπως ο Όμηρος, ο Πλούταρχος και ο Αρριανός. Αξίζει όμως να αναφερθεί ότι ο Ξενοφώντας έγραψε για το κυνήγι ιδιαίτερη πραγματεία, τον γνωστό "Κυνηγετικό", όπου -κατά τον Albin Lesky είναι ιδιαίτερα εμφανής "η πρόθε­ση του συγγραφέα να αποδειχθεί το κυνήγι σαν ένα εξαίρετο παιδευτικό μέσο".

Ένα παιδευτικό μέσο το οποίο ασκούσαν σχεδόν όλοι, χωρίς κοινωνικές διακρίσεις είτε ήταν αρχηγοί και βασιλιάδες είτε πολίτες και απλοί στρατιώτες (μια αταξική λοιπόν δραστηριό­τητα που ως έτσι έφτασε μέχρι της μέρες μας). Αν για όλο τον κόσμο το κυνήγι στάθηκε ο πιο βασικός συντε­λεστής για την επιβίωση του, για την Ελλάδα έχει ιδιαίτερη πο­λιτιστική σημασία, αφού εδώ επινοήθηκε και λατρεύτηκε η θε­ά Άρτεμη, η θεά προστάτιδα του κυνηγιού και ταυτόχρονα, ό­μως, η θεά τιμωρός για εκείνους που ασελγούσαν εις βάρος της φύσης ή για εκείνους που δεν τηρούσαν τον ηθικό κώδικα συ­μπεριφοράς των κυνηγών, σύμφωνα με τον οποίο αποφευγόταν να κυνηγιούνται τα μικρά θηράματα, τα νεογέννητα ζώα κ.ά., γιατί ήταν ιδιοκτησία της θεάς. Η θεοποίηση του κυνηγιού φα­νερώνει πόσο ψηλά τοποθετούσαν οι αρχαίοι Έλληνες το κυνή­γι, αλλά αυτό που είναι ιδιαίτερα σημαντικό είναι ο τρόπος με τον οποίο συνέδεαν την δραστηριότητα αυτή με το περιβάλλον.

Η θεά Άρτεμη πέρα από προστάτιδα του κυνηγίου - και κυνη­γός η ίδια - ήταν προστάτιδα της αύξησης και της ευδοκίμησης των φυτών, των άγριων ζώων και γενικά της άγριας φύσης. Πίσω από αυτή τη διπλή ιδιότητα, διακρίνεται καθαρά η αντίληψη του κυνηγού - προ­στάτη της φύσης, μια αντίληψη που επικράτησε στους ευρωπαϊκούς λαούς, επηρέασε καθοριστικά τους νό­μους που θεσπίσθηκαν για την προστασία του περιβάλλοντος διαχρονικά, και έφτασε μέχρι τις μέρες μας. Έχοντας μια τέτοια αντίληψη λοιπόν για το κυνήγι, οι αρχαίοι Έλληνες περιφρονούσαν κάθε μορφή πο­νηρίας που απέβλεπε στη σύλληψη ή τη θανάτωση ζώων με τεχνητά μέσα ή δίχτυα, θεωρούσαν το κυνή­γι σαν μια ηρωική πράξη, ατομική ή ομαδική που διεξαγόταν ισοδύναμα ανάμεσα στο αγρίμι και τον άν­θρωπο. Έτσι, προτιμούσαν περισσότερο τα κυνήγια με άλογα, που γίνονταν από μικρές ομάδες συνοδευόμενες α­πό σκυλιά, και ακόμα περισσότερο κυνήγια με ακόντια ενάντια σε αγριογούρουνα, λύκους ή ελάφια. Κλείνοντας αυτή την σύντομη ματιά, έχει ιδιαίτερη σημασία το γεγονός ό,τι συνήθεις πρακτικές του κυνη­γίου, όπως το κυνήγι του λαγού με εκπαιδευμένα σκυλιά στην ιχνηλασία (λαγωνικά), το ομαδικό κυνήγι του.

Κώστας Ουρανής


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τετ Αύγ 25, 2010 9:30 am 
Άβαταρ μέλους

Εγγραφή: Σάβ Ιαν 09, 2010 12:36 am
Δημοσιεύσεις: 60
:D :D :D


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τετ Αύγ 25, 2010 7:47 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Ο Κλέαρχος ήταν Κύπριος περιπατητικός φιλόσοφος,
γεννήθηκε στους Σόλους και έζησε στην διάρκεια του 4ου αι. π.Χ.
Υπήρξε μαθητής του Αριστοτέλη και έγραψε πολλά έργα από τα οποία σώθηκαν αποσπάσματα.

Εικόνα


Μερικές αναφορές του που αφορούν σε θέματα κυνηγετικά:

…περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστορεῖ Κλέαρχος ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν͵ ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ͵ τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον. καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν͵ καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν͵ ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης͵ οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσιν. διόπερ ἐλαιοβρόχων γενομένων ἡ τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως.
(κολοιός=κόρακας)

…Κλέαρχος δ΄ ἐν τῷ περὶ τοῦ πανικοῦ οἱ στρουθοί͵ φησί͵ χοἰ πέρδικες͵ ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προίενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας͵ ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δὲ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτατον δὲ γίνεται περὶ τὰς ὀχείας͵ ὅταν ἐξ ἐναντίας αὐτοῖς θῆς κάτοπτρον. προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προίενται τὸ σπέρμα͵ πλὴν τῶν ἀλεκτρυόνων. τούτους δ΄ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον. ταῦτα μὲν ὁ Κλέαρχος.

…τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγομένων ὁ Ποντιανὸς ἔφη τὸ ἰὴ παιών͵ ἄνδρες φίλοι͵ μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφύμνιον εἴτε τι ἄλλο. πρὸς ὃν ὁ Δημόκριτος ἔφη· Κλέαρχος ὁ Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ παροιμιῶν τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι παρὰ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπ΄ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα προσβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς͵ ὃ τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρὰ τὴν πλάτανον ἐν Δελφοῖς͵ εἶπεν ἵε παῖ· τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δ΄ ἐστὶν ὡς ἂν εἴποι τις· ἄφιε παῖ καὶ βάλε παῖ. διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών.

_________________
Aquila non capit muscas


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τετ Αύγ 25, 2010 8:57 pm 
Site Admin
Άβαταρ μέλους

Εγγραφή: Σάβ Μαρ 31, 2007 2:39 pm
Δημοσιεύσεις: 5506
Τοποθεσία: ΑΘΗΝΑ
Εικόνα

Κυνήγι κάπρου (Μουσείο Καλών Τεχνών – Βοστώνη)

Ερυθρόμορφο αγγείο της Κλασικής εποχής προερχόμενο από

ελληνικό εργαστήριο της Απουλίας στην Κάτω Ιταλία.

Ο κυνηγός στο κέντρο κραδαίνει το ξίφος του,

έτοιμος να χτυπήσει το ζώο που κινείται έντονα προς τα αριστερά.

Δύο άλλοι σύντροφοί του επιτίθενται με δόρατα.

Ένα δέντρο και διάσπαρτοι βράχοι προσδιορίζουν το τοπίο.

Ο κυνηγός στα αριστερά φορά ελληνικού τύπου χλαμύδα,

ενώ οι άλλοι το χαρακτηριστικό ένδυμα των Ιταλιωτών.

Η σκηνή πλαισιώνεται με διάφορα διακοσμητικά θέματα.

Την άλλη πλευρά του αγγείου διακοσμούν δυο ζεύγη νέων

που συζητούν. Ο ένας κρατά ράβδο και ο άλλος στλεγγίδα.

Το χείλος του αγγείου κοσμείται με κάπρους και λιοντάρια,

ο λαιμός με φύλλα κισσού και το πίσω μέρος με ανθέμια.

Ο κρατήρας αποδίδεται στο ζωγράφο του Σισύφου, έναν από τους

γνωστότερους αγγειογράφους της Απουλίας,

που πρέπει να ανήκε στη «Σχολή του Τάραντα».


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Τετ Αύγ 25, 2010 9:18 pm 
Site Admin
Άβαταρ μέλους

Εγγραφή: Σάβ Μαρ 31, 2007 2:39 pm
Δημοσιεύσεις: 5506
Τοποθεσία: ΑΘΗΝΑ
Κυνήγι στον Υμηττό στην αρχαιότητα

Φαίνεται πως στον Υμηττό υπήρξε ανθρώπινη δραστηριότητα από την προϊστορική περίοδο. Οι αρχαιολογικές ανασκαφές έφεραν στην επιφάνεια λεπίδες και τεμάχια οψιανού λίθου, εργαλεία χαρακτηριστικά της νεολιθικής εποχής.


Ο Υμηττός αποτελούσε ιδανική τοποθεσία για τον πρωτόγονο άνθρωπο. Λόγω της πλούσιας και πυκνής βλάστησης και των άφθονων νερών της περιοχής έβρισκε εδώ καταφύγιο και ασχολείτο με τη συλλογή καρπών και το κυνήγι.

Στην μυθολογία αναφέρεται ο ακούσιος φόνος της Πρόκριδας, κόρης του βασιλιά Ερεχθέα, από τον άντρα της τον Κέφαλο. Κατά τον μύθο ο Κέφαλος συνήθιζε όταν ανέβαινε στον Υμηττό για κυνήγι, να προσκαλεί ως βοηθό του το σύννεφο, με τη φράση «Ω νεφέλη παραγενού». Η γυναίκα του, που τον παρακολουθούσε, νόμισε πως απευθυνόταν στην ερωμένη του και, προσπαθώντας να την δει κούνησε τους θάμνους πίσω από τους οποίους ήταν κρυμμένη. Ο Κέφαλος νομίζοντας πως ήταν κάποιο θήραμα τη χτύπησε με το ακόντιό του και τη σκότωσε, (τη σκηνή απεικονίζει ερυθρόμορφος κρατήρας του 430-440 π.Χ. που βρίσκεται στο Βρετανικό Μουσείο).

Εικόνα

Ο Ηρόδοτος αναφέρει ότι στον Υμηττό και γύρω από αυτόν υπήρχαν Πελασγικοί οικισμοί που εξελίχθηκαν σε Δήμους όπως Σφητός, Κίκυνα, Αιξωνή, Σκυρίδες, Πήρα κ.ά.) χωρίς να αναφέρεται ο ακριβής τόπος και χρόνος

Εικόνα

Στην περιοχή κατά την αρχαιότητα υπήρχε πλούσιο δίκτυο δρόμων. Από εδώ περνούσε το συντομότερο μονοπάτι που ένωνε την Αθήνα με τα Μεσόγεια. Αφού διέσχιζε και το κομμάτι που καταλαμβάνει σήμερα ο δήμος Ζωγράφου, ανέβαινε στον Υμηττό και κατέληγε τελικά στην Παιανία.
Οι κάτοικοι ασχολούνταν με την υλοτομία, τη συλλογή βοτάνων, και τη μελισσοκομία. Σύμφωνα με τον Παυσανία το μέλι του Υμηττού θεωρείτο εξαιρετικό από εκείνη την εποχή.

Περίφημη ήταν και η φαιά Υμηττία μάρμαρος, όπως την αποκαλεί ο Στράβων, το κυανότεφρο μάρμαρο του Υμηττού που χρησιμοποιήθηκε για την κατασκευή μνημείων στην Ελληνισιτική εποχή και κυρίως στην περίοδο της Ρωμαιοκρατίας. Τα λατομεία από τα οποία έβγαζαν το μάρμαρο βρίσκονται στη δυτική πλευρά του βουνού, στις απότομες πλαγιές του Κακορέματος που είναι το πιο βαθύ και άγριο φαράγγι στον Υμηττό, κοντά στην εκκλησία του Αγίου Γεωργίου του Κουταλά, όπου υπάρχουν τα κατάλοιπα μιας αρχαίας οδού από την οποία κατέβαζαν το μάρμαρο. Από τα λατομεία του Καρέα, εξαγόταν και ο κιτρινωπός ασβεστόλιθος, ο γνωστός ως αγρυλικός λίθος από το όνομα του παρακείμενου αρχαίου δήμου.

Εικόνα

Τον 8ο αιώνα π.Χ. παραχωρείται γη στους πρόποδες του Υμηττού σε γεωργούς και κτηνοτρόφους. Οι νέες χρήσεις της γης υποβαθμίζουν την περιοχή. Τον 5ο αι ο Πλάτωνας αναφέρει ότι τα βουνά της Αττικής έχουν τόσο υποβαθμιστεί ώστε μοιάζουν με οστά άρρωστου ανθρώπου.
Στα χρόνια του Πεισίστρατου στο δεύτερο μισό του 6ου αιώνα π.Χ. κατασκευάστηκε εδώ ένα υδραγωγείο. Συγκέντρωνε το νερό των πηγών του Αγ. Ιωάννη του Θεολόγου και περνώντας μέσα από περιοχές του σημερινού δήμου Ζωγράφου έφτανε στην αρχαία αγορά.


Κορυφή
 Προφίλ  
 
 Θέμα δημοσίευσης: Re: ΘΗΡΕΥΕΙΝ και όχι μόνο
ΔημοσίευσηΔημοσιεύτηκε: Πέμ Αύγ 26, 2010 7:59 pm 
Άβαταρ μέλους

Εγγραφή: Τετ Οκτ 01, 2008 9:18 pm
Δημοσιεύσεις: 149
Αίσωπος, ο παραμυθάς μας. Πατρίδα του η Θράκη, έζησε στα μέσα του 6ου αι. π.Χ.
Τον περιγράφουν άσχημο στην όψη (με κοιλίτσα, μουστάκι, σκουρόχρωμη επιδερμίδα και βραδύγλωσσο),
πολύ εργατικός (ξεκίνησε σαν δούλος και τον απελευθέρωσαν επειδή εκτίμησαν την ευφυϊα και την σοφία της σκέψης του)
και πανέξυπνος (με τις αλληγορίες και προσωποποιήσεις ζώων σμίλεψε ανθρώπινους χαρακτήρες μέσα στους διδακτικούς του μύθους).
Οι μύθοι του έχουν καταγραφεί σε πολλές συλλογές γι’ αυτό και θα δείτε πολλούς μύθους να επαναλαμβάνονται με διαφορετική περιγραφή και δίδαγμα.
Αυτό έδωσε αφορμή σε κάποιους (Λούθηρο, Vico, Crusius) να υποστηρίξουν ότι ο Αίσωπος δεν υπήρξε σαν ιστορικό πρόσωπο και ότι οι μύθοι του είναι κατασκεύασμα πολλών λόγιων.
Οι αναφορές όμως για τον Αίσωπο (για την ζωή και για τους μύθους του) από τους αρχαίους μας: Ηρόδοτο, Πλούταρχο, Αριστοφάνη, Πλάτων,
Δημήτριος ο Φαλιρεύς (αυτός το 300 π.Χ. συνέλεξε όλους τους μύθους του), Λύσιππο (αυτός κατασκεύασε ανδράντα του Αισώπου)
είναι τα ιστορικά επιχειρήματα που αποδεικνύουν την ιστορική ύπαρξή του.
Δεν είναι ο πρώτος μυθοποιός (υπάρχουν παλαιότεροι μύθοι στην Παλαιά διαθήκη, στον Ησίοδο, Αρχίλοχο, Στησίχορο) μα είναι ο πρώτος της διδακτικής μυθοποιϊας και αυτός που την τελειοποίησε!

ΜΥΘΟΙ ΑΙΣΩΠΟΥ ΜΕ ΠΕΡΔΙΚΕΣ
ΑΛΕΚΤΡΥΟΝΕΣ ΚΑΙ ΠΕΡΔΙΞ (κοκόρια και πέρδικα)
ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ͵ τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωόντων ὁ πέρδιξ ἐβαρυθύμει νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι͵ ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπὼν ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι͵ ἔφη πρὸς ἑαυτόν· ἀλλ΄ ἔγωγε οὐκέτι ἄχθομαι ὑπὸ τούτων τυπτόμενος. ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.
ὁ λόγος δηλοῖ͵ ὅτι ῥᾴδιον τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται͵ ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὀρνίθοις.
τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον͵ τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεκτρυόνων. μικρὸν δὲ ὅσον ὑποχωρήσας θεωρεῖ τοὺς ἀλεκτρυόνας σφοδρῶς μαχομένους καὶ ἀλλήλους συγκόπτοντας. ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς τῆς λύπης ἔφη· ἀλλ΄ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς καὶ ἐπ΄ ἀλλήλων μαχομένους.
ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τότε ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕβρεις͵ ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

ἀλεκτρύονας τις ἔχων ἐπὶ τῆς οἰκίας πριάμενος καὶ πέρδικα σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων ἐκεῖνος ἠθύμει σφόδρα νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας͵ τῆς λύπης ἀπολυθεὶς εἶπεν· ἀλλ΄ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις.
ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕβρεις͵ ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.

ΟΡΝΙΘΟΘΗΡΑΣ ΚΑΙ ΠΕΡΔΙΞ
ὀρνιθοθήρας ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου μὴ ἔχων͵ ὅτι αὐτῷ παραθείη͵ ὥρμησεν ἐπὶ τὸν τιθασὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε.
τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον͵ εἴγε πολλὰ ὠφελούμενος παρ΄ αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει͵ ἔφη· ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω͵ εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ.
ὁ λόγος δηλοῖ͵ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται͵ ἀλλὰ καὶ ὑπὸ τούτων͵ οἷς προδιδόασιν.

πέρδιξ καὶ κυνηγός
πέρδικά τις ἀγρεύσας ἤθελε ταύτην καταθῦσαι.
ἡ δὲ παρεκάλει ἐαθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. ὁ δὲ κυνηγός· διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω͵ ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις.
ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐν έδραις ἐμπίπτουσιν.

ΣΦΗΚΕΣ͵ ΠΕΡΔΙΚΕΣ ΚΑΙ ΓΕΩΡΓΟΣ
σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμεναι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν͵ ἐπαγγελλόμεναι ἀντὶ τοῦ ὕδατος οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέλους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν͵ αἱ δὲ σφῆκες κύκλῳ περιστᾶσαι τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι.
κἀκεῖνος ὑπολαβὼν εἶπεν· ἀλλ΄ ἔμοιγέ εἰσι δύο βόες͵ οἵτινες μηδέν μοι κατεπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν τὸ ποτὸν παρασχεῖν.
πρὸς ἄνδρα ἀχάριστον ὁ λόγος εὔκαιρος.

σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἥκασι πρὸς γεωργὸν καὶ παρ΄ αὐτοῦ πιεῖν ἐζήτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος χάριν αὐτῷ ποιῆσαι. καὶ οἱ μὲν πέρδικες περισκάψαι τοὺς ἀμπελῶνας ἔλεγον καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιῆσαι͵ αἱ δὲ σφῆκες κύκλῳ περιιοῦσαι τοῖς κέντροις τοὺς κλέπτας ἀποσοβῆσαι.
ὁ δὲ γεωργὸς ἔφη· ἀλλ΄ ἔμοιγέ εἰσι βόες δύο͵ οἵτινες μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστι δοῦναι ὕδωρ ἢ ὑμῖν.
οὗτος ὁ λόγος πρὸς ἄνδρα ἄχρηστον.

σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ΄ αὐτοῦ αἰτοῦντες πιεῖν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους͵ οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τοὺς κλέπτας. ὁ δὲ γεωργὸς ἔφη· ἀλλ΄ ἔμοιγέ εἰσι δύο βόες͵ οἳ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι ἤπερ ὑμῖν.
ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις ὠφελεῖν μὲν ἐπαγγελλομένους͵ βλάπτοντας δὲ μεγάλα.

Πέρδιξ καὶ κυνηγέτης
Πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὸς τοῦ καταθῦσαι ταύτην.
Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα· Ἔασόν με ζῆν͵ κυνηγέτα περδίκων͵ ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω.
Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη· Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω͵ ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις.
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.

Πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὴν ἐν γάμῳ καταθῦσαι.
Ἡ δ΄ ἱκέτευεν αὐτὸν λέγουσα οὕτως· Ἔασόν με ζῆν͵ κυνηγέτα περδίκων͵ κἀγὼ δέ σοι πέρδικας πολλὰς προσάξω.
Ὁ δ΄ ἀνηλεῶς ἔφη πρὸς ταύτην τάδε· Σὺ δὴ ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ πλησιάσαι.
Ὁ μῦθος πρὸς τὸ μηδ΄ ὅλως πιστεύειν τοῖς ἐχθροῖς.

_________________
Aquila non capit muscas


Τελευταία επεξεργασία από Ιππολύτη και Σάβ Αύγ 28, 2010 4:02 pm, έχει επεξεργασθεί 1 φορά/ες συνολικά

Κορυφή
 Προφίλ  
 


Τελευταίες δημοσιεύσεις:  Ταξινόμηση ανά  
Δημιουργία νέου θέματοςΓράψτε το σχόλιο σας Σελίδα 1 από 2   [ 20 Δημοσιεύσεις ]
Μετάβαση στην σελίδα 1, 2  Επόμενο


Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 0 επισκέπτες


Δεν μπορείτε να δημοσιεύετε νέα θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να απαντάτε σε θέματα σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επεξεργάζεστε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να διαγράφετε τις δημοσιεύσεις σας σε αυτή τη Δ. Συζήτηση
Δεν μπορείτε να επισυνάπτετε αρχεία σε αυτή τη Δ. Συζήτηση

Αναζήτηση για:
Μετάβαση σε:  



Powered by phpBB © 2000, 2002, 2005, 2007 phpBB Group
Mods Βάση δεδομένων
610nm Style by Daniel St. Jules of Gamexe.net

Ελληνική μετάφραση από το phpbbgr.com
phpBB SEO
Portal XL 5.0 ~ Plain 0.2
Create a Forum | Terms of Service | Privacy Policy | Report the forum